Fragmenta in epistulam I ad 1Kor inthios (in catenis) 544 1Kor 1,1-3 Μὴ γὰρ νομίσητε ὅτι ἐμαυτῷ περιποιούμενος τὸ τῆς διδασκαλίας ἀξίωμα, ὑμᾶς μέλλω κ

 τί γάρ ἐστι σοφώτερον ἢ εἰς γνῶσιν ἄμεινον καὶ λαμπρότερον τοῦ μαθεῖν καὶ διδάξαι ὅτι σταυρῷ καὶ θανάτῳ κατήργηται θάνατος, καὶ τὸ ἡμέτερον τῶν ἀνθρώπ

 πνευματικὸς οὐ δεῖται ἀνακρίσεως, ἀλλ' αὐτὸς πνευματικῶς καὶ θεοσόφως ἅπαντα δοκιμάζων καὶ κρίνων, τελειοῦται τῇ γνώσει τοῦ πνεύματος. διὸ ὑπ' οὐδενὸς

 ἀνθρώπων μάταιοί εἰσιν καὶ οἱ σοφοὶ ἐν τῇ πανουργίᾳ αὐτῶν μᾶλλον ἁλίσκονται ἤπερ τι κέρδος ἐξ αὐτῆς ἔχουσιν, δῆλον ὅτι οὔτε σοφία ἀνθρωπίνη οὔτε λογισ

 ὧν μὲν καθήψατο, τούτους εἰς ἀπόγνωσιν ἐμβάλλῃ, ἢ εἰς ὀργὴν καὶ φιλονεικίαν μείζονα ἀνάψῃ, ὧν δ' ἐπὶ τοῖς ἐλέγχοις οὐκ ἐμνήσθη, τούτους δὲ ἄρα διὰ τοῦ

 5,9-11 Ἔγραψα ὑμῖν. ποῦ ἔγραψεν; ἐν οἷς λέγει· καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τοιοῦτος, οὐχὶ ὁ δεῖνα ἢ ὁ δεῖνα, ἀλλ' ὅστις ἂν

 ἀσθενές ἐστι καὶ ἀδύνατον εἰς τὸ διαλύειν τὰς δίκας ὑμῖν καὶ τὰς φιλονεικίας, ἀλλ' οὖν εἰ καὶ ἀσθενεῖς καθ' ὑμᾶς καὶ ἐξουθενημένοι ὦσιν οἱ πιστοὶ καὶ

 πνεῦμά ἐστιν. μονοειδής ἐστιν ὅλος, γίνεται πνευματικὸς τῇ πρὸς τὸν κύριον ἑνώσει, οὐκ ἐπισύρεται τὰ σαρκικὰ πάθη, οὐδὲ σχίζεται εἰς διπλόην τινὰ θεῷ

 ἔταξε καὶ ἐμέρισε κατὰ τὸ ἑκάστῳ συμφέρον, οὐκ ὀφείλει ὁ πιστὸς ἀπίστῳ συναφθεὶς δυσφορεῖν ἢ ἀγωνιᾶν καὶ λύσιν ἐπιζητεῖν, ἀλλὰ καθὼς ἐκλήθη ἕκαστος, τ

 σύνταξις. 1Kor 7,34 Μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος, τοῦτ' ἔστι πολλή ἐστιν ἡ ἀναμεταξὺ αὐτῶν παραλλαγὴ καὶ διαφορά. καὶ ἐπάγει λοιπὸν τὰς διαφορ

 ἀλλ' ἐφ' ᾧ ἐλπίδα ἔχειν μετὰ ταύτην τὴν πρόσκαιρον καὶ βραχείαν ἀπόλαυσιν καὶ τῶν αἰωνίων καὶ ὑπερφυῶν τυχεῖν ἀγαθῶν. τοῦτο γὰρ δηλοῖ τὸ καὶ ὁ ἀλοῶν τ

 διασκεδάζει καὶ παύει αὐτόν, ὥστε καὶ ὑμᾶς δύνασθαι διὰ τὸ ὀλίγον χρόνον ἐνοχλεῖν ὑμᾶς ὑπενεγκεῖν αὐτόν· ἢ ὅτι σὺν τῷ πειρασμῷ ποιήσει καὶ τὴν ἐπὶ τῇ

 τότε εὐχαρίστως ἐσθίειν ὡς τοῦ κυρίου παρασχόντος ἡμῖν εἰς βρῶσιν ταῦτα, καὶ νῦν εἰκότως μὴ ἐσθίειν ὡς φυλαττομένους σκανδαλίζειν τοὺς τοῦ κυρίου δούλ

 ἐφ' οἷς ἐπαινεῖσθαι αὐτοῖς ἐνῆν, ἀντὶ τούτου παραγγελίας καὶ τὸ μὴ ἐπαινεῖσθαι ἑαυτοῖς ἐπεσπάσαντο. διὰ τί δὲ οὐκ ἐπαινεῖ τὸ συνέρχεσθαι; ὅτι οὐκ ἐπὶ

 νοήματος καὶ εἰπών· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτός ἐστι θεός, ἐπισυνάπτει λέγων· ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμ

 ἀλλὰ καὶ ἄθλιοι παντελῶς, ὡς ἐκεῖνοι οἱ λέγοντες· κύριε, οὐ τῷ σῷ ὀνόματι τάδε καὶ τάδε ἐποιήσαμεν; οἷς ἀπεῖπεν ὁ δεσπότης μήτε εἰδέναι αὐτούς ποτε οὐ

 γινώσκομεν. ἀντὶ ἐκ μέρους γάρ· αἰτία γάρ ἐστι τοῦ διὰ τί μέλλουσι καταργηθῆναι καὶ παύσασθαι. Ὅτε ἤμην νήπιος. νηπιότητι γὰρ ἔοικεν ἡ παροῦσα γνῶσις

 ἐκεῖνος ἐμοὶ βάρβαρος. εἰ δὲ ὡς ὕστερον ἐρρήθη ἐκληψόμεθα, τό τε ἄφωνον ἀντὶ τοῦ ἄσημον ἐκληψόμεθα, καὶ ὁ νοῦς τοιοῦτος· πολλὰ γένη φωνῶν ἐστὶν ἐν κόσ

 εὐχαριστεῖς ἢ ἄλλο τι λαλεῖς, ὁ δὲ ἀκροατὴς οὐδὲν κερδαίνει, οὐδὲν ὠφελεῖται ἀπὸ σοῦ. 1Kor 14,19 ∆ιὰ τοῦ νοός μου λαλῆσαι, τοῦτ' ἔστι διὰ τῆς τοῦ νοός

 διαφθείρουσι, καὶ γὰρ ῥανὶς ἐνδελεχοῦσα κοιλαίνει πέτραν. διὰ τοῦτο δὲ παραινεῖ αὐτοὺς ἐκτρέπεσθαι τὰς ὁμιλίας τῶν μοχθηρῶν, καὶ μὴ θαρροῦντας ἑαυτοῖς

 καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. τὸ φορέσομεν εἰ μὲν διὰ τοῦ ˉο βραχέος γραπτέον, προαγόρευσίς ἐστιν ἐξ ἀκολουθίας ληφθεῖσα τοῦ μέλλοντος, καὶ ἀποφάσεως

 χρόνον ἐπιμεῖναι πρὸς ὑμᾶς. τὸ δὲ ἐὰν ὁ κύριος ἐπιτρέπῃ, ἑρμηνεία ἐστὶ τοῦ εἰρημένου ἄνωθεν τοῦ πρὸς ὑμᾶς δὲ τυχὸν καὶ παραμενῶ. διὰ τί εἶπον τυχόν; ὅ

ἔταξε καὶ ἐμέρισε κατὰ τὸ ἑκάστῳ συμφέρον, οὐκ ὀφείλει ὁ πιστὸς ἀπίστῳ συναφθεὶς δυσφορεῖν ἢ ἀγωνιᾶν καὶ λύσιν ἐπιζητεῖν, ἀλλὰ καθὼς ἐκλήθη ἕκαστος, τούτῳ ἐμμένειν καὶ περιπατεῖν. 559 1Kor 7,18-19 Περιτετμημένος τις ἐκλήθη; φησίν· μὴ ἐπισπάσθω. Ὁ ἅγιος Ἐπιφάνιος τοῦτό φησιν, ὅτι διά τινος θεραπείας φαρμακευτικῆς δύναταί τις ποιῆσαι τὸν ἐμπερίτομον ἀκρόβυστον, καὶ ὅτι ταύτης τῆς ἐπινοίας πρῶτος εὑρετὴς γέγονεν Ἠσαῦ. καὶ διὰ τοῦτό φησιν ὁ θεός· τὸν Ἠσαῦ ἐμίσησα. Ἡ περιτομὴ οὐδέν ἐστιν. οὔτε ἡ περιτομή, φησίν, ὅσον τὸ καθ' αὑτὴν δύναταί τινα ὠφελῆσαι, οὔτε ἡ ἀκροβυστία· ἡ δὲ ὠφέλεια διὰ τὴν τήρησιν τῆς ἐντολῆς παραγίνεται ὁμοίως καὶ τῇ περιτομῇ καὶ τῇ ἀκροβυστίᾳ. τῶν γὰρ ἐν ἀνθρώποις πράξεων αἱ μὲν καθ' αὑτὰς ἔχουσι τὸ χρήσιμον, καὶ εἰ μὴ ὦσιν ἐντολῆς ἠρτημέναι θείας, οἷον ἡ δικαιοσύνη καὶ τὰ ὅμοια, αἱ δὲ διὰ μόνην τὴν ἐντολήν, ὡς τὰ πλεῖστα τῶν ἐν τῷ νόμῳ. 1Kor 7,21-22 Ἵνα μὴ τοῖς δούλοις ἐμπόδιον πρὸς τὴν εὐσέβειαν ἡ δουλεία νομισθῇ, διαρρήδην φησίν, ὅτι τοῦτο τοσοῦτον ἀπέχει τοῦ ἐμποδὼν εἶναι, ὥστε οὐδ' ἐν φροντίδι εἶναι δεῖ περὶ αὐτῆς. μὴ γὰρ μελέτω σοι, φησίν· ἀλλ' εἰ καὶ δύνασαι διά τινος σπουδῆς καὶ ἐπιμελείας ἐλεύθερος γενέσθαι, ἔα τοῦτο καὶ κέχρησο μᾶλλον τῇ δουλείᾳ· οὐδ' οὕτως οὐδὲν ἐλαττοῦσαι τοῦ δεσπότου. ἀπελεύθερος γὰρ εἶ ὥσπερ κἀκεῖνος τοῦ κοινοῦ δεσπότου· δοῦλος μὲν γὰρ εἶ τοῦ κοινοῦ δεσπότου ὥσπερ κἀκεῖνος, καὶ ἀπελεύθερος πάλιν ὥσπερ ἐκεῖνος. τί οὖν σοι τῆς σωματικῆς μέλει δουλείας, τῆς μήτε ἐλαττούσης μήτε τῷ δουλευομένῳ μεῖζόν τι προστιθείσης, ἀλλ' ἑκάτερον μηδὲν εἰς τὸ τυχεῖν τῶν ἴσων παραβλαπτούσης; 1Kor 7,25-28 Ὡς ἠλεημένος ὑπὸ κυρίου ἀξιόπιστος εἶναι εἰς τὸ παραινεῖν ὑμᾶς καὶ διδάσκειν τὰ συμφέροντα. καὶ ταύτην ὑμῖν ἀποφαίνομαι τὴν συμβουλὴν καὶ γνώμην. 560 ∆ιὰ τὴν ἐνεστῶσαν ἀνάγκην. τὸν διωγμὸν οἶμαι λέγειν αὐτὸν ἐνταῦθα, τὸν ἀπὸ τῶν ἀπίστων τοῖς πιστοῖς ἐπανατεινόμενον, καὶ τὰς ἄλλας ἐπηρείας καὶ κακώσεις ἃς ὑπέμενον· τοῦτο γὰρ ἀκόλουθον ἐνεστῶσαν ἀνάγκην αὐτὸν καλεῖν. ἐπειδὴ γὰρ παραίνεσιν ὑψηλὴν καὶ μεγάλην ἠθέλησε ποιήσασθαι, μετὰ περιστάσεως αὐτὴν ἔδοξεν εἰσάγειν. καλόν, φησίν, ἡ παρθενία καὶ διὰ τὴν ἐνεστῶσαν τῶν πειρασμῶν φοράν· ῥᾷον γὰρ καὶ ἀκοπώτερον ταύτας οἴσομεν ἢ γυναῖκας καὶ τέκνα ἐν διωγμοῖς καὶ μυρίαις ταλαιπωρίαις συνεπαγόμενοι. καταμεριζομένης γὰρ εἰς πολλὰ πάθη τῆς ψυχῆς ἐν ἀφορήτῳ κακῷ ἀνάγκη καταβαπτισθῆναι τὸν ἄνθρωπον· μόνον δὲ ὄντα καὶ τοῖς ἑτέρων πάθεσι μὴ κατατεμνόμενον, εὐχερὲς τῆς τῶν κακῶν ὑπερανασχεῖν τρικυμίας. εἶτα ἵνα μή τις εἴπῃ· οὐκοῦν καὶ ὁ φθάσας γάμῳ κοινωνῆσαι ἄμεινον ποιήσει λύων τὸν γάμον, ἐπήγαγεν· μὴ γένοιτο τοῦτο γὰρ δηλοῖ διὰ τοῦ εἰπεῖν· δέδεσαι γυναικί; μὴ ζήτει λύσιν , ἀλλ' ὥσπερ, φησίν, ὁ δεδεμένος οὐκ ὀφείλει λύσιν ζητεῖν, οὕτως οὐδὲ ὁ λελυμένος δεσμὸν ἑαυτῷ ὀφείλει περινοεῖν. τὸ δὲ λέλυσαι διχῶς ἐστιν ἐκλαβεῖν, ἢ ὅτι οὔπω ὅλως ἐδέθης, ἢ ὅτι λυθεὶς ἀφ' οὗ ἐδέθης δεσμοῦ, οὐκ ὀφείλεις ἄλλῳ γυναικὸς δεσμῷ πάλιν συνδεθῆναι. Τὸ ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες καὶ ἐφεξῆς, τοῖς ἄνω καθ' ὑπερβατὸν συντακτέον, οἷον· καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι, ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες καὶ ἑξῆς. οὐ γὰρ δεῖ συνάπτειν αὐτὸ τῷ λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα. ἐὰν δὲ καὶ γήμῃς, οὐχ ἥμαρτες. πρῶτον μὲν γὰρ ἀνακόλουθος οὕτω λαμβανομένη ἡ ἔννοια· τί γὰρ τῷ γεγαμηκότι ἤδη καὶ διαλυθέντι προσήκει λέγειν· ἐὰν δὲ καὶ γήμῃς· τοῦτο γὰρ τοῖς μήπω γεγαμηκόσιν ἁρμόδιον. ἔπειτα δὲ καὶ μέγα ἐστὶν ἁμάρτημα, λυσάμενον ἀπὸ τῆς γυναικὸς ἄλλην γήμασθαι· ὥστε οὐκ ἐγχωρεῖ οὕτως συνάψαι τὸ χωρίον, ἀλλ' ὡς πρότερον εἴρηται. καὶ γὰρ καὶ πρὸ ὀλίγου φησίν· ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος. διά τε οὖν τὰ προειρημένα καὶ τὸ νῦν εἰρημένον, ἵνα μὴ ἐναντία λέγειν ἑαυτῷ δόξῃ, καθ' ὑπερβατὸν συντακτέον. εἰ δὲ τὸ λέλυσαι οὐχὶ πρὸς τοὺς συναφθέντας, εἶτα διαλυθέντας ἀκούσεις, ἀλλ' ἁπλῶς πρὸς τοὺς μὴ συνελθόντας ὅλως εἰς γάμου κοινωνίαν, ἀλλὰ λελυμένους ὄντας τοῦ τοιούτου δεσμοῦ, ἐγχωρεῖ καὶ κατὰ πόδα ἡ