Fragmenta in epistulam I ad 1Kor inthios (in catenis) 544 1Kor 1,1-3 Μὴ γὰρ νομίσητε ὅτι ἐμαυτῷ περιποιούμενος τὸ τῆς διδασκαλίας ἀξίωμα, ὑμᾶς μέλλω κ

 τί γάρ ἐστι σοφώτερον ἢ εἰς γνῶσιν ἄμεινον καὶ λαμπρότερον τοῦ μαθεῖν καὶ διδάξαι ὅτι σταυρῷ καὶ θανάτῳ κατήργηται θάνατος, καὶ τὸ ἡμέτερον τῶν ἀνθρώπ

 πνευματικὸς οὐ δεῖται ἀνακρίσεως, ἀλλ' αὐτὸς πνευματικῶς καὶ θεοσόφως ἅπαντα δοκιμάζων καὶ κρίνων, τελειοῦται τῇ γνώσει τοῦ πνεύματος. διὸ ὑπ' οὐδενὸς

 ἀνθρώπων μάταιοί εἰσιν καὶ οἱ σοφοὶ ἐν τῇ πανουργίᾳ αὐτῶν μᾶλλον ἁλίσκονται ἤπερ τι κέρδος ἐξ αὐτῆς ἔχουσιν, δῆλον ὅτι οὔτε σοφία ἀνθρωπίνη οὔτε λογισ

 ὧν μὲν καθήψατο, τούτους εἰς ἀπόγνωσιν ἐμβάλλῃ, ἢ εἰς ὀργὴν καὶ φιλονεικίαν μείζονα ἀνάψῃ, ὧν δ' ἐπὶ τοῖς ἐλέγχοις οὐκ ἐμνήσθη, τούτους δὲ ἄρα διὰ τοῦ

 5,9-11 Ἔγραψα ὑμῖν. ποῦ ἔγραψεν; ἐν οἷς λέγει· καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τοιοῦτος, οὐχὶ ὁ δεῖνα ἢ ὁ δεῖνα, ἀλλ' ὅστις ἂν

 ἀσθενές ἐστι καὶ ἀδύνατον εἰς τὸ διαλύειν τὰς δίκας ὑμῖν καὶ τὰς φιλονεικίας, ἀλλ' οὖν εἰ καὶ ἀσθενεῖς καθ' ὑμᾶς καὶ ἐξουθενημένοι ὦσιν οἱ πιστοὶ καὶ

 πνεῦμά ἐστιν. μονοειδής ἐστιν ὅλος, γίνεται πνευματικὸς τῇ πρὸς τὸν κύριον ἑνώσει, οὐκ ἐπισύρεται τὰ σαρκικὰ πάθη, οὐδὲ σχίζεται εἰς διπλόην τινὰ θεῷ

 ἔταξε καὶ ἐμέρισε κατὰ τὸ ἑκάστῳ συμφέρον, οὐκ ὀφείλει ὁ πιστὸς ἀπίστῳ συναφθεὶς δυσφορεῖν ἢ ἀγωνιᾶν καὶ λύσιν ἐπιζητεῖν, ἀλλὰ καθὼς ἐκλήθη ἕκαστος, τ

 σύνταξις. 1Kor 7,34 Μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος, τοῦτ' ἔστι πολλή ἐστιν ἡ ἀναμεταξὺ αὐτῶν παραλλαγὴ καὶ διαφορά. καὶ ἐπάγει λοιπὸν τὰς διαφορ

 ἀλλ' ἐφ' ᾧ ἐλπίδα ἔχειν μετὰ ταύτην τὴν πρόσκαιρον καὶ βραχείαν ἀπόλαυσιν καὶ τῶν αἰωνίων καὶ ὑπερφυῶν τυχεῖν ἀγαθῶν. τοῦτο γὰρ δηλοῖ τὸ καὶ ὁ ἀλοῶν τ

 διασκεδάζει καὶ παύει αὐτόν, ὥστε καὶ ὑμᾶς δύνασθαι διὰ τὸ ὀλίγον χρόνον ἐνοχλεῖν ὑμᾶς ὑπενεγκεῖν αὐτόν· ἢ ὅτι σὺν τῷ πειρασμῷ ποιήσει καὶ τὴν ἐπὶ τῇ

 τότε εὐχαρίστως ἐσθίειν ὡς τοῦ κυρίου παρασχόντος ἡμῖν εἰς βρῶσιν ταῦτα, καὶ νῦν εἰκότως μὴ ἐσθίειν ὡς φυλαττομένους σκανδαλίζειν τοὺς τοῦ κυρίου δούλ

 ἐφ' οἷς ἐπαινεῖσθαι αὐτοῖς ἐνῆν, ἀντὶ τούτου παραγγελίας καὶ τὸ μὴ ἐπαινεῖσθαι ἑαυτοῖς ἐπεσπάσαντο. διὰ τί δὲ οὐκ ἐπαινεῖ τὸ συνέρχεσθαι; ὅτι οὐκ ἐπὶ

 νοήματος καὶ εἰπών· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτός ἐστι θεός, ἐπισυνάπτει λέγων· ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμ

 ἀλλὰ καὶ ἄθλιοι παντελῶς, ὡς ἐκεῖνοι οἱ λέγοντες· κύριε, οὐ τῷ σῷ ὀνόματι τάδε καὶ τάδε ἐποιήσαμεν; οἷς ἀπεῖπεν ὁ δεσπότης μήτε εἰδέναι αὐτούς ποτε οὐ

 γινώσκομεν. ἀντὶ ἐκ μέρους γάρ· αἰτία γάρ ἐστι τοῦ διὰ τί μέλλουσι καταργηθῆναι καὶ παύσασθαι. Ὅτε ἤμην νήπιος. νηπιότητι γὰρ ἔοικεν ἡ παροῦσα γνῶσις

 ἐκεῖνος ἐμοὶ βάρβαρος. εἰ δὲ ὡς ὕστερον ἐρρήθη ἐκληψόμεθα, τό τε ἄφωνον ἀντὶ τοῦ ἄσημον ἐκληψόμεθα, καὶ ὁ νοῦς τοιοῦτος· πολλὰ γένη φωνῶν ἐστὶν ἐν κόσ

 εὐχαριστεῖς ἢ ἄλλο τι λαλεῖς, ὁ δὲ ἀκροατὴς οὐδὲν κερδαίνει, οὐδὲν ὠφελεῖται ἀπὸ σοῦ. 1Kor 14,19 ∆ιὰ τοῦ νοός μου λαλῆσαι, τοῦτ' ἔστι διὰ τῆς τοῦ νοός

 διαφθείρουσι, καὶ γὰρ ῥανὶς ἐνδελεχοῦσα κοιλαίνει πέτραν. διὰ τοῦτο δὲ παραινεῖ αὐτοὺς ἐκτρέπεσθαι τὰς ὁμιλίας τῶν μοχθηρῶν, καὶ μὴ θαρροῦντας ἑαυτοῖς

 καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. τὸ φορέσομεν εἰ μὲν διὰ τοῦ ˉο βραχέος γραπτέον, προαγόρευσίς ἐστιν ἐξ ἀκολουθίας ληφθεῖσα τοῦ μέλλοντος, καὶ ἀποφάσεως

 χρόνον ἐπιμεῖναι πρὸς ὑμᾶς. τὸ δὲ ἐὰν ὁ κύριος ἐπιτρέπῃ, ἑρμηνεία ἐστὶ τοῦ εἰρημένου ἄνωθεν τοῦ πρὸς ὑμᾶς δὲ τυχὸν καὶ παραμενῶ. διὰ τί εἶπον τυχόν; ὅ

ὧν μὲν καθήψατο, τούτους εἰς ἀπόγνωσιν ἐμβάλλῃ, ἢ εἰς ὀργὴν καὶ φιλονεικίαν μείζονα ἀνάψῃ, ὧν δ' ἐπὶ τοῖς ἐλέγχοις οὐκ ἐμνήσθη, τούτους δὲ ἄρα διὰ τοῦτο τύφου μᾶλλον καὶ ἀπονοίας ἐμπλήσῃ. διὸ εἰκότως ἐξ ὀνόματος οὐ καθήψατο, ἀλλ' εἰς ἑαυτὸν καὶ Ἀπολλὼ τὸν ἔλεγχον μετασχηματίσας, καθαρὰν καὶ εὐπρόσοδον τὴν νουθέτησιν κοινὴν ἅπασιν ἐποιήσατο. 552 1Kor 4,8-9 ∆υνατὸν κατ' ἀπόφασιν καὶ ἐξ εὐθείας λαβεῖν τὸ ῥητόν. δοκῶ γάρ, φησίν, ὅτι ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους κήρυκας καὶ διδασκάλους ὑμῶν προεστήσατο, μεθ' οὓς οὐκ ἄν τις ἄλλους ἀλλαχόθεν ποθὲν ἀναφανέντας ὀφείλει προσδέχεσθαι· οὐ γὰρ ἂν εἴποιεν ὅτι καὶ αὐτοὶ ἀπὸ Χριστοῦ ἀπεστάλησαν, ἡμεῖς γάρ ἐσμεν οἱ ἐπιθανάτιοι ἀποσταλέντες. τὸ δὲ οἱ ἐπιθανάτιοι διχῶς ἂν νοηθείη· ἢ ὅτι οἱ κατ' αὐτὸν τὸν θάνατον κυρωθέντες εἶναι μαθηταί, συντάττων καὶ ἑαυτὸν τοῖς ἄλλοις μαθηταῖς, καὶ ἀπὸ τῶν πλειόνων οὕτω πάντας ὀνομάζων· ἢ μεταφορικῶς τὸ ἐπιθανάτιοι οἷον οἱ βέβαιοι, οἱ ἀληθινοί, μεθ' οὓς οὔκ εἰσιν ἄλλοι, ἀπὸ τῶν ἐπιθανατίων διαθηκῶν· αὗται γάρ εἰσι βέβαιοι καὶ ἀμετακίνητοι. αἵ τε γὰρ πρὸ αὐτῶν κινοῦνται, καὶ αἱ μετὰ ταύτας πλασταὶ καὶ κίβδηλοι καὶ ἀπόβλητοι νόμῳ τυγχάνουσιν. καὶ τὸ δοκῶ δὲ οὐ δισταγμοῦ, ἀλλ' ἤθους ἐστὶν ἐμφαντικόν. εἶτα καὶ πόθεν δῆλον, φησίν, ὅτι ἔσχατοι καὶ τελευταῖοι καὶ μεθ' οὓς οὐκ ἔστιν ἄλλους ἄλλα κηρύσσοντας ἀποδειχθῆναι· θέατρον ἐγενήθημεν τῷ κόσμῳ, φησίν. ὁ κόσμος, φησίν, αὐτὸς καὶ ἡ οἰκουμένη τοῦτο μαρτυρεῖ, καὶ οὐ μόνον ἄνθρωποι ἀλλὰ καὶ αἱ ἄνω τῶν ἀγγέλων τάξεις. πῶς οὖν ὑμεῖς ὡς ἀρχηγοὶ καινῆς διδασκαλίας καὶ καθηγηταὶ φυσιοῦσθε καὶ ἐπαίρεσθε; εἰ μὲν γὰρ ἃ παρ' ἡμῶν παρειλήφατε διδάσκετε, μαθηταί ἐστε καὶ μάτην ἐφυσιώθητε· εἰ δὲ ἕτερα παρ' ἃ παρειλήφατε, γινώσκετε ὅτι ἡμεῖς ἐσμεν οὓς ἐσχάτους καὶ τελευταίους καὶ ἐπιθανατίους ὁ θεὸς ἀπέδειξεν. πόθεν οὖν ὑμεῖς παρειληφότες διδάσκετε; εἰ γὰρ ἡμεῖς ἐσμεν οὓς ὁ Χριστὸς τελευταίους καὶ ἐπιθανατίους ἀποστόλους ἀπέδειξεν, δῆλον ὅτι εἴ τι χρηστὸν παρειλήφατε μάθημα καὶ κατόρθωμα, ἐκ τῶν ἡμετέρων πόνων καὶ τῆς διδασκαλίας ὑμῖν προσγεγόνασιν. εἴθε οὖν ἐν τούτοις ἐπλουτήσατε, εἴθε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν οἱ τὰ σπέρματα τῆς θεογνωσίας καὶ τῶν ἀρετῶν καταβαλόντες συμβασιλεύσωμεν. ἀλλὰ δέδοικα, μὴ οὐχ οὕτως ἔχῃ τὰ ὑμέτερα. 1Kor 4,19 Καὶ γνώσομαι οὐ τὸν λόγον· οὐ γὰρ λόγων, φησί, χρεία ἀλλὰ τοῦ ἔργον ποιεῖν πνευματικόν. οὐκ ἂν γὰρ λόγοι χωρὶς ἔργων εἰσενέγκοιεν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, δύναμιν γάρ φησι τὴν τῶν ἔργων ἐπίδειξιν. 553 1Kor 5,1 Εἰ ἃ πράττεται ἐν τοῖς ἔθνεσιν, ταῦτα καὶ ἐν ὑμῖν μόνον ἀκουόμενα μέγα ὄνειδος φέρει, τὸ καὶ ὁμοίως ἔν τε τοῖς ἔθνεσι καὶ ἐν ὑμῖν τοῖς πιστοῖς τὰ αὐτὰ αἴσχη πράττεσθαι, πόσην τὴν κατηγορίαν αὔξει; εἰ δὲ τοῦτο, τὸ πράττεσθαι ἐν ὑμῖν ἃ μηδ' ἐν ἐκείνοις, τίνα κακίαν οὐχ ὑπερακοντίζει; τὸ δὲ ὅλως ἀκούεται ὡς ἐκπεπληγμένου ἐπὶ τῇ φήμῃ καὶ ἀσχάλλοντος. φεῦ τῆς ἀτοπίας. ὅλως, φησίν, ἀκούεται; ὅλως ἐπὶ γλώσσης τινὸς ταῦτα λέγειν περὶ ὑμῶν ἐγκατέσκηψεν; 1Kor 5,6-8 Καθώς ἐστε ἄζυμοι· καθώς, φησί, χρέος ὑμῖν ἐστιν ἀζύμοις εἶναι. πόθεν δὲ δῆλον ὅτι ἄζυμοι ὀφείλομεν εἶναι; αὐτόθεν φανερόν· τὸ γὰρ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός. ὥσπερ οὖν οἱ ἐν τῷ νόμῳ βιοῦντες θυομένου αὐτοῖς τοῦ προσκαίρου καὶ ἀλόγου ἀμνοῦ ἐν ἑπτὰ ἡμέραις ἄζυμοι ἦσαν οὐ γὰρ ἐξῆν αὐτοῖς ἐζυμωμένον οὔτε ἔχειν οἴκοι οὔτε φαγεῖν, οὕτως καὶ ὑμεῖς τοῦ αἰωνίου καὶ λογικοῦ ἀμνοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου ὑπὲρ ἡμῶν τυθέντος· τοῦτο γάρ ἐστι τὸ ἡμέτερον πάσχα. οὕτως ὀφείλομεν ἄζυμοι ἀεὶ καὶ καινὸν φύραμα εἶναι, μηδὲν τῆς παλαιᾶς ζύμης ἤτοι τῆς ἁμαρτίας ἑαυτοῖς συνεπιφερόμενοι. ὅρα δὲ πῶς καταλλήλως καὶ προσφυῶς ἐπέμεινε τῇ τροπῇ· ἐπειδὴ γὰρ τοῦ πεπορνευκότος τὴν ἁμαρτίαν ζύμην ἐκάλεσεν, ἐμφαίνων ὅτι μὴ ἐκκαθαιρομένης ταύτης ταχὺ καὶ τὸ ἄλλο συναναζυμοῦται φύραμα, ἀκολούθως ἥρμοσε καὶ τὰ ἐφεξῆς, ζύμην παλαιὰν καὶ νέον φύραμα καὶ ἀζύμους τὰς ἀρετὰς καὶ κακίας τούτοις τοῖς ὀνόμασιν ὑποδηλῶν. 1Kor