Fragmenta in epistulam I ad 1Kor inthios (in catenis) 544 1Kor 1,1-3 Μὴ γὰρ νομίσητε ὅτι ἐμαυτῷ περιποιούμενος τὸ τῆς διδασκαλίας ἀξίωμα, ὑμᾶς μέλλω κ

 τί γάρ ἐστι σοφώτερον ἢ εἰς γνῶσιν ἄμεινον καὶ λαμπρότερον τοῦ μαθεῖν καὶ διδάξαι ὅτι σταυρῷ καὶ θανάτῳ κατήργηται θάνατος, καὶ τὸ ἡμέτερον τῶν ἀνθρώπ

 πνευματικὸς οὐ δεῖται ἀνακρίσεως, ἀλλ' αὐτὸς πνευματικῶς καὶ θεοσόφως ἅπαντα δοκιμάζων καὶ κρίνων, τελειοῦται τῇ γνώσει τοῦ πνεύματος. διὸ ὑπ' οὐδενὸς

 ἀνθρώπων μάταιοί εἰσιν καὶ οἱ σοφοὶ ἐν τῇ πανουργίᾳ αὐτῶν μᾶλλον ἁλίσκονται ἤπερ τι κέρδος ἐξ αὐτῆς ἔχουσιν, δῆλον ὅτι οὔτε σοφία ἀνθρωπίνη οὔτε λογισ

 ὧν μὲν καθήψατο, τούτους εἰς ἀπόγνωσιν ἐμβάλλῃ, ἢ εἰς ὀργὴν καὶ φιλονεικίαν μείζονα ἀνάψῃ, ὧν δ' ἐπὶ τοῖς ἐλέγχοις οὐκ ἐμνήσθη, τούτους δὲ ἄρα διὰ τοῦ

 5,9-11 Ἔγραψα ὑμῖν. ποῦ ἔγραψεν; ἐν οἷς λέγει· καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τοιοῦτος, οὐχὶ ὁ δεῖνα ἢ ὁ δεῖνα, ἀλλ' ὅστις ἂν

 ἀσθενές ἐστι καὶ ἀδύνατον εἰς τὸ διαλύειν τὰς δίκας ὑμῖν καὶ τὰς φιλονεικίας, ἀλλ' οὖν εἰ καὶ ἀσθενεῖς καθ' ὑμᾶς καὶ ἐξουθενημένοι ὦσιν οἱ πιστοὶ καὶ

 πνεῦμά ἐστιν. μονοειδής ἐστιν ὅλος, γίνεται πνευματικὸς τῇ πρὸς τὸν κύριον ἑνώσει, οὐκ ἐπισύρεται τὰ σαρκικὰ πάθη, οὐδὲ σχίζεται εἰς διπλόην τινὰ θεῷ

 ἔταξε καὶ ἐμέρισε κατὰ τὸ ἑκάστῳ συμφέρον, οὐκ ὀφείλει ὁ πιστὸς ἀπίστῳ συναφθεὶς δυσφορεῖν ἢ ἀγωνιᾶν καὶ λύσιν ἐπιζητεῖν, ἀλλὰ καθὼς ἐκλήθη ἕκαστος, τ

 σύνταξις. 1Kor 7,34 Μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος, τοῦτ' ἔστι πολλή ἐστιν ἡ ἀναμεταξὺ αὐτῶν παραλλαγὴ καὶ διαφορά. καὶ ἐπάγει λοιπὸν τὰς διαφορ

 ἀλλ' ἐφ' ᾧ ἐλπίδα ἔχειν μετὰ ταύτην τὴν πρόσκαιρον καὶ βραχείαν ἀπόλαυσιν καὶ τῶν αἰωνίων καὶ ὑπερφυῶν τυχεῖν ἀγαθῶν. τοῦτο γὰρ δηλοῖ τὸ καὶ ὁ ἀλοῶν τ

 διασκεδάζει καὶ παύει αὐτόν, ὥστε καὶ ὑμᾶς δύνασθαι διὰ τὸ ὀλίγον χρόνον ἐνοχλεῖν ὑμᾶς ὑπενεγκεῖν αὐτόν· ἢ ὅτι σὺν τῷ πειρασμῷ ποιήσει καὶ τὴν ἐπὶ τῇ

 τότε εὐχαρίστως ἐσθίειν ὡς τοῦ κυρίου παρασχόντος ἡμῖν εἰς βρῶσιν ταῦτα, καὶ νῦν εἰκότως μὴ ἐσθίειν ὡς φυλαττομένους σκανδαλίζειν τοὺς τοῦ κυρίου δούλ

 ἐφ' οἷς ἐπαινεῖσθαι αὐτοῖς ἐνῆν, ἀντὶ τούτου παραγγελίας καὶ τὸ μὴ ἐπαινεῖσθαι ἑαυτοῖς ἐπεσπάσαντο. διὰ τί δὲ οὐκ ἐπαινεῖ τὸ συνέρχεσθαι; ὅτι οὐκ ἐπὶ

 νοήματος καὶ εἰπών· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτός ἐστι θεός, ἐπισυνάπτει λέγων· ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμ

 ἀλλὰ καὶ ἄθλιοι παντελῶς, ὡς ἐκεῖνοι οἱ λέγοντες· κύριε, οὐ τῷ σῷ ὀνόματι τάδε καὶ τάδε ἐποιήσαμεν; οἷς ἀπεῖπεν ὁ δεσπότης μήτε εἰδέναι αὐτούς ποτε οὐ

 γινώσκομεν. ἀντὶ ἐκ μέρους γάρ· αἰτία γάρ ἐστι τοῦ διὰ τί μέλλουσι καταργηθῆναι καὶ παύσασθαι. Ὅτε ἤμην νήπιος. νηπιότητι γὰρ ἔοικεν ἡ παροῦσα γνῶσις

 ἐκεῖνος ἐμοὶ βάρβαρος. εἰ δὲ ὡς ὕστερον ἐρρήθη ἐκληψόμεθα, τό τε ἄφωνον ἀντὶ τοῦ ἄσημον ἐκληψόμεθα, καὶ ὁ νοῦς τοιοῦτος· πολλὰ γένη φωνῶν ἐστὶν ἐν κόσ

 εὐχαριστεῖς ἢ ἄλλο τι λαλεῖς, ὁ δὲ ἀκροατὴς οὐδὲν κερδαίνει, οὐδὲν ὠφελεῖται ἀπὸ σοῦ. 1Kor 14,19 ∆ιὰ τοῦ νοός μου λαλῆσαι, τοῦτ' ἔστι διὰ τῆς τοῦ νοός

 διαφθείρουσι, καὶ γὰρ ῥανὶς ἐνδελεχοῦσα κοιλαίνει πέτραν. διὰ τοῦτο δὲ παραινεῖ αὐτοὺς ἐκτρέπεσθαι τὰς ὁμιλίας τῶν μοχθηρῶν, καὶ μὴ θαρροῦντας ἑαυτοῖς

 καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. τὸ φορέσομεν εἰ μὲν διὰ τοῦ ˉο βραχέος γραπτέον, προαγόρευσίς ἐστιν ἐξ ἀκολουθίας ληφθεῖσα τοῦ μέλλοντος, καὶ ἀποφάσεως

 χρόνον ἐπιμεῖναι πρὸς ὑμᾶς. τὸ δὲ ἐὰν ὁ κύριος ἐπιτρέπῃ, ἑρμηνεία ἐστὶ τοῦ εἰρημένου ἄνωθεν τοῦ πρὸς ὑμᾶς δὲ τυχὸν καὶ παραμενῶ. διὰ τί εἶπον τυχόν; ὅ

ἀλλὰ καὶ ἄθλιοι παντελῶς, ὡς ἐκεῖνοι οἱ λέγοντες· κύριε, οὐ τῷ σῷ ὀνόματι τάδε καὶ τάδε ἐποιήσαμεν; οἷς ἀπεῖπεν ὁ δεσπότης μήτε εἰδέναι αὐτούς ποτε οὐ γὰρ καλῶς ἐχρήσαντο τῷ χαρίσματι , ἀλλὰ καὶ ἀποχωρεῖν κατὰ κεφαλὴν ἔπραττεν· οἷος ἦν καὶ ὁ μὴ ἀκολουθῶν τῷ Χριστῷ καὶ σημεῖα ποιῶν· οἷος αὐτὸς ὁ Ἰούδας. αὐτὸς δὲ ταῦτα μὲν τέως οὐ καταλέγει, ἀπὸ τῶν σωματικῶς δ' εἰρημένων αὐτῷ καὶ τοῦτο κατασκευάζει, ὅτι οὐκ ἀνάγκη μείζους νομίζειν τοὺς λογιζομένους μεῖζον εἰληφέναι χάρισμα, τοὐναντίον δ' ἔσθ' ὅτε καὶ ἐλάττους· φησὶ γὰρ ὅτι τὰ ἀσχήμονα ἡμῶν εὐσχημοσύνην περισσοτέραν περιτιθέαμεν, καὶ τὰ ἀτιμότερα τιμὴν περισσοτέραν. μὴ ἄρα διὰ τοῦτο καὶ τιμιώτερα καὶ εὐσχημονέστερα τῶν τιμιωτέρων καὶ εὐσχημονεστέρων εἰσίν. οὕτω καὶ ὁ θεός, φησί, ἐνίοτε τῷ ὑστεροῦντι πλεῖον δίδωσι χάρισμα, τῷ δὲ αὐτάρκως καὶ ἱκανῶς ἔχοντι ῥυθμίσαι ἑαυτὸν ἔλαττον. μὴ οὖν ὑμῖν ἀθυμητέον ἔλαττον δοκοῦσιν ἔχειν χάρισμα, ἐπεὶ καὶ ἡμεῖς αὐτοὶ τὰ εὐσχημονέστερα καὶ τιμιώτερα ἡμῶν μέλη, ἅτε οὐ πολλῆς ἔχοντα χρείαν εὐσχημοσύνης, ἐφ' ἧς εἰσι κοσμιότητος καὶ σεμνότητος μένειν ἐῶντες, τοῖς ἀτιμοτέροις καὶ ἀσχημονεστέροις τιμὴν καὶ εὐσχημοσύνην περιτιθέαμεν. ὥστε ἐκ τοῦ ἔλαττον λαβεῖν μᾶλλόν ἐστιν εὐθυμεῖν καὶ εὐχαριστεῖν, ὅτι οὕτω κατ' ἀρχὰς ἔπλασεν ὁ πάντα σοφῶς καὶ ἀκαταλήπτως θεὸς ἡμῶν ποιῶν, ὥστε ἐλαττόνων δεῖσθαι εἰς αὐτάρκειαν καὶ τελείωσιν. ταῦτα δέ φησι τούς τε ἔλαττον δοκοῦντας ἔχειν ἐπὶ τῇ ἀθυμίᾳ παρακαλῶν, καὶ τοὺς πλέον λαβεῖν οἰομένους τῆς οἰήσεως κατασπῶν. τί φυσᾷς ἑαυτὸν πλέον ἔχειν δοκῶν; ἀσθενείας σου τοῦτο μαρτύριόν ἐστιν, ὅτι πλειόνων ἐδεήθης. τί καταπίπτεις ἔλαττον ἔχειν δοκῶν; ἰσχύος σου τοῦτο τεκμήριόν ἐστιν, ὅτι ἐλαττόνων σε δεηθέντα παρέδειξεν ὁ θεός. καὶ σκόπει πῶς ἤρξατο μὲν κατὰ βραχὺ πρὸς τὴν χρείαν ἰσάζειν αὐτούς, κἂν ἀνίσων ἐδόκουν τῶν χαρισμάτων τυχεῖν. ἔπειτα δὲ καὶ πλέον ἐπῆρε τοὺς ἐλαττοῦσθαι δοκοῦντας· μᾶλλον γὰρ οἱ ἀθυμοῦντες δέονται παραψυχῆς ἢ οἱ ἀλαζονευόμενοι φειδοῦς καὶ ἐπιεικοῦς ἐπιτιμήσεως. εἶτα ταῦτα εἰπὼν πάλιν συμβιβάζει αὐτοὺς εἰς τὴν ὁμοτιμίαν καὶ ὁμόνοιαν, ἵνα μὴ ᾖ, φησί, σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη καὶ ἑξῆς. 573 1Kor 12,31 Τὸ ζηλοῦτε δὲ τὰ χαρίσματα δοκεῖ μοι μὴ κατὰ παραίνεσιν καὶ ἀπόφασιν εἰρηκέναι· πῶς γὰρ ὅ γε πολλάκις πρός τε τὸ συμφέρον εἰπὼν λαβεῖν ἕκαστον τὸ χάρισμα, καὶ μηδὲν διαφέρειν πολλάκις ἐνδειξάμενος τὸν δοκοῦντα ἔχειν τὸ μεῖζον χάρισμα πρὸς τὸν ἔχοντα τὸ ἔλαττον; ἀλλ' εἰρῆσθαί μοι δοκεῖ τῷ θεσπεσίῳ Παύλῳ κατ' ἐρώτησιν· ζηλοῦτε, φησί, τὰ χαρίσματα τὰ κρείττονα; καὶ οὔπω ὑμᾶς ἐπείσαμεν μὴ ἀθυμεῖν ἐπὶ τοῖς ἐλάττοσιν; ἀλλ' ἔτι ἐρασταὶ καὶ ζηλωταὶ τῶν μειζόνων ἐστέ; ἐγὼ δὲ καὶ ἔτι πρὸς τοῖς εἰρημένοις μέθοδον ὑμῖν καὶ ὁδὸν δείκνυμι, δι' ἧς οὐδὲν τούτων τῶν χαρισμάτων τῶν μεγίστων δεηθέντες καθ' ὑπερβολὴν ἂν τῶν ἄλλων μείζους ὡς ἀληθῶς καὶ τελειότεροι φανείητε. τί οὖν ἐστι τοῦτο; ἁπλοῦν καὶ ἄκοπον καὶ ἐκ τοῦ ῥᾴστου παραγινόμενον. τί οὖν ἐστιν; τί δὲ ἄλλο ἢ ἀγάπη; ταύτην γὰρ ὁ καθαρῶς ἀναλαβὼν πάντων προέχει, πάντων ὑπεραναβέβηκεν· ὁ δὲ ταύτην μὴ ἔχων πάντων ἐκπέπτωκεν, πάντων ἐστὶν ἔρημος. ἂν δὲ τὴν ἀγάπην ἔχωμεν, οὔτε περὶ χαρισμάτων ἀλλήλοις ἐρίσαντες μικρολογησόμεθα, οὔτ' ἄλλο τι τῶν οὐ προσηκόντων ἡμῶν ἅψεται. 1Kor 13,8a Ἡ ἀγάπη, φησίν, οὐδέποτε ἐκπίπτει, ἀλλ' ἀεὶ προφάσεις ἀγαθὰς καὶ καλὰς ἑαυτῇ ἀνευρίσκει, δι' ὧν τῆς πρὸς τοὺς πλησίον στοργῆς καὶ συναφείας κατέχει τοὺς χρωμένους αὐτῇ παραμένειν καὶ μὴ διαρρήγνυσθαι, κἂν ἐκεῖνοι ἀφηνιῶσιν καὶ ἀποσκιρτᾶν αἰτίας παρέχωσιν· στέγειν γὰρ ποιεῖ καὶ ἐλπίζειν καὶ ὑπομένειν τὸν ἁμαρτάνοντα εἰς αὐτόν. 1Kor 13,8b-9 Εἴτε γνῶσις. γνῶσιν ἴσως τὴν τοῦ διδάσκειν φησίν· πλατυνομένης γὰρ τῆς εὐσεβείας καὶ πίστεως ἀργήσει ἡ διδασκαλία. Πῶς καταργηθήσεται ἡ γνῶσις; τελειοτέραν ταύτην ἀπολαμβανόντων ἡμῶν, καὶ τῆς ἐνούσης νῦν ἡμῖν ἀχρήστου τότε διὰ τὴν ἀτέλειαν δεικνυμένης. Ἐκ μέρους δὲ