Fragmenta in epistulam I ad 1Kor inthios (in catenis) 544 1Kor 1,1-3 Μὴ γὰρ νομίσητε ὅτι ἐμαυτῷ περιποιούμενος τὸ τῆς διδασκαλίας ἀξίωμα, ὑμᾶς μέλλω κ

 τί γάρ ἐστι σοφώτερον ἢ εἰς γνῶσιν ἄμεινον καὶ λαμπρότερον τοῦ μαθεῖν καὶ διδάξαι ὅτι σταυρῷ καὶ θανάτῳ κατήργηται θάνατος, καὶ τὸ ἡμέτερον τῶν ἀνθρώπ

 πνευματικὸς οὐ δεῖται ἀνακρίσεως, ἀλλ' αὐτὸς πνευματικῶς καὶ θεοσόφως ἅπαντα δοκιμάζων καὶ κρίνων, τελειοῦται τῇ γνώσει τοῦ πνεύματος. διὸ ὑπ' οὐδενὸς

 ἀνθρώπων μάταιοί εἰσιν καὶ οἱ σοφοὶ ἐν τῇ πανουργίᾳ αὐτῶν μᾶλλον ἁλίσκονται ἤπερ τι κέρδος ἐξ αὐτῆς ἔχουσιν, δῆλον ὅτι οὔτε σοφία ἀνθρωπίνη οὔτε λογισ

 ὧν μὲν καθήψατο, τούτους εἰς ἀπόγνωσιν ἐμβάλλῃ, ἢ εἰς ὀργὴν καὶ φιλονεικίαν μείζονα ἀνάψῃ, ὧν δ' ἐπὶ τοῖς ἐλέγχοις οὐκ ἐμνήσθη, τούτους δὲ ἄρα διὰ τοῦ

 5,9-11 Ἔγραψα ὑμῖν. ποῦ ἔγραψεν; ἐν οἷς λέγει· καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τοιοῦτος, οὐχὶ ὁ δεῖνα ἢ ὁ δεῖνα, ἀλλ' ὅστις ἂν

 ἀσθενές ἐστι καὶ ἀδύνατον εἰς τὸ διαλύειν τὰς δίκας ὑμῖν καὶ τὰς φιλονεικίας, ἀλλ' οὖν εἰ καὶ ἀσθενεῖς καθ' ὑμᾶς καὶ ἐξουθενημένοι ὦσιν οἱ πιστοὶ καὶ

 πνεῦμά ἐστιν. μονοειδής ἐστιν ὅλος, γίνεται πνευματικὸς τῇ πρὸς τὸν κύριον ἑνώσει, οὐκ ἐπισύρεται τὰ σαρκικὰ πάθη, οὐδὲ σχίζεται εἰς διπλόην τινὰ θεῷ

 ἔταξε καὶ ἐμέρισε κατὰ τὸ ἑκάστῳ συμφέρον, οὐκ ὀφείλει ὁ πιστὸς ἀπίστῳ συναφθεὶς δυσφορεῖν ἢ ἀγωνιᾶν καὶ λύσιν ἐπιζητεῖν, ἀλλὰ καθὼς ἐκλήθη ἕκαστος, τ

 σύνταξις. 1Kor 7,34 Μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος, τοῦτ' ἔστι πολλή ἐστιν ἡ ἀναμεταξὺ αὐτῶν παραλλαγὴ καὶ διαφορά. καὶ ἐπάγει λοιπὸν τὰς διαφορ

 ἀλλ' ἐφ' ᾧ ἐλπίδα ἔχειν μετὰ ταύτην τὴν πρόσκαιρον καὶ βραχείαν ἀπόλαυσιν καὶ τῶν αἰωνίων καὶ ὑπερφυῶν τυχεῖν ἀγαθῶν. τοῦτο γὰρ δηλοῖ τὸ καὶ ὁ ἀλοῶν τ

 διασκεδάζει καὶ παύει αὐτόν, ὥστε καὶ ὑμᾶς δύνασθαι διὰ τὸ ὀλίγον χρόνον ἐνοχλεῖν ὑμᾶς ὑπενεγκεῖν αὐτόν· ἢ ὅτι σὺν τῷ πειρασμῷ ποιήσει καὶ τὴν ἐπὶ τῇ

 τότε εὐχαρίστως ἐσθίειν ὡς τοῦ κυρίου παρασχόντος ἡμῖν εἰς βρῶσιν ταῦτα, καὶ νῦν εἰκότως μὴ ἐσθίειν ὡς φυλαττομένους σκανδαλίζειν τοὺς τοῦ κυρίου δούλ

 ἐφ' οἷς ἐπαινεῖσθαι αὐτοῖς ἐνῆν, ἀντὶ τούτου παραγγελίας καὶ τὸ μὴ ἐπαινεῖσθαι ἑαυτοῖς ἐπεσπάσαντο. διὰ τί δὲ οὐκ ἐπαινεῖ τὸ συνέρχεσθαι; ὅτι οὐκ ἐπὶ

 νοήματος καὶ εἰπών· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτός ἐστι θεός, ἐπισυνάπτει λέγων· ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμ

 ἀλλὰ καὶ ἄθλιοι παντελῶς, ὡς ἐκεῖνοι οἱ λέγοντες· κύριε, οὐ τῷ σῷ ὀνόματι τάδε καὶ τάδε ἐποιήσαμεν; οἷς ἀπεῖπεν ὁ δεσπότης μήτε εἰδέναι αὐτούς ποτε οὐ

 γινώσκομεν. ἀντὶ ἐκ μέρους γάρ· αἰτία γάρ ἐστι τοῦ διὰ τί μέλλουσι καταργηθῆναι καὶ παύσασθαι. Ὅτε ἤμην νήπιος. νηπιότητι γὰρ ἔοικεν ἡ παροῦσα γνῶσις

 ἐκεῖνος ἐμοὶ βάρβαρος. εἰ δὲ ὡς ὕστερον ἐρρήθη ἐκληψόμεθα, τό τε ἄφωνον ἀντὶ τοῦ ἄσημον ἐκληψόμεθα, καὶ ὁ νοῦς τοιοῦτος· πολλὰ γένη φωνῶν ἐστὶν ἐν κόσ

 εὐχαριστεῖς ἢ ἄλλο τι λαλεῖς, ὁ δὲ ἀκροατὴς οὐδὲν κερδαίνει, οὐδὲν ὠφελεῖται ἀπὸ σοῦ. 1Kor 14,19 ∆ιὰ τοῦ νοός μου λαλῆσαι, τοῦτ' ἔστι διὰ τῆς τοῦ νοός

 διαφθείρουσι, καὶ γὰρ ῥανὶς ἐνδελεχοῦσα κοιλαίνει πέτραν. διὰ τοῦτο δὲ παραινεῖ αὐτοὺς ἐκτρέπεσθαι τὰς ὁμιλίας τῶν μοχθηρῶν, καὶ μὴ θαρροῦντας ἑαυτοῖς

 καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. τὸ φορέσομεν εἰ μὲν διὰ τοῦ ˉο βραχέος γραπτέον, προαγόρευσίς ἐστιν ἐξ ἀκολουθίας ληφθεῖσα τοῦ μέλλοντος, καὶ ἀποφάσεως

 χρόνον ἐπιμεῖναι πρὸς ὑμᾶς. τὸ δὲ ἐὰν ὁ κύριος ἐπιτρέπῃ, ἑρμηνεία ἐστὶ τοῦ εἰρημένου ἄνωθεν τοῦ πρὸς ὑμᾶς δὲ τυχὸν καὶ παραμενῶ. διὰ τί εἶπον τυχόν; ὅ

ἀλλ' ἐφ' ᾧ ἐλπίδα ἔχειν μετὰ ταύτην τὴν πρόσκαιρον καὶ βραχείαν ἀπόλαυσιν καὶ τῶν αἰωνίων καὶ ὑπερφυῶν τυχεῖν ἀγαθῶν. τοῦτο γὰρ δηλοῖ τὸ καὶ ὁ ἀλοῶν τῆς ἐλπίδος αὐτοῦ μετέχειν ἐπ' ἐλπίδι· τῆς γὰρ διακονίας οἱ ἀπόστολοι τῆς ἐπὶ τῇ διατροφῇ ἐλπίδα εἶχον παρὰ τῶν μαθητευομένων τυγχάνειν, καὶ ἐτύγχανον. οὐ μέντοι γε τοῦτο ἦν αὐτοῖς ἡ τελεία ἐλπίς, 563 ἀλλὰ ταύτης ἀπολαύοντες τῆς ἐλπίδος ἔτι τὰ μείζονα ἐκαραδόκουν καὶ ἤλπιζον. τοῦτο δέ φησιν ὅτι οὐδὲν ἐνέκοπτεν, εἰς τὴν τῶν μελλόντων ἐλπίδα καὶ ἀπόλαυσιν δεικνύς, ἡ τῆς παρὰ τῶν μαθητευομένων ἐπὶ τῇ τροφῇ ὑπηρεσίας ἀπόλαυσις, ἐντεῦθεν δηλῶν, ὡς καίτοι μηδὲν ἐμποδὼν ὄντος πρὸς τὴν ἐκεῖθεν ἀπόλαυσιν τοῦ τρέφεσθαι παρὰ τῶν μαθητῶν, ὅμως οὐχ εἱλόμην. πλείοσι δὲ αὐτὸ ἐπιχειρήμασιν ἀκώλυτον ὂν κατασκευάζει, διά τε τὸ εἰρημένον, καὶ ἵνα μὴ ἀπεχόμενος αὐτὸς τοὺς ἄλλους δόξῃ χρωμένους ἐν διαβολῇ τινι καθιστᾶν. 1Kor 9,16-18 Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω. εἰ γὰρ τὸ κηρύσσειν τὸ εὐαγγέλιον τῆς ἐμῆς ἦν ὅλως φιλοτιμίας καὶ οὐδεμία μοι ἀνάγκη ἐκ τῆς δεσποτικῆς ἐντολῆς ἐπέκειτο, εἰκότως ἐπὶ τούτῳ μισθὸν μέγαν ἤλπιζον, καὶ ἐξῆν μοι ὡς ἐπ' ἰδίῳ κατορθώματι καυχᾶσθαι. εἰ δὲ ὡς διακονίαν καταπιστευθεὶς καὶ ἀνάγκην ἔχων ὑπηρετεῖν τοῦτο πράσσω, οὐκέτι ὅμοιος ὁ μισθὸς ἕπεται, οὐδ' ἔστιν ἐπὶ τούτῳ καυχᾶσθαι. ἐπὶ τίνι οὖν ἐστι λαμπρὸς ὁ μισθὸς καὶ τὸ καύχημα; ἐφ' ᾧ κηρύσσειν μὲν ὡς προσετάγην τὸ εὐαγγέλιον, μηδὲν δὲ ἐκ τοῦ κηρύγματος μηδ' ὅσον ἀποζῆν λαμβάνειν, ἀλλ' ἀδαπάνως καὶ δωρεὰν ὑπηρετεῖν τῇ διακονίᾳ. 1Kor 9,22 Ἐγενόμην τοῖς ἀσθενέσιν ὡς ἀσθενής. καὶ ἐν τῇ πρὸς Ῥωμαίους, ὅτε τοὺς διακρινομένους φαγεῖν κρέα διὰ τὴν ἐνίων κρεῶν παρατήρησιν, ὅτε τούτων τῇ ἀσθενείᾳ συγκαταβαίνων οὔτε αὐτὸς τούτοις ἐπετίμα, καὶ τοὺς ἄλλους ὄχλησιν ἐπάγειν αὐτοῖς ἐκώλυεν. Τοῖς πᾶσι γέγονα τὰ πάντα. εἰ γὰρ ἐγώ, φησί, καὶ ὧν οὐκ ἔδει οὐδὲν παριδεῖν, ἵνα πλείους σώσω παρεῖδον, πῶς οὐχὶ δεῖ ἀπέχεσθαι ὑμᾶς τῶν εἰδωλοθύτων; καὶ τό τε τὰς τῶν ἀδελφῶν ἐπὶ τούτῳ τύπτοντας συνειδήσεις; 1Kor 10,2-4 Εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο. εἰς ἐκεῖνον, φησίν, ἀφορῶντες καὶ θαρρήσαντες ἀφῆκαν αὐτοὺς τῷ θαλασσίῳ ῥείθρῳ βαπτίζεσθαι, εἶτα καὶ ὑπὸ τῆς νεφέλης ὡσαύτως ἐκείνῳ κατακολουθοῦντες ἐσκιάζοντο· εἰ γὰρ καὶ μὴ τῷ ὕδατι ἐκαλύφθησαν, ἀλλ' οὖν ἐν ἐκείνῳ τῷ χώρῳ τοῦ ὕδατος γεγονότες ἐπορεύοντο, ἐν ᾧ ἀνάγκη τοὺς διαπορευομένους ὅλῳ καταβαπτίζεσθαι τῷ ὕδατι. 564 Ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας. αἰσθητὴ μὲν ἦν ἡ πέτρα δηλονότι, ἡ τὸ ὕδωρ τοῖς Ἰσραηλίταις ἀναβλύσασα, ἀλλ' οὐχὶ τῇ οἰκείᾳ φύσει τοῦτο ἔβλυσεν, ἀλλὰ τῇ δυνάμει τῆς κατ' ἐνέργειαν παρούσης αὐτῇ πνευματικῆς πέτρας καὶ ἀκολουθούσης τῇ χρείᾳ τῶν διψώντων, τοῦτ' ἔστι πρὸς τὴν ἐκείνων σωτηρίαν καὶ ὠφέλειαν πάντα μεταποιούσης καὶ μεταπλαττούσης καὶ συνεπομένης αὐτῶν τῷ βουλήματι, καὶ ποτὲ μὲν τὸ ὕδωρ αὐτοῖς εἰς διάβασιν ἴσα πέτραις στερεούσης, ποτὲ δὲ τὸν οὐρανὸν εἰς βρῶσιν καὶ τροφὴν αὐτοῖς ἄφθονον γεωργούσης, ἄλλοτε δὲ τὴν πέτραν εἰς ὑδάτων γονὰς ἀναστομούσης. διὸ εἰκότως λέγοιντ' ἂν ἐκ τῆς πνευματικῆς πέτρας πιεῖν· αὕτη γὰρ ἦν ἡ τὴν αἰσθητὴν εἰς ὑδάτων λύσασα πηγήν. τίς δὲ ἦν ἡ πνευματική, φησίν, ἐκείνη πέτρα, ἡ πᾶσι τούτοις παρακολουθοῦσα καὶ πρὸς τὴν ἑκάστου καιροῦ χρείαν τὰς φύσεις τῶν πραγμάτων μεταστοιχειοῦσα καὶ συμμεταβάλλουσα; τίς, φησίν, ἢ δηλονότι ὁ Χριστός, ὁ καὶ νῦν εἰς ἡμᾶς τὰ ὅμοια καὶ μείζω ἐπιδεικνύμενος. ἔστι δὲ τὸ ἀκολουθούσης καὶ ἑτέρως ἐκλαβεῖν· ἡ γὰρ νοητὴ πέτρα ἤτοι ὁ Χριστὸς οὐ μόνον τὰ εἰρημένα αὐτοῖς παραδόξως ἐβράβευσεν, ἀλλὰ καὶ ἐν τοῖς ἐφεξῆς ἠκολούθει καὶ εἵπετο, παραπλήσια τούτοις καὶ μείζονα τὸν Ἰσραηλίτην εὐεργετῶν, ἀλλὰ καὶ νῦν ἡμῖν τοῖς πιστοῖς ἀκολουθούσης· ὥστε εἶναι κατὰ συνέχειαν τῆς αὐτῆς προνοίας καὶ τοῦ αὐτοῦ δεσπότου καὶ θεοῦ τά τε ἐν τῇ παλαιᾷ θαυματουργήματα καὶ τὰς εὐεργεσίας καὶ τὰ ἐν τῇ καινῇ. 1Kor 10,13 Τὸ ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν διχῶς ἐστιν ἐκλαβεῖν· ἢ ὅτι τὸν πειρασμὸν συγχωρῶν ἐπελθεῖν, αὐτίκα καὶ