Fragmenta in epistulam I ad 1Kor inthios (in catenis) 544 1Kor 1,1-3 Μὴ γὰρ νομίσητε ὅτι ἐμαυτῷ περιποιούμενος τὸ τῆς διδασκαλίας ἀξίωμα, ὑμᾶς μέλλω κ

 τί γάρ ἐστι σοφώτερον ἢ εἰς γνῶσιν ἄμεινον καὶ λαμπρότερον τοῦ μαθεῖν καὶ διδάξαι ὅτι σταυρῷ καὶ θανάτῳ κατήργηται θάνατος, καὶ τὸ ἡμέτερον τῶν ἀνθρώπ

 πνευματικὸς οὐ δεῖται ἀνακρίσεως, ἀλλ' αὐτὸς πνευματικῶς καὶ θεοσόφως ἅπαντα δοκιμάζων καὶ κρίνων, τελειοῦται τῇ γνώσει τοῦ πνεύματος. διὸ ὑπ' οὐδενὸς

 ἀνθρώπων μάταιοί εἰσιν καὶ οἱ σοφοὶ ἐν τῇ πανουργίᾳ αὐτῶν μᾶλλον ἁλίσκονται ἤπερ τι κέρδος ἐξ αὐτῆς ἔχουσιν, δῆλον ὅτι οὔτε σοφία ἀνθρωπίνη οὔτε λογισ

 ὧν μὲν καθήψατο, τούτους εἰς ἀπόγνωσιν ἐμβάλλῃ, ἢ εἰς ὀργὴν καὶ φιλονεικίαν μείζονα ἀνάψῃ, ὧν δ' ἐπὶ τοῖς ἐλέγχοις οὐκ ἐμνήσθη, τούτους δὲ ἄρα διὰ τοῦ

 5,9-11 Ἔγραψα ὑμῖν. ποῦ ἔγραψεν; ἐν οἷς λέγει· καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τοιοῦτος, οὐχὶ ὁ δεῖνα ἢ ὁ δεῖνα, ἀλλ' ὅστις ἂν

 ἀσθενές ἐστι καὶ ἀδύνατον εἰς τὸ διαλύειν τὰς δίκας ὑμῖν καὶ τὰς φιλονεικίας, ἀλλ' οὖν εἰ καὶ ἀσθενεῖς καθ' ὑμᾶς καὶ ἐξουθενημένοι ὦσιν οἱ πιστοὶ καὶ

 πνεῦμά ἐστιν. μονοειδής ἐστιν ὅλος, γίνεται πνευματικὸς τῇ πρὸς τὸν κύριον ἑνώσει, οὐκ ἐπισύρεται τὰ σαρκικὰ πάθη, οὐδὲ σχίζεται εἰς διπλόην τινὰ θεῷ

 ἔταξε καὶ ἐμέρισε κατὰ τὸ ἑκάστῳ συμφέρον, οὐκ ὀφείλει ὁ πιστὸς ἀπίστῳ συναφθεὶς δυσφορεῖν ἢ ἀγωνιᾶν καὶ λύσιν ἐπιζητεῖν, ἀλλὰ καθὼς ἐκλήθη ἕκαστος, τ

 σύνταξις. 1Kor 7,34 Μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος, τοῦτ' ἔστι πολλή ἐστιν ἡ ἀναμεταξὺ αὐτῶν παραλλαγὴ καὶ διαφορά. καὶ ἐπάγει λοιπὸν τὰς διαφορ

 ἀλλ' ἐφ' ᾧ ἐλπίδα ἔχειν μετὰ ταύτην τὴν πρόσκαιρον καὶ βραχείαν ἀπόλαυσιν καὶ τῶν αἰωνίων καὶ ὑπερφυῶν τυχεῖν ἀγαθῶν. τοῦτο γὰρ δηλοῖ τὸ καὶ ὁ ἀλοῶν τ

 διασκεδάζει καὶ παύει αὐτόν, ὥστε καὶ ὑμᾶς δύνασθαι διὰ τὸ ὀλίγον χρόνον ἐνοχλεῖν ὑμᾶς ὑπενεγκεῖν αὐτόν· ἢ ὅτι σὺν τῷ πειρασμῷ ποιήσει καὶ τὴν ἐπὶ τῇ

 τότε εὐχαρίστως ἐσθίειν ὡς τοῦ κυρίου παρασχόντος ἡμῖν εἰς βρῶσιν ταῦτα, καὶ νῦν εἰκότως μὴ ἐσθίειν ὡς φυλαττομένους σκανδαλίζειν τοὺς τοῦ κυρίου δούλ

 ἐφ' οἷς ἐπαινεῖσθαι αὐτοῖς ἐνῆν, ἀντὶ τούτου παραγγελίας καὶ τὸ μὴ ἐπαινεῖσθαι ἑαυτοῖς ἐπεσπάσαντο. διὰ τί δὲ οὐκ ἐπαινεῖ τὸ συνέρχεσθαι; ὅτι οὐκ ἐπὶ

 νοήματος καὶ εἰπών· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτός ἐστι θεός, ἐπισυνάπτει λέγων· ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμ

 ἀλλὰ καὶ ἄθλιοι παντελῶς, ὡς ἐκεῖνοι οἱ λέγοντες· κύριε, οὐ τῷ σῷ ὀνόματι τάδε καὶ τάδε ἐποιήσαμεν; οἷς ἀπεῖπεν ὁ δεσπότης μήτε εἰδέναι αὐτούς ποτε οὐ

 γινώσκομεν. ἀντὶ ἐκ μέρους γάρ· αἰτία γάρ ἐστι τοῦ διὰ τί μέλλουσι καταργηθῆναι καὶ παύσασθαι. Ὅτε ἤμην νήπιος. νηπιότητι γὰρ ἔοικεν ἡ παροῦσα γνῶσις

 ἐκεῖνος ἐμοὶ βάρβαρος. εἰ δὲ ὡς ὕστερον ἐρρήθη ἐκληψόμεθα, τό τε ἄφωνον ἀντὶ τοῦ ἄσημον ἐκληψόμεθα, καὶ ὁ νοῦς τοιοῦτος· πολλὰ γένη φωνῶν ἐστὶν ἐν κόσ

 εὐχαριστεῖς ἢ ἄλλο τι λαλεῖς, ὁ δὲ ἀκροατὴς οὐδὲν κερδαίνει, οὐδὲν ὠφελεῖται ἀπὸ σοῦ. 1Kor 14,19 ∆ιὰ τοῦ νοός μου λαλῆσαι, τοῦτ' ἔστι διὰ τῆς τοῦ νοός

 διαφθείρουσι, καὶ γὰρ ῥανὶς ἐνδελεχοῦσα κοιλαίνει πέτραν. διὰ τοῦτο δὲ παραινεῖ αὐτοὺς ἐκτρέπεσθαι τὰς ὁμιλίας τῶν μοχθηρῶν, καὶ μὴ θαρροῦντας ἑαυτοῖς

 καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. τὸ φορέσομεν εἰ μὲν διὰ τοῦ ˉο βραχέος γραπτέον, προαγόρευσίς ἐστιν ἐξ ἀκολουθίας ληφθεῖσα τοῦ μέλλοντος, καὶ ἀποφάσεως

 χρόνον ἐπιμεῖναι πρὸς ὑμᾶς. τὸ δὲ ἐὰν ὁ κύριος ἐπιτρέπῃ, ἑρμηνεία ἐστὶ τοῦ εἰρημένου ἄνωθεν τοῦ πρὸς ὑμᾶς δὲ τυχὸν καὶ παραμενῶ. διὰ τί εἶπον τυχόν; ὅ

ἐφ' οἷς ἐπαινεῖσθαι αὐτοῖς ἐνῆν, ἀντὶ τούτου παραγγελίας καὶ τὸ μὴ ἐπαινεῖσθαι ἑαυτοῖς ἐπεσπάσαντο. διὰ τί δὲ οὐκ ἐπαινεῖ τὸ συνέρχεσθαι; ὅτι οὐκ ἐπὶ τῷ κρείττονι ὥσπερ ἔδει, ἀλλ' ἐπὶ τῷ χείρονι συνέρχεσθε, ἤτοι ἐπὶ τῷ ἀτιμάζειν τοὺς ἀδελφοὺς καὶ καταισχύνειν, καὶ τὴν ἀλαζονείαν ὑμῶν καὶ γαστριμαργίαν ἐπιδείκνυσθαι. 1Kor 11,22 Τί ὑμῖν δοκεῖ; ἆρα παραλόγως εἶπον ὑμῖν καὶ ἀρχόμενος τῆς ὑποθέσεως ταύτης ὅτι οὐκ ἐπαινῶ; οὐχὶ καὶ ἀπ' αὐτῆς τῆς τῶν πραγμάτων ἀκολουθίας ἐμάθετε, ὅτι ἐν ἐπαινουμένῳ πράγματι, τῷ κυριακῷ δείπνῳ, ψόγου ὑμεῖς ἀλλ' οὐκ ἐπαίνου ἄξια διαπράττεσθε; ὥστε καὶ ἐγὼ δικαίως οὐκ ἐπαινῶ, καίπερ καθ' ἑαυτὸ ἐπαινετοῦ μάλιστα τοῦ ἔργου τυγχάνοντος. Εἰ ὁ κύριος, φησί, κοινωνεῖν σε τοῦ οἰκείου σώματος καὶ τῆς μυστικῆς τραπέζης οὐκ ἀπηξίωσεν, σὺ τῆς σῆς ἀπαξιοῖς τὸν ὁμόδουλον; Ἢ καὶ οὕτως· εἰ ὁ κύριος ἐπ' ἴσης σοὶ καὶ τῷ πένητι τοῦ οἰκείου σώματος καὶ αἵματος τὴν τράπεζαν καὶ τὸν κρατῆρα παρατίθησιν, σὺ τολμᾷς τοῦτον τῆς σῆς ἀποσχίζειν τραπέζης καὶ ὑπερορᾶν; εἰ ἐκεῖνος ηὐχαρίστει τὸ οἰκεῖον σῶμα μερίζων καὶ διδούς, σὺ οὐ πολλῷ μᾶλλον εὐχαρίστως καὶ μετὰ πλείστης χαρᾶς τῶν ἐκεῖθέν σοι δωρηθέντων κοινωνοὺς καὶ συνεστιάτορας λαμβάνεις τοὺς πένητας; 569 1Kor 11,26 569 Τὸ ἄχρις οὗ ἂν ἔλθῃ ἐν ὑπερβατῷ ληπτέον, οἷον· ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον τοῦτο πίνητε, ἄχρις οὗ ἂν ἔλθῃ ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ, ἕως τότε τὸν θάνατον αὐτοῦ καταγγέλλετε· ἀπὸ τότε γὰρ οὔτε τῶν ἁγίων τούτων μυστηρίων μεταληψόμεθα, εἰς τελειοτέραν καὶ μυστικωτέραν πολιτείαν καὶ ἀπόλαυσιν ἀναγόμενοι. 1Kor 11,27 Ἐπειδὴ ἀναξίως, φησί, τῇ μεταλήψει τοῦ δεσποτικοῦ προσέρχεσθε σώματος, διὰ τοῦτο πολλοῖς συμβαίνει νόσοι τε καὶ πάθη καὶ θάνατοι. πόθεν δέ ἐστι τὸ ἀναξίως προσέχεσθαι; ἐκ τῶν ἄλλων ἁμαρτημάτων ὧν πράττετε, καὶ ἐκ τοῦ συνερχομένους ὑμᾶς εἰς τὸ κυριακὸν δεῖπνον ὑπερορᾶν τοὺς πτωχοὺς δι' οὓς ἐγεγόνει τὸ συνέρχεσθαι· διὰ γὰρ τοῦτο αὐτὸ τὸ κυριακὸν ἰδιωτικὸν ποιοῦντες ἐξυβρίζετε, καὶ τὴν ἐκκλησίαν ἐν ᾗ ποιῆσαι τὸ κυριακὸν δεῖπνον συνέρχεσθε, ἀτιμάζετε, γαστριμαργίας ἑαυτοῖς τράπεζαν ἐν αὐτῇ ἀλλ' οὐ κυριακὸν δεῖπνον παρατιθέμενοι, καὶ τοὺς πένητας δὲ καταισχύνετε. διὰ γοῦν ταῦτα ἀναξίους τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου ἑαυτοὺς κατασκευάζετε. 1Kor 11,29 Μὴ διακρίνων τὸ σῶμα τοῦ κυρίου, ἀλλ' ὡς ἀδιαφόρῳ τῶν λοιπῶν μετέχων αὐτοῦ καὶ προσερχόμενος αὐτῷ. 1Kor 11,33 Ὥστε, ἀδελφοί μου, ἀλλήλους ἐκδέχεσθε. διὰ τί; ἵνα μὴ ἀναξίως δειχθῆτε τοῦ δεσποτικοῦ σώματος καὶ τοῦ αἵματος μετέχοντες· ἵνα μὴ ἀναξίως μετέχοντες ἔνοχοι τοῦ σώματος αὐτοῦ τῆς ἀναιρέσεως καὶ τοῦ αἵματος τῆς ἐκχύσεως γενόμενοι, ἀπαραίτητον τὸ κρίμα ἕξοιτε· ἵνα μὴ κρίματι τηλικούτῳ περιπεπτωκότες νόσοις καὶ πάθεσι καὶ θανάτῳ ἐκδαπανηθήσεσθε· ἵνα μὴ ἂν μὴ τούτοις ἀποδῶτε τὴν ἔκτισιν, εἰς ἀπέραντον κόλασιν σὺν τοῖς ἀπίστοις ἐκδοθείητε. 1Kor 12,3-11 Οὐδείς, φησίν, ἐν πνεύματι θεοῦ λαλῶν λέγει· ἀνάθεμα Ἰησοῦς. μία μὲν διαφορὰ προφητῶν καὶ ψευδοπροφητῶν, 570 ὅτι οἱ μὲν καθεστηκότες καὶ μάλιστα σωφρονοῦντες προλέγουσι τὰ ἐσόμενα, οἱ δὲ ψευδοπροφῆται ἐξεστηκότες καὶ μαινόμενοι καὶ ὥσπερ βίᾳ ὑπὸ τῶν κινούντων δαιμόνων ἀγόμενοι· δευτέρα δέ, ὅτι οἱ μὲν οὐδὲν βλάσφημον οὐδὲ ἀπαίσιον φθέγγονται ἀλλὰ καὶ θεολογοῦσιν ὡς ἄριστα καὶ πάντα σεμνῶς λέγουσιν, οἱ δὲ βλασφήμους τε καὶ ἀπηχεῖς φωνὰς ἀπερεύγονται. ∆ιαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα. χαρίσματα μὲν αὐτὰ καλεῖ τὴν φιλοτιμίαν δεικνὺς τοῦ δωρησαμένου· διακονίας δὲ διδάσκων μὴ ἐπαίρεσθαι τούτοις τοὺς ἀξιωθέντας, ἀλλὰ μετὰ συστολῆς καὶ μετριοφροσύνης ὡς εἰς ὑπηρεσίαν καὶ διακονίαν τῶν πλησίον κληθέντας οὕτως ἐντυγχάνειν τοῖς προσιοῦσιν· ἐνεργήματα δὲ πάλιν αὐτὴν δηλῶν τὴν πρᾶξιν. Ὅρα ἀκριβῶς πῶς τὸ πανάγιον πνεῦμα τρανῶς καὶ κύριον καὶ θεὸν ἀνεκήρυξεν. εἰπὼν γάρ· διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα, καὶ πάλιν ἐπὶ τοῦ πράγματος ἐπαγαγών· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς κύριος, εἶτα ἔτι ἐπὶ τοῦ αὐτοῦ μείνας