Fragmenta in epistulam I ad 1Kor inthios (in catenis) 544 1Kor 1,1-3 Μὴ γὰρ νομίσητε ὅτι ἐμαυτῷ περιποιούμενος τὸ τῆς διδασκαλίας ἀξίωμα, ὑμᾶς μέλλω κ

 τί γάρ ἐστι σοφώτερον ἢ εἰς γνῶσιν ἄμεινον καὶ λαμπρότερον τοῦ μαθεῖν καὶ διδάξαι ὅτι σταυρῷ καὶ θανάτῳ κατήργηται θάνατος, καὶ τὸ ἡμέτερον τῶν ἀνθρώπ

 πνευματικὸς οὐ δεῖται ἀνακρίσεως, ἀλλ' αὐτὸς πνευματικῶς καὶ θεοσόφως ἅπαντα δοκιμάζων καὶ κρίνων, τελειοῦται τῇ γνώσει τοῦ πνεύματος. διὸ ὑπ' οὐδενὸς

 ἀνθρώπων μάταιοί εἰσιν καὶ οἱ σοφοὶ ἐν τῇ πανουργίᾳ αὐτῶν μᾶλλον ἁλίσκονται ἤπερ τι κέρδος ἐξ αὐτῆς ἔχουσιν, δῆλον ὅτι οὔτε σοφία ἀνθρωπίνη οὔτε λογισ

 ὧν μὲν καθήψατο, τούτους εἰς ἀπόγνωσιν ἐμβάλλῃ, ἢ εἰς ὀργὴν καὶ φιλονεικίαν μείζονα ἀνάψῃ, ὧν δ' ἐπὶ τοῖς ἐλέγχοις οὐκ ἐμνήσθη, τούτους δὲ ἄρα διὰ τοῦ

 5,9-11 Ἔγραψα ὑμῖν. ποῦ ἔγραψεν; ἐν οἷς λέγει· καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τοιοῦτος, οὐχὶ ὁ δεῖνα ἢ ὁ δεῖνα, ἀλλ' ὅστις ἂν

 ἀσθενές ἐστι καὶ ἀδύνατον εἰς τὸ διαλύειν τὰς δίκας ὑμῖν καὶ τὰς φιλονεικίας, ἀλλ' οὖν εἰ καὶ ἀσθενεῖς καθ' ὑμᾶς καὶ ἐξουθενημένοι ὦσιν οἱ πιστοὶ καὶ

 πνεῦμά ἐστιν. μονοειδής ἐστιν ὅλος, γίνεται πνευματικὸς τῇ πρὸς τὸν κύριον ἑνώσει, οὐκ ἐπισύρεται τὰ σαρκικὰ πάθη, οὐδὲ σχίζεται εἰς διπλόην τινὰ θεῷ

 ἔταξε καὶ ἐμέρισε κατὰ τὸ ἑκάστῳ συμφέρον, οὐκ ὀφείλει ὁ πιστὸς ἀπίστῳ συναφθεὶς δυσφορεῖν ἢ ἀγωνιᾶν καὶ λύσιν ἐπιζητεῖν, ἀλλὰ καθὼς ἐκλήθη ἕκαστος, τ

 σύνταξις. 1Kor 7,34 Μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος, τοῦτ' ἔστι πολλή ἐστιν ἡ ἀναμεταξὺ αὐτῶν παραλλαγὴ καὶ διαφορά. καὶ ἐπάγει λοιπὸν τὰς διαφορ

 ἀλλ' ἐφ' ᾧ ἐλπίδα ἔχειν μετὰ ταύτην τὴν πρόσκαιρον καὶ βραχείαν ἀπόλαυσιν καὶ τῶν αἰωνίων καὶ ὑπερφυῶν τυχεῖν ἀγαθῶν. τοῦτο γὰρ δηλοῖ τὸ καὶ ὁ ἀλοῶν τ

 διασκεδάζει καὶ παύει αὐτόν, ὥστε καὶ ὑμᾶς δύνασθαι διὰ τὸ ὀλίγον χρόνον ἐνοχλεῖν ὑμᾶς ὑπενεγκεῖν αὐτόν· ἢ ὅτι σὺν τῷ πειρασμῷ ποιήσει καὶ τὴν ἐπὶ τῇ

 τότε εὐχαρίστως ἐσθίειν ὡς τοῦ κυρίου παρασχόντος ἡμῖν εἰς βρῶσιν ταῦτα, καὶ νῦν εἰκότως μὴ ἐσθίειν ὡς φυλαττομένους σκανδαλίζειν τοὺς τοῦ κυρίου δούλ

 ἐφ' οἷς ἐπαινεῖσθαι αὐτοῖς ἐνῆν, ἀντὶ τούτου παραγγελίας καὶ τὸ μὴ ἐπαινεῖσθαι ἑαυτοῖς ἐπεσπάσαντο. διὰ τί δὲ οὐκ ἐπαινεῖ τὸ συνέρχεσθαι; ὅτι οὐκ ἐπὶ

 νοήματος καὶ εἰπών· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτός ἐστι θεός, ἐπισυνάπτει λέγων· ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμ

 ἀλλὰ καὶ ἄθλιοι παντελῶς, ὡς ἐκεῖνοι οἱ λέγοντες· κύριε, οὐ τῷ σῷ ὀνόματι τάδε καὶ τάδε ἐποιήσαμεν; οἷς ἀπεῖπεν ὁ δεσπότης μήτε εἰδέναι αὐτούς ποτε οὐ

 γινώσκομεν. ἀντὶ ἐκ μέρους γάρ· αἰτία γάρ ἐστι τοῦ διὰ τί μέλλουσι καταργηθῆναι καὶ παύσασθαι. Ὅτε ἤμην νήπιος. νηπιότητι γὰρ ἔοικεν ἡ παροῦσα γνῶσις

 ἐκεῖνος ἐμοὶ βάρβαρος. εἰ δὲ ὡς ὕστερον ἐρρήθη ἐκληψόμεθα, τό τε ἄφωνον ἀντὶ τοῦ ἄσημον ἐκληψόμεθα, καὶ ὁ νοῦς τοιοῦτος· πολλὰ γένη φωνῶν ἐστὶν ἐν κόσ

 εὐχαριστεῖς ἢ ἄλλο τι λαλεῖς, ὁ δὲ ἀκροατὴς οὐδὲν κερδαίνει, οὐδὲν ὠφελεῖται ἀπὸ σοῦ. 1Kor 14,19 ∆ιὰ τοῦ νοός μου λαλῆσαι, τοῦτ' ἔστι διὰ τῆς τοῦ νοός

 διαφθείρουσι, καὶ γὰρ ῥανὶς ἐνδελεχοῦσα κοιλαίνει πέτραν. διὰ τοῦτο δὲ παραινεῖ αὐτοὺς ἐκτρέπεσθαι τὰς ὁμιλίας τῶν μοχθηρῶν, καὶ μὴ θαρροῦντας ἑαυτοῖς

 καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. τὸ φορέσομεν εἰ μὲν διὰ τοῦ ˉο βραχέος γραπτέον, προαγόρευσίς ἐστιν ἐξ ἀκολουθίας ληφθεῖσα τοῦ μέλλοντος, καὶ ἀποφάσεως

 χρόνον ἐπιμεῖναι πρὸς ὑμᾶς. τὸ δὲ ἐὰν ὁ κύριος ἐπιτρέπῃ, ἑρμηνεία ἐστὶ τοῦ εἰρημένου ἄνωθεν τοῦ πρὸς ὑμᾶς δὲ τυχὸν καὶ παραμενῶ. διὰ τί εἶπον τυχόν; ὅ

πνευματικὸς οὐ δεῖται ἀνακρίσεως, ἀλλ' αὐτὸς πνευματικῶς καὶ θεοσόφως ἅπαντα δοκιμάζων καὶ κρίνων, τελειοῦται τῇ γνώσει τοῦ πνεύματος. διὸ ὑπ' οὐδενὸς ἀνακρίνεται· ὑπὸ μὲν τῶν πιστῶν ὅτι οὐδὲ διαστασιάζει οὐδὲ διαφωνεῖ πρὸς αὐτούς, ὑπὸ δὲ τῶν ἀπίστων ὅτι πολλῷ κρείττων ἐστὶ τῆς ἐκείνων ἀνακρίσεως, καὶ ὅτι οὐ μόνον οὐ δεῖται ταύτης, ἀλλὰ καὶ σύνοιδεν ἀκριβῶς ἀνακρίνων, ὅτι καὶ τοῖς ταύτῃ χρωμένοις μέγιστον ἐμπόδιον αὐτῇ καθέστηκεν εἰς τὸ πνευματικῶς ἀνακρίνεσθαι καὶ δέξασθαι τὰ τοῦ πνεύματος. διὸ καὶ χηρεύουσιν οὗτοι τοῦ κυριακοῦ νοῦ, ἤτοι τῶν ἐντολῶν καὶ τῆς ἐκεῖθεν νομοθεσίας τῆς φρενούσης αὐτοὺς καὶ διεγειρούσης εἰς τὴν τῶν πνευματικῶν ζητημάτων κατάληψιν· αὗται γὰρ αἱ κυριακαὶ ἐντολαὶ συμβιβάζουσαι ἡμᾶς καὶ καταλλάσσουσαι πρὸς αὐτὸν παρασκευάζουσιν ἐπιτηδείους εἰς τὴν ἐκεῖθεν τοῖς ἀξίοις χορηγουμένην ἔλλαμψίν τε καὶ κατανόησιν. διὸ οἱ ταύταις ἑαυτοὺς καταρτίσαντες εἰκότως νοῦν Χριστοῦ ἔχομεν· τὰ γὰρ τοῦ Χριστοῦ φρονοῦντες καὶ νοοῦντες οὐκέτι ἀνθρωπίνῳ καὶ σαρκικῷ λογισμῷ σαλεύοντες κυμαινόμεθα, ταῖς ἑκατέρωθεν ἀντιπνοίαις χειμαζόμενοι, ἀλλὰ πάγιοι καὶ ἀμετάπειστοι γεγονότες ἐν οὐρανίῳ καὶ θείῳ νοῒ τῆς ἀληθείας καρπούμεθα τὴν κατάληψιν. Καθ' ὑπερβατὸν τὸ τίς ἔγνω νοῦν κυρίου; ἐφ' ἑξῆς γὰρ ὀφείλει συντάττεσθαι τοῦ οὐ δύναται γνῶναι, ὅτι πνευματικῶς ἀνακρίνεται. δύναται δὲ καὶ χωρὶς ὑπερβατοῦ ὡς ἔχει φράσεως τὸ χωρίον ἐκλαβεῖν. 1Kor 3,4-9 Ἐπειδὴ πολλὰ κατέδραμε τῶν διδασκάλων λέγων· τίς ἐστι Παῦλος; τίς δὲ Ἀπολλώς; καὶ πάλιν· ὥστε οὔτε ὁ ποτίζων ἔστι τι οὔτε ὁ φυτεύων τοῦτο δὲ ἐποίει πραΰναι θέλων τὴν φλεγμονὴν τῶν ἐπὶ τῇ διδασκαλίᾳ καταλαζονευομένων καὶ εἰς ἔρεις καὶ στάσεις τὸν λαὸν τοῦ Χριστοῦ καταδιελόντων · ἐπεὶ οὖν ἱκανῶς ἔδοξε καθαιρεῖν τὸν ἐκείνων τῦφον διὰ τὸ καὶ ἑαυτὸν συνευτελίσαι καὶ τὸν Ἀπολλώ, ἵνα μήτινες εἴπωσιν· οὐκοῦν μάτην διδάσκεις, μάτην τοὺς 549 ὑπὲρ τοῦ κηρύγματος πόνους ἀναδεχόμεθα, ἐπήγαγεν τὰς τοιαύτας ἀποκρουόμενος λαβάς· ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον, μονονουχὶ λέγων· μηδὲν ἀθυμείτω ὁ καλῶς διδάσκων· εἰ γὰρ καὶ κεκώλυται μερίζειν τὸν λαὸν τοῦ Χριστοῦ καὶ ἰδιοποιεῖσθαι καὶ σεμνολογεῖσθαι ἐν αὐτοῖς ὡς διδάσκαλος, ἀλλ' οὖν γε μισθὸν λήψεται, καὶ οὐχ ἁπλῶς, ἀλλὰ κατὰ τὸν ἴδιον κόπον. εἶτα ἐπαίρων ἐπὶ πλέον τὸ πρᾶγμα, καὶ πιστούμενος ὅτι πάντως ἔσται ὁ μισθός· θεοῦ γάρ, φησίν, ἐσμὲν συνεργοί, ἅμα μέν, ὥσπερ εἶπον, καὶ λαμπρύνων τὸ τῆς διδασκαλίας, ἅμα δὲ καὶ πάλιν ὑποδεικνὺς ὅτι θεοῦ ἐστι τὸ ἔργον. ὥστε οὐ δεῖ ἰδιοποιεῖσθαι αὐτὸ καὶ κατατέμνειν αὐτό, μᾶλλον δὲ συνάπτειν καὶ ἑνοποιεῖν· τοῦτο γὰρ συνεργῶν, τὸ δὲ ἰδιοποιεῖσθαι καὶ μερίζειν ἐχθρῶν καὶ πολεμίων. εἶτα ἐπιμένει τῷ αὐτῷ τῆς ἀποδείξεως χρώμενος κανόνι, ὅτι οὐ χρὴ κατανέμεσθαι τὸν λαὸν προσώποις ὅλως· θεοῦ γεώργιόν ἐστε, φησίν, θεοῦ οἰκοδομή. τί κατευτελίζετε ἑαυτούς, ἐνὸν θεοῦ εἶναι τοῖς ὁμοδούλοις ἀνατιθέμενοι; 1Kor 3,15 Τὸ σωθήσεται, τοῦτ' ἔστιν οὐκ ἀφανισθήσεται, οὐδὲ εἰς τὸ μὴ ὂν χωρήσει ὥσπερ αἱ πράξεις αὐτοῦ αἱ πονηραί· αὗται γὰρ μέχρι μὲν τοῦ καιροῦ ἐκείνου τὴν ὕπαρξιν ἔχειν ἐδόκουν καὶ ἐπράττοντο, ἐλθούσης δὲ τῆς ἡμέρας ἐκείνης καὶ τοῦ πυρὸς αὗται μὲν φροῦδοι γεγόνασι, μήτε εἶναι μήτε πράττεσθαι δυνάμεναι. ὁ μέντοι καταπραξάμενος αὐτὰς ἄνθρωπος οὐ συναναιρεῖται ταύταις καὶ συναφανίζεται, ἀλλὰ μένει καὶ σώζεται τὴν διὰ πυρὸς δίκην τιννύς. διὰ τοῦτο γὰρ καὶ εἰπὼν σωθήσεται, ἐπήγαγεν ἑρμηνεύων πῶς σωθήσεται, τοῦτ' ἔστιν εἰς τοῦτο μένει καὶ σώζεται, εἰς τὸ διὰ πυρὸς τὸν αἰῶνα κολάζεσθαι. 1Kor 3,19 Πῶς ἐδράξατο τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν; ἐνόμισαν διὰ τῆς προσούσης αὐτοῖς ἀνθρωπίνης γνώσεως τοῦ κατὰ Χριστὸν μυστηρίου τὴν δύναμιν καταλήψεσθαι· οἱ δὲ οὐ μόνον οὐκ ἔτυχον ὧνπερ ἤλπισαν ἀνθρωπίνοις λογισμοῖς ἑαυτοὺς ἐπιτρέψαντες, ἀλλὰ καὶ εἰς τοὐναντίον ἢ ἔσπευδον τὰ τῆς πανουργίας αὐτῶν ἐχώρησεν, ἀγνοίᾳ καὶ ἀπορίᾳ πλείονι τῆς ἀπὸ τῶν λογισμῶν ἀσθενείας αὐτοὺς περιβαλούσης. 550 1Kor 3,-23 Εἰ οὖν οἱ διαλογισμοὶ τῶν