Fragmenta in epistulam I ad 1Kor inthios (in catenis) 544 1Kor 1,1-3 Μὴ γὰρ νομίσητε ὅτι ἐμαυτῷ περιποιούμενος τὸ τῆς διδασκαλίας ἀξίωμα, ὑμᾶς μέλλω κ

 τί γάρ ἐστι σοφώτερον ἢ εἰς γνῶσιν ἄμεινον καὶ λαμπρότερον τοῦ μαθεῖν καὶ διδάξαι ὅτι σταυρῷ καὶ θανάτῳ κατήργηται θάνατος, καὶ τὸ ἡμέτερον τῶν ἀνθρώπ

 πνευματικὸς οὐ δεῖται ἀνακρίσεως, ἀλλ' αὐτὸς πνευματικῶς καὶ θεοσόφως ἅπαντα δοκιμάζων καὶ κρίνων, τελειοῦται τῇ γνώσει τοῦ πνεύματος. διὸ ὑπ' οὐδενὸς

 ἀνθρώπων μάταιοί εἰσιν καὶ οἱ σοφοὶ ἐν τῇ πανουργίᾳ αὐτῶν μᾶλλον ἁλίσκονται ἤπερ τι κέρδος ἐξ αὐτῆς ἔχουσιν, δῆλον ὅτι οὔτε σοφία ἀνθρωπίνη οὔτε λογισ

 ὧν μὲν καθήψατο, τούτους εἰς ἀπόγνωσιν ἐμβάλλῃ, ἢ εἰς ὀργὴν καὶ φιλονεικίαν μείζονα ἀνάψῃ, ὧν δ' ἐπὶ τοῖς ἐλέγχοις οὐκ ἐμνήσθη, τούτους δὲ ἄρα διὰ τοῦ

 5,9-11 Ἔγραψα ὑμῖν. ποῦ ἔγραψεν; ἐν οἷς λέγει· καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τοιοῦτος, οὐχὶ ὁ δεῖνα ἢ ὁ δεῖνα, ἀλλ' ὅστις ἂν

 ἀσθενές ἐστι καὶ ἀδύνατον εἰς τὸ διαλύειν τὰς δίκας ὑμῖν καὶ τὰς φιλονεικίας, ἀλλ' οὖν εἰ καὶ ἀσθενεῖς καθ' ὑμᾶς καὶ ἐξουθενημένοι ὦσιν οἱ πιστοὶ καὶ

 πνεῦμά ἐστιν. μονοειδής ἐστιν ὅλος, γίνεται πνευματικὸς τῇ πρὸς τὸν κύριον ἑνώσει, οὐκ ἐπισύρεται τὰ σαρκικὰ πάθη, οὐδὲ σχίζεται εἰς διπλόην τινὰ θεῷ

 ἔταξε καὶ ἐμέρισε κατὰ τὸ ἑκάστῳ συμφέρον, οὐκ ὀφείλει ὁ πιστὸς ἀπίστῳ συναφθεὶς δυσφορεῖν ἢ ἀγωνιᾶν καὶ λύσιν ἐπιζητεῖν, ἀλλὰ καθὼς ἐκλήθη ἕκαστος, τ

 σύνταξις. 1Kor 7,34 Μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος, τοῦτ' ἔστι πολλή ἐστιν ἡ ἀναμεταξὺ αὐτῶν παραλλαγὴ καὶ διαφορά. καὶ ἐπάγει λοιπὸν τὰς διαφορ

 ἀλλ' ἐφ' ᾧ ἐλπίδα ἔχειν μετὰ ταύτην τὴν πρόσκαιρον καὶ βραχείαν ἀπόλαυσιν καὶ τῶν αἰωνίων καὶ ὑπερφυῶν τυχεῖν ἀγαθῶν. τοῦτο γὰρ δηλοῖ τὸ καὶ ὁ ἀλοῶν τ

 διασκεδάζει καὶ παύει αὐτόν, ὥστε καὶ ὑμᾶς δύνασθαι διὰ τὸ ὀλίγον χρόνον ἐνοχλεῖν ὑμᾶς ὑπενεγκεῖν αὐτόν· ἢ ὅτι σὺν τῷ πειρασμῷ ποιήσει καὶ τὴν ἐπὶ τῇ

 τότε εὐχαρίστως ἐσθίειν ὡς τοῦ κυρίου παρασχόντος ἡμῖν εἰς βρῶσιν ταῦτα, καὶ νῦν εἰκότως μὴ ἐσθίειν ὡς φυλαττομένους σκανδαλίζειν τοὺς τοῦ κυρίου δούλ

 ἐφ' οἷς ἐπαινεῖσθαι αὐτοῖς ἐνῆν, ἀντὶ τούτου παραγγελίας καὶ τὸ μὴ ἐπαινεῖσθαι ἑαυτοῖς ἐπεσπάσαντο. διὰ τί δὲ οὐκ ἐπαινεῖ τὸ συνέρχεσθαι; ὅτι οὐκ ἐπὶ

 νοήματος καὶ εἰπών· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτός ἐστι θεός, ἐπισυνάπτει λέγων· ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμ

 ἀλλὰ καὶ ἄθλιοι παντελῶς, ὡς ἐκεῖνοι οἱ λέγοντες· κύριε, οὐ τῷ σῷ ὀνόματι τάδε καὶ τάδε ἐποιήσαμεν; οἷς ἀπεῖπεν ὁ δεσπότης μήτε εἰδέναι αὐτούς ποτε οὐ

 γινώσκομεν. ἀντὶ ἐκ μέρους γάρ· αἰτία γάρ ἐστι τοῦ διὰ τί μέλλουσι καταργηθῆναι καὶ παύσασθαι. Ὅτε ἤμην νήπιος. νηπιότητι γὰρ ἔοικεν ἡ παροῦσα γνῶσις

 ἐκεῖνος ἐμοὶ βάρβαρος. εἰ δὲ ὡς ὕστερον ἐρρήθη ἐκληψόμεθα, τό τε ἄφωνον ἀντὶ τοῦ ἄσημον ἐκληψόμεθα, καὶ ὁ νοῦς τοιοῦτος· πολλὰ γένη φωνῶν ἐστὶν ἐν κόσ

 εὐχαριστεῖς ἢ ἄλλο τι λαλεῖς, ὁ δὲ ἀκροατὴς οὐδὲν κερδαίνει, οὐδὲν ὠφελεῖται ἀπὸ σοῦ. 1Kor 14,19 ∆ιὰ τοῦ νοός μου λαλῆσαι, τοῦτ' ἔστι διὰ τῆς τοῦ νοός

 διαφθείρουσι, καὶ γὰρ ῥανὶς ἐνδελεχοῦσα κοιλαίνει πέτραν. διὰ τοῦτο δὲ παραινεῖ αὐτοὺς ἐκτρέπεσθαι τὰς ὁμιλίας τῶν μοχθηρῶν, καὶ μὴ θαρροῦντας ἑαυτοῖς

 καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. τὸ φορέσομεν εἰ μὲν διὰ τοῦ ˉο βραχέος γραπτέον, προαγόρευσίς ἐστιν ἐξ ἀκολουθίας ληφθεῖσα τοῦ μέλλοντος, καὶ ἀποφάσεως

 χρόνον ἐπιμεῖναι πρὸς ὑμᾶς. τὸ δὲ ἐὰν ὁ κύριος ἐπιτρέπῃ, ἑρμηνεία ἐστὶ τοῦ εἰρημένου ἄνωθεν τοῦ πρὸς ὑμᾶς δὲ τυχὸν καὶ παραμενῶ. διὰ τί εἶπον τυχόν; ὅ

ἀσθενές ἐστι καὶ ἀδύνατον εἰς τὸ διαλύειν τὰς δίκας ὑμῖν καὶ τὰς φιλονεικίας, ἀλλ' οὖν εἰ καὶ ἀσθενεῖς καθ' ὑμᾶς καὶ ἐξουθενημένοι ὦσιν οἱ πιστοὶ καὶ ἀδύνατοι συνιδεῖν δικαιοκρισίαν, ἄμεινόν ἐστι τούτους καθίζειν δικαστάς, ὅταν ἔχητε χρείαν βιωτικῶν κριτηρίων, ἢ τοῖς ἀπίστοις ἑαυτοὺς εἰς κρίσιν ἐκδιδόναι. ἐξουθενημένους δὲ εἶπον, φησίν, ἐντρέπων ὑμᾶς καὶ αἰσχύνων, ἐπεὶ πολλοί εἰσι ἐν ὑμῖν διαλύειν δίκας ἰσχύοντες καὶ φιλονεικίας. πόσης γὰρ οὐκ ἔστιν αἰσχύνης καὶ καταγνώσεως τοῦτο, εἰ οὐκ ἔνι σοφὸς ἐν ὑμῖν, φησίν, οὐδὲ εἷς ὃς δυνήσεται δικάσαι ἀνὰ μέσον ἀδελφῶν δικαζομένων; διαφόρους δὲ ἀποδείξεις τίθησιν τοῦ μὴ δεῖν καταλιπόντας τοὺς πιστοὺς ἐπὶ τὸ τῶν ἀπίστων βαδίζειν κριτήριον· πρῶτον μέν, ὅτι εἰ ἡμεῖς νῦν οὐ κρίνομεν ἐκείνους, οἱ πιστοὶ τοὺς ἀπίστους, τί γάρ μοι, φησί, καὶ τοὺς ἔξω κρίνειν; πῶς οὐ μέγα ὄνειδος ὑπὸ τῶν ἀπίστων κρίνεσθαι τοὺς πιστούς; δεύτερον· εἰ οἱ μὲν ἄδικοι οἱ δὲ ἅγιοι, πῶς οὐκ ἔστιν ἠλίθιον καταλιπόντα τοὺς ἁγίους ἐπὶ τοὺς ἀδίκους τρέχειν, καὶ ταῦτα τυχεῖν ἐλπίζοντα τοῦ δικαίου; τρίτον· εἰ οἱ ἅγιοι τὸν κόσμον ἐλέγξουσι καὶ ἀναπόδραστον αὐτοῖς τὴν δίκην παρασκευάσουσιν, ἐφ' οἷς τῆς αὐτῆς φύσεως ὄντες καὶ τὰς ἀρετὰς πράττοντες οὐκ ἔσχον μιμουμένους τοὺς ἐλεγχομένους, πόσῳ μᾶλλόν εἰσι δυνατώτεροι ἀναμεταξὺ δύο δικάζειν καὶ διακρίνειν. τέταρτον· εἰ ἀγγέλους τοὺς ἀσωμάτους δαίμονας ἐλέγχειν ἐσμὲν δυνατοί, πόσῳ μᾶλλον τοὺς ὁμοφυεῖς καὶ ὁμοδιαίτους; πέμπτον· εἰ καὶ μὴ ἴσχυον οἱ πιστοὶ δικάζειν, ἄμεινον ἦν καὶ οὕτως ἐπ' αὐτῶν ἢ ἐπὶ τῶν ἀπίστων κρίνεσθαι. καὶ πρὸ τούτων, εἰ τὸν κόσμον κρίνομεν, φησίν, πῶς οὐκ ἔστιν ἀνάξιον ὑμῶν κρίνεσθαι ὑπὸ τῶν ἀπίστων; τοῦτο γὰρ δηλοῖ διὰ τοῦ εἰπεῖν· καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος, ἀνάξιοί ἐστε 556 κριτηρίων ἐλαχίστων; παραθεὶς δὲ τὰς τοσαύτας ἀποδείξεις ὅτι οὐ δεῖ κρίνεσθαι ἐπ' ἀπίστων, ἐπὶ τὸ τελειότερον ἀνάγει τὸν λόγον καί φησιν· τί λέγω ὅτι οὐ δεῖ κρίνεσθαι ὑμᾶς ἐπ' ἀπίστων; ἄμεινον ἦν μηδ' ἐπὶ πιστῶν, ἀλλὰ πολλῷ ἄμεινον ἦν μηδὲ δίκας ἔχειν πρὸς ἀλλήλους· αὐτὸ γὰρ τὸ αἰτιᾶσθαι ὅλως ἀλλήλους ἥττημα ὑμῶν ἐστιν. ἄριστον μὲν οὖν μηδένα μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι οὕτω γὰρ κοινὴ πάντων ἦν ἡ ἀρετὴ καὶ ἡ σωτηρία , εἰ δὲ δυοῖν ἀνάγκη, θάτερον αἱρετώτερον τοῦ ἀδικεῖν τὸ ἀδικεῖσθαι· τὸ μὲν γὰρ ἐκβάλλει τῆς βασιλείας, τὸ δὲ ταύτην προξενεῖ. εἰ δὲ οὐ μόνον οὐχ αἱρεῖσθε ἀδικεῖσθαι, ἀλλὰ καὶ ἀδικεῖτε, καὶ τό τε ἀδελφοὺς καὶ ὁμοπίστους, εἰς οἷον ὑμῖν τὰ τῆς τιμωρίας χωρήσει; βιωτικὰ μὲν οὖν ἐὰν ἔχητε κριτήρια, τοῦτ' ἔστιν ἐὰν χρείαν αὐτῶν ἔχητε, ἐὰν ἀνάγκη εἶναι αὐτὰ ἐν ὑμῖν, ἐὰν δέῃ συστῆναι αὐτά. καὶ ἡ μὲν πρόχειρος ἔννοιά τε καὶ σύνταξις αὕτη, ἔνι δὲ καὶ βαθύτερον τὴν λέξιν διελόντα συνιδεῖν καὶ τὸ νόημα ἀναπτύξαι. 1Kor 6,13 Εἰ μὲν ἁπλῶς βρώματα τὴν τροφὴν δεῖ ἐκλαβεῖν καὶ κοιλίαν τὴν ὑποδοχὴν τῶν σιτίων, ἄμεινον εἰς προαγόρευσιν τοῦ μέλλοντος ἐκδέχεσθαι τὸ ἐπαγόμενον, οἷον· ὁ δὲ θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει, τοῦτ' ἔστιν· ἀλλὰ ταῦτα ἐν τῇ ἀναστάσει ἀργὰ καὶ ἄχρηστα ἔσται, εἰς ἀφθαρσίαν ἡμᾶς τοῦ θεοῦ μεταστοιχειοῦντος, καὶ μήτε τροφῆς δεῖσθαι μήτε πρὸς ὑποδοχὴν σιτίων γαστρὸς παρασκευάζοντος. καὶ εἴη ἂν ὁ νοῦς τοῦ τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασι τοιοῦτος, ἀλλήλων ἐστί, φησίν, ἐρεθιστικὰ καὶ ἐπιζητητικά· ἥ τε γὰρ ἐν τῇ κοιλίᾳ ὄρεξις ἐπιζητεῖ τὰ σιτία, τὰ δὲ σιτία τὴν ἐν ἡμῖν πάλιν ὄρεξιν ἐρεθίζει καὶ διεγείρει, ὁ δὲ θεός, φησίν, ἄμφω ἐν τῇ ἀναστάσει ἀργὰ καὶ ἄχρηστα ἀποδείξει. οὐ χρὴ οὖν περὶ τῶν μελλόντων ἔσεσθαι ἀχρήστων λίαν σπουδάζειν. εἰ δὲ βρώματα μὲν τὸ ἀκόρεστον τῶν βρωμάτων, κοιλίαν δὲ τὴν ἀπληστίαν τῆς κοιλίας ἐκληψόμεθα οὐδὲν γὰρ κωλύει καὶ ταῦτα δηλοῦσθαι ὑπὸ τῶν λέξεων , οὐ προαγορεύσεως ἔννοιαν δίδωσι τὸ ἐπαγόμενον, ἀλλὰ μᾶλλον ἀρᾶς καὶ δίκης. καταργήσει αὐτά, φησίν, ὁ θεός, ἀπελάσει ταῦτα ἀφ' ἡμῶν, ἐκδιώξει τὴν ἀδηφαγίαν καὶ γαστριμαργίαν, ἐλευθέρους τούτων ἀποδείξει τῶν κακῶν. εἰ δὲ ἀρὰς αὐτοῖς ἐπάγομεν, καὶ ἑαυτοὺς τούτων ἐλευθερωθῆναι εὐχόμεθα, πῶς οὐχὶ βδελυξόμεθα; 557 1Kor 6,17-19 Ὁ δὲ κολλώμενος τῷ κυρίῳ ἓν