Fragmenta in epistulam I ad 1Kor inthios (in catenis) 544 1Kor 1,1-3 Μὴ γὰρ νομίσητε ὅτι ἐμαυτῷ περιποιούμενος τὸ τῆς διδασκαλίας ἀξίωμα, ὑμᾶς μέλλω κ

 τί γάρ ἐστι σοφώτερον ἢ εἰς γνῶσιν ἄμεινον καὶ λαμπρότερον τοῦ μαθεῖν καὶ διδάξαι ὅτι σταυρῷ καὶ θανάτῳ κατήργηται θάνατος, καὶ τὸ ἡμέτερον τῶν ἀνθρώπ

 πνευματικὸς οὐ δεῖται ἀνακρίσεως, ἀλλ' αὐτὸς πνευματικῶς καὶ θεοσόφως ἅπαντα δοκιμάζων καὶ κρίνων, τελειοῦται τῇ γνώσει τοῦ πνεύματος. διὸ ὑπ' οὐδενὸς

 ἀνθρώπων μάταιοί εἰσιν καὶ οἱ σοφοὶ ἐν τῇ πανουργίᾳ αὐτῶν μᾶλλον ἁλίσκονται ἤπερ τι κέρδος ἐξ αὐτῆς ἔχουσιν, δῆλον ὅτι οὔτε σοφία ἀνθρωπίνη οὔτε λογισ

 ὧν μὲν καθήψατο, τούτους εἰς ἀπόγνωσιν ἐμβάλλῃ, ἢ εἰς ὀργὴν καὶ φιλονεικίαν μείζονα ἀνάψῃ, ὧν δ' ἐπὶ τοῖς ἐλέγχοις οὐκ ἐμνήσθη, τούτους δὲ ἄρα διὰ τοῦ

 5,9-11 Ἔγραψα ὑμῖν. ποῦ ἔγραψεν; ἐν οἷς λέγει· καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τοιοῦτος, οὐχὶ ὁ δεῖνα ἢ ὁ δεῖνα, ἀλλ' ὅστις ἂν

 ἀσθενές ἐστι καὶ ἀδύνατον εἰς τὸ διαλύειν τὰς δίκας ὑμῖν καὶ τὰς φιλονεικίας, ἀλλ' οὖν εἰ καὶ ἀσθενεῖς καθ' ὑμᾶς καὶ ἐξουθενημένοι ὦσιν οἱ πιστοὶ καὶ

 πνεῦμά ἐστιν. μονοειδής ἐστιν ὅλος, γίνεται πνευματικὸς τῇ πρὸς τὸν κύριον ἑνώσει, οὐκ ἐπισύρεται τὰ σαρκικὰ πάθη, οὐδὲ σχίζεται εἰς διπλόην τινὰ θεῷ

 ἔταξε καὶ ἐμέρισε κατὰ τὸ ἑκάστῳ συμφέρον, οὐκ ὀφείλει ὁ πιστὸς ἀπίστῳ συναφθεὶς δυσφορεῖν ἢ ἀγωνιᾶν καὶ λύσιν ἐπιζητεῖν, ἀλλὰ καθὼς ἐκλήθη ἕκαστος, τ

 σύνταξις. 1Kor 7,34 Μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος, τοῦτ' ἔστι πολλή ἐστιν ἡ ἀναμεταξὺ αὐτῶν παραλλαγὴ καὶ διαφορά. καὶ ἐπάγει λοιπὸν τὰς διαφορ

 ἀλλ' ἐφ' ᾧ ἐλπίδα ἔχειν μετὰ ταύτην τὴν πρόσκαιρον καὶ βραχείαν ἀπόλαυσιν καὶ τῶν αἰωνίων καὶ ὑπερφυῶν τυχεῖν ἀγαθῶν. τοῦτο γὰρ δηλοῖ τὸ καὶ ὁ ἀλοῶν τ

 διασκεδάζει καὶ παύει αὐτόν, ὥστε καὶ ὑμᾶς δύνασθαι διὰ τὸ ὀλίγον χρόνον ἐνοχλεῖν ὑμᾶς ὑπενεγκεῖν αὐτόν· ἢ ὅτι σὺν τῷ πειρασμῷ ποιήσει καὶ τὴν ἐπὶ τῇ

 τότε εὐχαρίστως ἐσθίειν ὡς τοῦ κυρίου παρασχόντος ἡμῖν εἰς βρῶσιν ταῦτα, καὶ νῦν εἰκότως μὴ ἐσθίειν ὡς φυλαττομένους σκανδαλίζειν τοὺς τοῦ κυρίου δούλ

 ἐφ' οἷς ἐπαινεῖσθαι αὐτοῖς ἐνῆν, ἀντὶ τούτου παραγγελίας καὶ τὸ μὴ ἐπαινεῖσθαι ἑαυτοῖς ἐπεσπάσαντο. διὰ τί δὲ οὐκ ἐπαινεῖ τὸ συνέρχεσθαι; ὅτι οὐκ ἐπὶ

 νοήματος καὶ εἰπών· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτός ἐστι θεός, ἐπισυνάπτει λέγων· ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμ

 ἀλλὰ καὶ ἄθλιοι παντελῶς, ὡς ἐκεῖνοι οἱ λέγοντες· κύριε, οὐ τῷ σῷ ὀνόματι τάδε καὶ τάδε ἐποιήσαμεν; οἷς ἀπεῖπεν ὁ δεσπότης μήτε εἰδέναι αὐτούς ποτε οὐ

 γινώσκομεν. ἀντὶ ἐκ μέρους γάρ· αἰτία γάρ ἐστι τοῦ διὰ τί μέλλουσι καταργηθῆναι καὶ παύσασθαι. Ὅτε ἤμην νήπιος. νηπιότητι γὰρ ἔοικεν ἡ παροῦσα γνῶσις

 ἐκεῖνος ἐμοὶ βάρβαρος. εἰ δὲ ὡς ὕστερον ἐρρήθη ἐκληψόμεθα, τό τε ἄφωνον ἀντὶ τοῦ ἄσημον ἐκληψόμεθα, καὶ ὁ νοῦς τοιοῦτος· πολλὰ γένη φωνῶν ἐστὶν ἐν κόσ

 εὐχαριστεῖς ἢ ἄλλο τι λαλεῖς, ὁ δὲ ἀκροατὴς οὐδὲν κερδαίνει, οὐδὲν ὠφελεῖται ἀπὸ σοῦ. 1Kor 14,19 ∆ιὰ τοῦ νοός μου λαλῆσαι, τοῦτ' ἔστι διὰ τῆς τοῦ νοός

 διαφθείρουσι, καὶ γὰρ ῥανὶς ἐνδελεχοῦσα κοιλαίνει πέτραν. διὰ τοῦτο δὲ παραινεῖ αὐτοὺς ἐκτρέπεσθαι τὰς ὁμιλίας τῶν μοχθηρῶν, καὶ μὴ θαρροῦντας ἑαυτοῖς

 καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. τὸ φορέσομεν εἰ μὲν διὰ τοῦ ˉο βραχέος γραπτέον, προαγόρευσίς ἐστιν ἐξ ἀκολουθίας ληφθεῖσα τοῦ μέλλοντος, καὶ ἀποφάσεως

 χρόνον ἐπιμεῖναι πρὸς ὑμᾶς. τὸ δὲ ἐὰν ὁ κύριος ἐπιτρέπῃ, ἑρμηνεία ἐστὶ τοῦ εἰρημένου ἄνωθεν τοῦ πρὸς ὑμᾶς δὲ τυχὸν καὶ παραμενῶ. διὰ τί εἶπον τυχόν; ὅ

γινώσκομεν. ἀντὶ ἐκ μέρους γάρ· αἰτία γάρ ἐστι τοῦ διὰ τί μέλλουσι καταργηθῆναι καὶ παύσασθαι. Ὅτε ἤμην νήπιος. νηπιότητι γὰρ ἔοικεν ἡ παροῦσα γνῶσις καὶ προφητεία καὶ πολιτεία πρὸς τὴν μέλλουσαν. 574 1Kor 13,12-13 Καθὼς καὶ ἐπεγνώσθην. ἀντὶ τοῦ ἀκριβῶς καὶ τελείως· ἐπὶ τούτῳ γάρ, φησί, καὶ τὴν ἀρχὴν ἐγὼ ἐπεγνώσθην, ἵνα καὶ αὐτὸς γνώσωμαι, καθώς ἐστιν ἀνθρώπῳ δυνατόν, τελείως καὶ ἀκριβῶς τὸν ἐπιγνόντα με δεσπότην. Νυνὶ δὲ μένει πίστις. ἡ πίστις καὶ ἡ ἀγάπη οὐ μόνον ἐν τῷ νῦν αἰῶνι τῶν ἄλλων χαρισμάτων παυομένων διαμενοῦσιν, ἀλλὰ πολλῷ πλέον καὶ ἐν τῷ μέλλοντι· τότε γὰρ ὡς ἀληθῶς τοῖς ἁγίοις τὸ εἰρηνικὸν καὶ φιλάλληλον, καθαρὸν καὶ ἀστασίαστον. καὶ ἡ πίστις δὲ ὁμοίως· τότε γὰρ λαμπρότερον καὶ τελεώτερον ἐντρυφᾶν ἐστι τῇ θεωρίᾳ τοῦ ποθουμένου. τὴν δὲ ἐλπίδα εἴποι τις ἴσως ἔτι τότε παρεῖναι, ὡς τῶν ἐλπισθέντων ἤδη παρόντων καὶ μηδὲν διαψεύσασαν τοὺς ἠλπικότας· ἀΐδιον γὰρ τὸ χρῆμα τῆς ἀληθείας. Νυνὶ δὲ μένει πίστις. ἀλλ' οὐχ οὕτως, φησίν· τὸ γὰρ νῦν ἐνταῦθα οὐκ ἔστι χρόνου δηλωτικόν. οὐχ οὕτως οὖν, φησίν, ἐπὶ τῆς πίστεώς ἐστιν ἰδεῖν καὶ τῆς ἐλπίδος καὶ τῆς ἀγάπης ὥσπερ ἐπὶ τῶν ἄλλων χαρισμάτων. τὰ μὲν γὰρ ἄλλα, ἅπερ καὶ ἀπαριθμήσατο, καὶ ἐν τῷ μέλλοντι ἀργήσει τῶν τελειοτέρων ἡμῖν ἐπιγινομένων τότε, ἀλλὰ καὶ ἐν τῷ παρόντι ἐπιλείψει καὶ ἀργήσει τῆς εὐσεβείας εἰς πάντας ἐξαπλουμένης· εἰδήσουσι γάρ με, φησίν, ἀπὸ μικροῦ ἕως μεγάλου. καὶ γὰρ τὰ πλεῖστα τῶν ἄλλων χαρισμάτων ἐδόθη ἕνεκα τοῦ χειραγωγεῖσθαι καὶ προσάγεσθαι τῇ πίστει τοὺς ἀνθρώπους· προσαχθέντων δὲ καὶ πιστευσάντων δηλονότι παύσεται. ἀλλ' οὐκέτι ὡσαύτως καὶ ἡ πίστις καὶ ἡ ἐλπὶς καὶ ἡ ἀγάπη· αὗται γὰρ δι' ὅλου τοῦ ἀνθρωπίνου βίου παραμένουσι καὶ παραταθήσονται, καὶ τότε μᾶλλον ἐκλάμψουσιν, ὅτε τὰ ἄλλα ἀργήσει· τότε γὰρ μᾶλλον ἐπικρατήσει, καὶ μᾶλλον αὐτῶν ἡ χρεία, ὅτε πάντες εὐσεβήσουσι καὶ πιστεύσουσιν· τότε γὰρ μᾶλλον καὶ ἐλπίδος ἐστὶ χρεία καὶ ἐλπίσουσιν, καὶ ἀγάπης καὶ ἀγαπήσουσιν. ὥστε παυομένων τῶν ἄλλων χαρισμάτων αὗται μᾶλλον ἀκμάσουσιν. 1Kor 14,1 Ζηλοῦτε δὲ τὰ πνευματικά, ἀντὶ τοῦ μηδ' ἐκείνων ἀμελεῖτε· μείζων μὲν γὰρ ἡ ἀγάπη, καὶ ταύτην γρὴ διώκειν, οὐ δεῖ δὲ οὐδὲ τῶν ἄλλων ἀμελεῖν χαρισμάτων καὶ μάλιστα τοῦ περὶ τὴν προφητείαν χαρίσματος. 575 1Kor 14,6 Νυνὶ δέ, ἀδελφοί. νυνὶ δέ, φησί, βούλομαι ἐπὶ τοῦ ἐμοῦ προσώπου διὰ τὸ μὴ γενέσθαι ὑμῖν φορτικὸν ταῦτα μετασχηματίσαι, καὶ δεῖξαι ὅσον λείπει εἰς τελείωσιν τὸ γλώσσαις μόνον λαλεῖν. ἐὰν γάρ, φησίν, ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν καὶ ἑξῆς. πρότερον δὲ ἐπ' οἰκείου σχηματίσας, λοιπὸν προϊὼν καὶ ἐπ' αὐτῶν ἐκείνων ταῦτα γυμνάζει· ἀλλὰ κἀκεῖ ἔνθα τραχύτερόν τι μέλλει λέγειν, εἰς ἑαυτὸν τοῦτο ἀναδέχεται, ὡς τὸ ἔσομαι τῷ λαλοῦντι βάρβαρος, καὶ εἴ τι ὅμοιον. Ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν. τὰ εἴδη λέγει τῶν ἐν λόγῳ χαρισμάτων. ταῦτα δέ ἐστι γλώσσας ἑρμηνεύειν καὶ τὰ λαλούμενα παρ' αὐτῶν ἀποκαλύπτειν, ἢ συνάμφω, καὶ γλώσσαις λαλεῖν καὶ ἀποκαλύπτειν, ὃ καὶ γνῶσιν καλεῖ, ὅτι καὶ λαλεῖ καὶ ἑρμηνεύει ὡς εἰδὼς ὃ λέγει· ἢ προφητεύειν τοῦτο δὲ δῆλον τί ἐστιν · ἢ διδάσκειν· ἕτερον γὰρ τοῦτο χάρισμα παρὰ τὰ εἰρημένα. φησὶν οὖν· ἐὰν ἔλθω ἔχων μὲν τὸ χάρισμα τοῦ γλώσσαις λαλεῖν, μὴ ἔχων δέ τι ἄλλο χάρισμα τῶν εἰρημένων τεσσάρων, τί ἔσται ὑμῖν ὄφελος; 1Kor 14,10-11 Τὸ τοσαῦτα γένη φωνῶν καὶ ἑξῆς διχῶς ἐστιν ἐκλαβεῖν· ἢ ὅτι πολλά ἐστι γένη φωνῶν καὶ τούτων τῶν γενῶν οὐδέν ἐστιν ἄφωνον, ἵνα ᾖ ἐκ παραλλήλου τὸ τοσαῦτα γένη φωνῶν καὶ τὸ οὐδὲν αὐτῶν ἄφωνον· ἢ πολλά ἐστι γένη φωνῶν, ἀλλ' οὐδεμία τοῖς ὁμογενέσιν αὐτῶν ἐστιν ἄσημος καὶ ἀνεπίγνωστος· τὸ γὰρ ἄφωνον τὰ δύο ἐστὶ σημαῖνον εὑρεῖν, καὶ τὸ παντελῶς ἄφωνον καὶ τὸ ἄσημον μόνον καὶ ἀδιάγνωστον. εἰ μὲν οὖν ὡς προείρηται ἐκληψόμεθα, εἴη ἂν τοιοῦτος ὁ ἀποστολικὸς νοῦς· πολλά ἐστι μὲν γένη φωνῶν, καὶ τούτων τῶν γενῶν οὐδέν ἐστιν ἄφωνον. ἀλλὰ τί κερδαίνομεν ἡμεῖς ἐκ τῶν φωνῶν ἐκείνων μηδὲν αὐτῶν συνιέντες; ἐὰν γὰρ μὴ εἰδῶ τί σημαίνει ἡ φωνή, ἔσομαι ἐγώ τε ἐκείνῳ καὶ