Fragmenta in epistulam I ad 1Kor inthios (in catenis) 544 1Kor 1,1-3 Μὴ γὰρ νομίσητε ὅτι ἐμαυτῷ περιποιούμενος τὸ τῆς διδασκαλίας ἀξίωμα, ὑμᾶς μέλλω κ

 τί γάρ ἐστι σοφώτερον ἢ εἰς γνῶσιν ἄμεινον καὶ λαμπρότερον τοῦ μαθεῖν καὶ διδάξαι ὅτι σταυρῷ καὶ θανάτῳ κατήργηται θάνατος, καὶ τὸ ἡμέτερον τῶν ἀνθρώπ

 πνευματικὸς οὐ δεῖται ἀνακρίσεως, ἀλλ' αὐτὸς πνευματικῶς καὶ θεοσόφως ἅπαντα δοκιμάζων καὶ κρίνων, τελειοῦται τῇ γνώσει τοῦ πνεύματος. διὸ ὑπ' οὐδενὸς

 ἀνθρώπων μάταιοί εἰσιν καὶ οἱ σοφοὶ ἐν τῇ πανουργίᾳ αὐτῶν μᾶλλον ἁλίσκονται ἤπερ τι κέρδος ἐξ αὐτῆς ἔχουσιν, δῆλον ὅτι οὔτε σοφία ἀνθρωπίνη οὔτε λογισ

 ὧν μὲν καθήψατο, τούτους εἰς ἀπόγνωσιν ἐμβάλλῃ, ἢ εἰς ὀργὴν καὶ φιλονεικίαν μείζονα ἀνάψῃ, ὧν δ' ἐπὶ τοῖς ἐλέγχοις οὐκ ἐμνήσθη, τούτους δὲ ἄρα διὰ τοῦ

 5,9-11 Ἔγραψα ὑμῖν. ποῦ ἔγραψεν; ἐν οἷς λέγει· καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τοιοῦτος, οὐχὶ ὁ δεῖνα ἢ ὁ δεῖνα, ἀλλ' ὅστις ἂν

 ἀσθενές ἐστι καὶ ἀδύνατον εἰς τὸ διαλύειν τὰς δίκας ὑμῖν καὶ τὰς φιλονεικίας, ἀλλ' οὖν εἰ καὶ ἀσθενεῖς καθ' ὑμᾶς καὶ ἐξουθενημένοι ὦσιν οἱ πιστοὶ καὶ

 πνεῦμά ἐστιν. μονοειδής ἐστιν ὅλος, γίνεται πνευματικὸς τῇ πρὸς τὸν κύριον ἑνώσει, οὐκ ἐπισύρεται τὰ σαρκικὰ πάθη, οὐδὲ σχίζεται εἰς διπλόην τινὰ θεῷ

 ἔταξε καὶ ἐμέρισε κατὰ τὸ ἑκάστῳ συμφέρον, οὐκ ὀφείλει ὁ πιστὸς ἀπίστῳ συναφθεὶς δυσφορεῖν ἢ ἀγωνιᾶν καὶ λύσιν ἐπιζητεῖν, ἀλλὰ καθὼς ἐκλήθη ἕκαστος, τ

 σύνταξις. 1Kor 7,34 Μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος, τοῦτ' ἔστι πολλή ἐστιν ἡ ἀναμεταξὺ αὐτῶν παραλλαγὴ καὶ διαφορά. καὶ ἐπάγει λοιπὸν τὰς διαφορ

 ἀλλ' ἐφ' ᾧ ἐλπίδα ἔχειν μετὰ ταύτην τὴν πρόσκαιρον καὶ βραχείαν ἀπόλαυσιν καὶ τῶν αἰωνίων καὶ ὑπερφυῶν τυχεῖν ἀγαθῶν. τοῦτο γὰρ δηλοῖ τὸ καὶ ὁ ἀλοῶν τ

 διασκεδάζει καὶ παύει αὐτόν, ὥστε καὶ ὑμᾶς δύνασθαι διὰ τὸ ὀλίγον χρόνον ἐνοχλεῖν ὑμᾶς ὑπενεγκεῖν αὐτόν· ἢ ὅτι σὺν τῷ πειρασμῷ ποιήσει καὶ τὴν ἐπὶ τῇ

 τότε εὐχαρίστως ἐσθίειν ὡς τοῦ κυρίου παρασχόντος ἡμῖν εἰς βρῶσιν ταῦτα, καὶ νῦν εἰκότως μὴ ἐσθίειν ὡς φυλαττομένους σκανδαλίζειν τοὺς τοῦ κυρίου δούλ

 ἐφ' οἷς ἐπαινεῖσθαι αὐτοῖς ἐνῆν, ἀντὶ τούτου παραγγελίας καὶ τὸ μὴ ἐπαινεῖσθαι ἑαυτοῖς ἐπεσπάσαντο. διὰ τί δὲ οὐκ ἐπαινεῖ τὸ συνέρχεσθαι; ὅτι οὐκ ἐπὶ

 νοήματος καὶ εἰπών· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτός ἐστι θεός, ἐπισυνάπτει λέγων· ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμ

 ἀλλὰ καὶ ἄθλιοι παντελῶς, ὡς ἐκεῖνοι οἱ λέγοντες· κύριε, οὐ τῷ σῷ ὀνόματι τάδε καὶ τάδε ἐποιήσαμεν; οἷς ἀπεῖπεν ὁ δεσπότης μήτε εἰδέναι αὐτούς ποτε οὐ

 γινώσκομεν. ἀντὶ ἐκ μέρους γάρ· αἰτία γάρ ἐστι τοῦ διὰ τί μέλλουσι καταργηθῆναι καὶ παύσασθαι. Ὅτε ἤμην νήπιος. νηπιότητι γὰρ ἔοικεν ἡ παροῦσα γνῶσις

 ἐκεῖνος ἐμοὶ βάρβαρος. εἰ δὲ ὡς ὕστερον ἐρρήθη ἐκληψόμεθα, τό τε ἄφωνον ἀντὶ τοῦ ἄσημον ἐκληψόμεθα, καὶ ὁ νοῦς τοιοῦτος· πολλὰ γένη φωνῶν ἐστὶν ἐν κόσ

 εὐχαριστεῖς ἢ ἄλλο τι λαλεῖς, ὁ δὲ ἀκροατὴς οὐδὲν κερδαίνει, οὐδὲν ὠφελεῖται ἀπὸ σοῦ. 1Kor 14,19 ∆ιὰ τοῦ νοός μου λαλῆσαι, τοῦτ' ἔστι διὰ τῆς τοῦ νοός

 διαφθείρουσι, καὶ γὰρ ῥανὶς ἐνδελεχοῦσα κοιλαίνει πέτραν. διὰ τοῦτο δὲ παραινεῖ αὐτοὺς ἐκτρέπεσθαι τὰς ὁμιλίας τῶν μοχθηρῶν, καὶ μὴ θαρροῦντας ἑαυτοῖς

 καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. τὸ φορέσομεν εἰ μὲν διὰ τοῦ ˉο βραχέος γραπτέον, προαγόρευσίς ἐστιν ἐξ ἀκολουθίας ληφθεῖσα τοῦ μέλλοντος, καὶ ἀποφάσεως

 χρόνον ἐπιμεῖναι πρὸς ὑμᾶς. τὸ δὲ ἐὰν ὁ κύριος ἐπιτρέπῃ, ἑρμηνεία ἐστὶ τοῦ εἰρημένου ἄνωθεν τοῦ πρὸς ὑμᾶς δὲ τυχὸν καὶ παραμενῶ. διὰ τί εἶπον τυχόν; ὅ

πνεῦμά ἐστιν. μονοειδής ἐστιν ὅλος, γίνεται πνευματικὸς τῇ πρὸς τὸν κύριον ἑνώσει, οὐκ ἐπισύρεται τὰ σαρκικὰ πάθη, οὐδὲ σχίζεται εἰς διπλόην τινὰ θεῷ δουλεύων καὶ μαμωνᾷ, ἀλλ' ὅλος ἑνιαῖός ἐστι καὶ ὅλος πνευματικός, εἰς ἑνότητα συναγόμενος πνεύματος. Ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. αὐτὸ μερίζει τὸ ἴδιον σῶμα, καὶ εἰς ἑαυτὸν ἀλλ' οὐκ εἰς ἄλλον τὴν ἀδικίαν ἐπιδείκνυται, ὅπερ ἐπ' οὐδενὶ τῶν ἄλλων ἐστὶν εὑρεῖν ἁμαρτημάτων· πάντες γὰρ ἄλλους βλάπτοντες ἁμαρτάνουσιν, ὁ δὲ πορνεύων ἑαυτὸν βλάπτων καὶ κακοποιῶν. Ἡ ἐπαγωγὴ δείκνυσι τὴν ἔννοιαν τοῦ προτεταγμένου αὐτῆς ῥητοῦ τοιαύτην εἶναι· εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει, οἷον· εἰς αὐτό, φησί, τὸ ἴδιον τοῦ δεσπότου σῶμα, καὶ γὰρ ἐπάγει· ἢ οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν ναὸς τοῦ ἁγίου πνεύματός ἐστιν; καὶ πάλιν· καὶ οὐκ ἐστὲ ἑαυτῶν, καὶ πρὸ βραχέος· οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; καὶ πάλιν· ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ. ὥστε ὁ πορνεύων εἰς τὰ ἴδια μέλη τοῦ Χριστοῦ καὶ εἰς τὸ σῶμα αὐτοῦ πλημμελεῖ. τί οὖν, φησίν, οἱ λοιπὰς πλημμελοῦντες ἁμαρτίας οὐχὶ κατὰ τοῦτον τὸν λόγον καὶ αὐτοὶ εἰς τὸ τοῦ Χριστοῦ σῶμα πλημμελοῦσιν; καί φαμεν ὅτι οὐχ οὕτως· εἰ γὰρ καὶ διά τινος μέλους ὁ κλέπτων ἢ ὁ φονεύων τὴν ἁμαρτίαν ποιεῖ, ἀλλ' οὐχὶ εἰς τὸ αὐτοῦ μέλος τὴν ἁμαρτίαν ποιεῖ, ἀλλ' ἐκτὸς αὐτὴν καὶ εἰς ἄλλον τινὰ κακουργεῖ, ὁ δὲ πορνεύων καὶ διὰ τῶν μελῶν ὥσπερ ἐκεῖνοι, καὶ εἰς αὐτὰ τὰ μέλη καὶ ὅλον τὸ σῶμα τὴν βλάβην καὶ τὴν ἀδικίαν ἐπιδείκνυσιν. 1Kor 7,12-14 Εἴ τις γυναῖκα ἔχει ἄπιστον. ἵνα μὴ διασπασθῶσιν οἱ γάμοι καὶ λοιπὸν συγχύσεως καὶ ταραχῆς καὶ οἴκων ἀνατροπῆς ἡ εὐσέβεια νομισθῇ τοῖς πολλοῖς, διὰ τοῦτο τοὺς φθάσαντας ἀπίστοις συνοικεῖν κωλύει διαιρεῖσθαι. Ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος. καὶ αὐτὸ δὲ τοῦτο τὸ ἀνέχεσθαι τὸν ἄπιστον καὶ μὴ ἀποπηδᾶν συνοικεῖν τῷ πιστῷ, ἐγγύς ἐστι τοῦ πρὸς τὴν εὐσέβειαν ὁρᾶν. ἀλλ' εἴποι τις ἂν ἴσως· οὐκοῦν τὸ αὐτὸ νοοῦντες καὶ περὶ τοῦ πιστοῦ ἐγγὺς αὐτὸν εἶναι φαίημεν ἂν τοῦ πρὸς ἀσέβειαν ὁρᾶν. πρὸς ὅ φαμεν ὡς οὐκ ἔστιν ἴσον, οὐδὲ πολλοῦ δεῖ· ὁ 558 μὲν γὰρ πιστὸς συνοικῶν τῷ ἀπίστῳ τῆς πίστεως ἐντολὴν καὶ νόμον πληροῖ, ὥστε καὶ ταύτῃ μᾶλλον ᾠκείωται τῇ πίστει καὶ διΐσταται τῆς ἀπιστίας· ὁ δὲ ἄπιστος μόνῃ τῇ πρὸς τὸν συνοικοῦντα στοργῇ δεδεμένος τὴν συνάφειαν οὐ λύει, ἀλλ' οὐχὶ νόμον τὸν ἀπὸ τῆς οἰκείας ἀπιστίας αὐτὸς ἐκτελῶν, στέργων δὲ τὸν συνοικοῦντα χειραγωγηθήσεταί ποτε καὶ πρὸς τὴν αὐτοῦ πίστιν δι' αὐτοῦ. καὶ τὸ στέργειν δὲ αὐτὸ τῆς εὐσεβοῦς ἐστι νομοθεσίας ἀλλ' οὐχὶ τῆς ἀσεβείας, ὥστε καὶ ταύτῃ ἐγγύς ἐστι τοῦ εὐσεβεῖν αὐτὸν καὶ ἡγιάσθαι διὰ τῆς συνοικήσεως τοῦ πιστοῦ. 1Kor 7,15-17 Οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις. οὐκ ἔχει ἀνάγκην, φησίν, ὁ πιστὸς ἢ ἡ πιστὴ ἐν τοῖς ἀπίστοις τοιαύτην, οἵα αὐτῷ ἐπίκειται ἐπὶ τῶν πιστῶν· ἐκεῖ μὲν γὰρ παντὶ τρόπῳ, χωρὶς λόγου πορνείας, οὐκ ἔξεστιν ἀπ' ἀλλήλων τοὺς συναφθέντας χωρισθῆναι, ἐνταῦθα δὲ ἂν μὲν συνευδοκῇ τὸ ἄπιστον μέρος τῷ πιστῷ συνοικεῖν, δεῖ μὴ λύειν τὸ συνοικέσιον· ἂν δὲ στασιάζῃ, καὶ τὴν λύσιν ἐκεῖνος ποιῇ, οὐ δεδούλωται ὁ πιστὸς εἰς τὸ μὴ χωρισθῆναι, ἀλλ' ἐλεύθερός ἐστιν ἐκείνου λύοντος τὸν γάμον καὶ αὐτὸς διαστῆναι. πλήν, φησίν, εἰ καὶ ἐλεύθερός ἐστιν τὸ συνοικέσιον διὰ τὴν τοῦ ἀπίστου στάσιν λύειν, ἀλλ' ἄμεινον πολλῷ ποιήσει, εἰ τὴν ἔριν εἰρήνῃ καὶ καλοκαγαθίᾳ λύσας μὴ λύσει τὸν γάμον. ἐν γὰρ εἰρήνῃ, φησί, κέκληκεν ἡμᾶς ὁ θεός· τοῦτο γάρ, φησί, καὶ τῆς κλήσεως τῆς ἀπὸ θεοῦ σημεῖον, τὸ εἰρηνικοὺς ὅσον τὸ ἐξ ἡμῶν πρὸς πάντας εἶναι. καὶ τὸ ἐφεξῆς δέ· τί γὰρ οἶδας, γύναι, καὶ ἑξῆς ταύτῃ συνᾴδει τῇ ἑρμηνείᾳ διὰ τῆς πρὸς αὐτὴν μάλιστα ἀκολουθίας. Ἑκάστῳ ὡς ἐμέρισεν ὁ θεός. τὸ γὰρ συμφέρον αὐτὸς μόνος οἶδεν, καὶ πότερον μᾶλλον συνετέλει τὸν πιστὸν ἐξ ἀρχῆς ἀπίστῳ συναφθῆναι ἢ πιστῷ. ἐπ' ἐνίων μὲν γὰρ συνέφερε πιστὸν πιστῷ συνοικεῖν, καὶ συνήφθη· ἐπ' ἐνίων δὲ πιστὸν ἀπίστῳ, καὶ γέγονεν οὕτως. καὶ τούτων οὐδείς ἐστιν ἱκανὸς συνιδεῖν τὰς αἰτίας πλὴν τοῦ οὕτω διαταξαμένου καὶ μερίσαντος θεοῦ καὶ τοῦ καλέσαντος κυρίου. εἰ δὲ ὁ θεὸς καὶ ὁ κύριος τὰς τοιαύτας συναφείας