ἐναλλομένους, καὶ οὐχὶ δὴ μᾶλλον ποιουμένους ἐν σπουδῇ τὸ ἀσθενὲς αὐτῶν ἐπιῤῥῶσαι συνειδός;
Υἱὸς καὶ εἰς τὸν μέλλοντα αἰῶνα τῆς κατὰ πάντων ἐξουσίας τὴν ὑπεροχήν.
Υἱὸς καὶ εἰς τὸν μέλλοντα αἰῶνα τῆς κατὰ πάντων ἐξουσίας τὴν ὑπεροχήν.
ΤΟΜΟΣ Ζ. Ἀλλ' ἐρεῖ τις Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται; κ.τ.λ. Ὁ
ΠΡΟΦΗΤΗΣ Ἡσαΐας μετὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως τὸ μυστήριον ὡς ἔσται κατὰ καιροὺς Θεοῦ κατανεύοντος, καὶ ἀφάτῳ δυνάμει μεταπλάττοντος εἰς ζωὴν τὸ τῷ θανάτῳ κεκρατημένον, προανακεκράγει λέγων "Ἀναστήσονται οἱ "νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφραν"θήσονται οἱ ἐν τῇ γῇ· ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα "αὐτοῖς ἐστιν·" δρόσον οἶμαι λέγων τροπικῶς τὴν ζωοποιὸν ἐνέργειαν τοῦ Θεοῦ, καθ' ἣν καὶ τὸ εἶναι τοῖς οὐκ οὖσι προσνέμει, καὶ τοῖς ἤδη παρενηνεγμένοις εἰς ὕπαρξιν τὸ εὖ εἶναι χαρίζεται· συνέστηκε γὰρ τὰ πάντα ἐν αὐτῷ, καθάπερ ἀμέλει καὶ δι' αὐτοῦ παρήχθη πρὸς γένεσιν· ψάλλει δέ που καὶ ὁ θεσπέσιος ∆αυεὶδ περὶ τῶν ἐπὶ γῆς πρὸς τὸν τῶν ὅλων Σωτῆρα Θεόν "Ἀνοίξαντος δέ σου τὴν χεῖρα τὰ σύμ"παντα πλησθήσεται χρηστότητος· ἀποστρέψαντος δέ σου "τὸ πρόσωπον, ταραχθήσονται· ἀντανελεῖς τὸ πνεῦμα αὐ"τῶν καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψου"σιν· ἐξαποστελεῖς τὸ πνεῦμα σου καὶ κτισθήσονται, καὶ "ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς." πέπονθε μὲν γὰρ ἡ ἀνθρώπου φύσις τοῦ θείου προσώπου τὴν ἀποστροφὴν ἐν Ἀδὰμ διὰ τὴν παράβασιν· τοιγάρτοι μονονουχὶ συγκέχυται καὶ τετάρακται, καὶ εἰς τὸν ἴδιον ὑπενόστησε χοῦν, κατεβιβάσθη τε καὶ εἰς θάνατον καὶ φθοράν. ἐπειδὴ δὲ γέγονε καθ' ἡμᾶς ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, καὶ τὴν τοῦ Ἁγίου Πνεύματος πεπλουτήκαμεν μέθεξιν, ἀναμορφούμεθα πρὸς τὸ ἐν ἀρχαῖς καὶ οἷον ἀνεκτίσμεθα· κεκλήμεθα γὰρ εἰς καινότητα ζωῆς, τὸ τοῦ θανάτου διαδιδράσκοντες κράτος. καὶ 308 μαρτυρήσει λέγων ὁ σοφώτατος Παῦλος "Εἰ δὲ τὸ πνεῦμα "τοῦ ἐγείραντος Ἰησοῦν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας ἐκ νεκρῶν "Χριστὸν Ἰησοῦν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ὑμῶν "διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν." ὅτε τοίνυν ἀνεβίω μὲν ὁ Χριστὸς πατήσας τοῦ θανάτου τὸ κράτος, καὶ γέγονεν ἀπαρχὴ τῶν κεκοιμημένων ὡς ἑψομένων πάντως τοῖς ἴχνεσιν αὐτοῦ, πῶς οὐκ ἀπόπληκτον κομιδῆ τὸ κατά τι γοῦν ὅλως ἐνδοιάζειν ἔτι περὶ τὸ τῆς ἀναστάσεως μυστήριον;
Εἴ τις ἕλοιτο τοῖς τῆς θεότητος ἔργοις περιεργότερον ἐνιεὶς τῆς ἑαυτοῦ διανοίας τὸν ὀφθαλμὸν πειρᾶσθαι περιαθρεῖν τῆς ἑκάστου παραγωγῆς τὸν τρόπον καὶ τῆς γενέσεως τὴν ἀρχὴν, καταλήξειεν ἂν οὐδαμῶς τό Πῶς δὴ τοῦτο ἀπόπληκτον λέγων. πῶς γὰρ γέγονεν ὁ οὐρανὸς, ἐκ ποίας ὕλης ἢ πόθεν; ποίαν ἔχει τὴν ἕδραν; γῆ δὲ πῶς ἢ πόθεν καὶ ὅποι ποτὲ διερήρεισται; παρήχθη δὲ ὅπως ὁ ἡλίου κύκλος, σελήνη καὶ ἄστρα καὶ τὰ ἕτερα τῶν κτισμάτων; πῶς δὲ ὁ τῶν ὅλων ∆ημιουργὸς χοῦν ἀπὸ γῆς λαβὼν ἔπλασε τὸν ἄνθρωπον; πῶς εἰς ὀστέα καὶ νεῦρα καὶ σάρκας ἡ γῆ μετεπλάττετο; εἰ δὲ εἴπερ οὐχ εὑρεθησόμεθα τὸν ἐφ' ἑκάστῳ τῶν πεποιημένων ἀποδοῦναι λόγον, ταύτῃ καὶ ἀναιρήσομεν ὅτι καὶ γεγόνασιν ὅλως, ὅποι ποτὲ λοιπὸν ἐκτελευτήσειεν ἂν ἡ τῶν ἐννοιῶν ἤτοι σκαιῶν ἐγχειρημάτων ἔκβασις; Τὸ μετὰ τὴν Χριστοῦ ἀνάστασιν ἀμφιβάλλειν περὶ ἀναστάσεως, δυσβουλίας ἐστὶ καὶ ἀμαθίας καὶ ἀλαζονείας, τὸ λέγειν ἐπὶ τῶν τοῦ Θεοῦ ἔργων τὸ πῶς, ἀλλὰ μὴν καὶ τὸ λέγειν Ποίῳ σώματι ἐγείρονται οἱ νεκροὶ καὶ τοῦτο εὔηθες· εὔδηλον γὰρ ὅτι τῷ αὐτῷ. καὶ γὰρ καὶ ὁ Κύριος τὴν ἑαυτοῦ σάρκα ἀνέστησεν ὡς ἦν. ἐπειδὴ δέ τινες λέγουσι προὐπεῖναι τὴν ψυχὴν, τιμωρίας δὲ ἕνεκεν ἐνδεσμεῖσθαι τῷ σώματι, ἀθετοῦσιν οὐ μόνον τὸν τῆς δημιουργίας λόγον καθ' ὃν