ἐναλλομένους, καὶ οὐχὶ δὴ μᾶλλον ποιουμένους ἐν σπουδῇ τὸ ἀσθενὲς αὐτῶν ἐπιῤῥῶσαι συνειδός;
Υἱὸς καὶ εἰς τὸν μέλλοντα αἰῶνα τῆς κατὰ πάντων ἐξουσίας τὴν ὑπεροχήν.
φθόγγος ἦν καὶ ἀσυνήθης ἡ φωνὴ, πεποίηκε μάτην εἰκαίῳ τινὶ κτύπῳ προσαράξας μόνον τὴν τοῦ μανθάνοντος ἀκοήν.
∆εῖ, φησὶ, τοὺς διδάσκειν ἐθέλοντας, συνήθη τοῖς ἀκροωμένοις λαλεῖν λόγον, ἐπεὶ εἰς μάτην πονεῖ· οὐ γὰρ τὸ ἐν μόναις γλώσσαις λαλεῖν ἐκκλησίαν οἰκοδομεῖ. Ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται. Πνεῦμα ἐν τούτοις τὴν διὰ τοῦ Πνεύματος ὀνομάζει χάριν, τουτέστι τὸ δύνασθαι γλώσσαις λαλεῖν. ἐὰν οὖν, φησὶ, τὰς ἐν ταῖς ἐκκλησίαις εὐχὰς προσεύξωμαι πνεύματι, τουτέστιν 295 ἀποκεχρημένος τῇ γλώσσῃ τῇ διὰ τοῦ πνεύματος, ἕξω ἄκαρπον τὸν νοῦν· δεῖ γὰρ ἐν προσευχαῖς συντείνεσθαι, καὶ τὰ τελοῦντα πρὸς σωτηρίαν παρὰ Θεοῦ ζητεῖν, οὐκ ἐναβρύνεσθαι γλώσσῃ καὶ γίνεσθαι ἁπλῶς τοῦ γλώσσῃ λαλεῖν· ἐπεὶ ὁ νοῦς ἄκαρπος γίνεται, μηδεμίαν ἐκ τῆς τοιαύτης φιλοτιμίας ἀποφερόμενος ὄνησιν. Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ. ∆εῖ με τοίνυν, φησὶν, εἴπερ ἑλοίμην προσεύχεσθαι γλώσσῃ τουτέστιν εὐδοκιμεῖν ἐν τῷ λαλεῖν γλώσσῃ, πειρᾶσθαι σπουδαίως μὴ ἄκαρπον ἔχειν τὸν νοῦν, μηδὲ μόνου γενέσθαι τῇ γλώσσῃ λαλεῖν ἀλλὰ διεγείρειν ἐν ἐμαυτῷ τὸν νοῦν. καὶ εἰ ψάλοιμι τυχὸν ἐν γλώσσῃ ψάλλειν οὐδὲν ἧττον καὶ τῷ νοῒ ἐν τῷ νοεῖν τῆς ψαλμῳδίας καὶ τῆς προφητείας τὴν δύναμιν, καὶ μὴ ἀζητήτους ἐᾶν τοὺς τοιούτους λόγους. εἰ γὰρ εἰκαίας λέγοιμι φωνὰς, "γέγονα χαλκὸς "ἠχῶν." διὸ ἄμεινον τὸ προφητεύειν ἤτοι διερμηνεύειν τὰς θείας γραφὰς ἐν ἐκκλησίᾳ ἢ γλώσσαις ἁπλῶς κατακεχρῆσθαι φιλεῖν. τί οὖν ἔσται τὸ ἄμεινον; Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι καὶ τῷ νοΐ. πνεύματι δὲ πάλιν ἐνθάδε, τῷ διὰ τοῦ Πνεύματος χαρίσματι λέγει. ἐπειδὴ δὲ σκοπὸς αὐτῷ διὰ πλείστων ὅσων καὶ ἀναγκαίων ἐννοιῶν ἀνόνητον ἀποφῆναι τὸ γλώσσῃ λαλεῖν, οὐχ ἑπομένου τοῦ δύνασθαι διατρανοῦν ἑτέροις τὰ προφητῶν, προσεπάγει καὶ ἕτερα δι' ὧν ἄν τις εἴδοι λέγοντα σαφῶς. 296 Ἐπεὶ ἐὰν εὐλογήσῃς τῷ πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ ἀμήν; Ὅταν, φησὶν, αὐτὸς μὲν γλώσσῃ λαλῇς, ὁ γεμὴν ἐν τάξει τῇ τοῦ λαϊκοῦ κείμενος, εἰ τὴν σὴν οὐκ εἰδείη φωνὴν, πῶς προσυπακούσεται τό Ἀμὴν ἐν ταῖς ἰδίαις εὐχαριστίαις ἤτοι προσευχαῖς; ὅτι γὰρ ταῖς τῶν ἡγουμένων εὐχαῖς τὰς τῶν ὑπὸ χεῖρα συγκαταλήγειν ἔθος ἐν ἐκκλησίαις παντί τῳ σαφές. προσυπακούουσι γὰρ τό Ἀμὴν ταῖς ἑαυτῶν πρὸς τὸν Θεὸν ἱκετείαις τὸ πέρας ἐπάγοντες τῇ τοῦ ἱερέως φωνῇ, ἵνα τῇ τῶν ἱερέων τελειότητι τὸ δοκοῦν ἐλλείπειν, τοῖς τῶν λαῶν ἀναπληρῷτο μέτροις, καὶ οἱονεὶ "τοὺς μικροὺς μετὰ τῶν "μεγάλων" ὡς ἐν ἑνότητι πνεύματος παραδέχοιτο Θεός. ταῖς γὰρ τῶν ἱερέων εὐχαῖς τὰς ἑαυτῶν παραζευγνύντες οἱ ὑπὸ χεῖρα λαοὶ, δεκτὰς ἔσεσθαι πεπιστεύκασιν· τούτῳ τῷ σκοπῷ καὶ πενιχρὰς θυσίας ὁ Θεὸς πρὸς τὸ θυσιαστήριον ἐκέλευσε προσάγεσθαι τῶν ὁλοκαυτωμάτων, ἵνα τὸ βραχὺ τῷ τελείῳ συμμιγὲν, δεκτὸν γένηται τῷ Θεῷ· ἓν γὰρ οἱ πάντες ἐσμὲν ἐν Κυρίῳ. ὅταν τοίνυν, φησὶ, σὺ μὲν γλώσσῃ λαλῇς· τοῦτο γάρ ἐστιν τὸ εὐλογεῖν πνεύματι· ὁ μὴ εἰδὼς ὃ φῂς, πῶς ἐρεῖ τό Ἀμὴν ἐπὶ τῇ ἰδίᾳ εὐχαριστίᾳ; δράσεις μὲν γὰρ ὀρθῶς αὐτὸς, κατά γε τὸν ἐνόντα σοι νοῦν, πλὴν ὁ ἕτερος οὐκ οἰκοδομεῖται. δεῖ δὲ δὴ πάντα πράττεσθαι πρὸς ἡμῶν εἰς οἰκοδομὴν καὶ εἰς ὄνησιν ἀδελφῶν.
ΤΟΜΟΣ Ε
ΛΟΓΟΣ ∆.
Γνωρίζω δὲ ὑμῖν ἀδελφοὶ τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν. Ἐπὶ καιροῦ δὴ
λίαν καὶ σοφῶς εὐαγγέλιον ἀποκαλεῖ τὸ περὶ τῆς τῶν νεκρῶν ἀναστάσεως κήρυγμα, καὶ 19