ἐναλλομένους, καὶ οὐχὶ δὴ μᾶλλον ποιουμένους ἐν σπουδῇ τὸ ἀσθενὲς αὐτῶν ἐπιῤῥῶσαι συνειδός;
Υἱὸς καὶ εἰς τὸν μέλλοντα αἰῶνα τῆς κατὰ πάντων ἐξουσίας τὴν ὑπεροχήν.
καὶ τοῖς ἐκ μέσης οἰκούσης ποταμῶν, Καππαδόκαις τε καὶ Αἰγυπτίοις, ταῖς αὐτῶν προσελάλουν γλώσσαις. καὶ διεπεραίνετο μὲν τὸ χρῆμα αὐτοῖς τῇ τοῦ Πνεύματος ἐνεργείᾳ καὶ χάριτι· γέγραπται γὰρ ὅτι "ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς" καὶ τὰ ἑξῆς· ἀλλὰ τρόπος μὲν οἰκονομίας τὸ δρώμενον ἦν, συνίεσαν δὲ οὐ πάντες. ἐπειδὴ δὲ ἅπαξ ταῖς ἑτέρων γλώσσαις ἐλάλουν, ἐπίδειξιν ὥσπερ τινὰ τὴν διὰ τοῦ Πνεύματος ποιούμενοι χάριν, καὶ φιλοκομπίας ἀφορμὴν δεχόμενοι τὸ σημεῖον, ῥᾴθυμοι μὲν ἦσαν τὸ δεῖν τοῖς ὄχλοις τὰ ἐκ τῶν ἁγίων προφητῶν διαλέγεσθαι, καὶ τοῖς εὐαγγελικοῖς συναγορεύειν δόγμασιν, ὡς ἄνωθέν τε καὶ ἐκ πολλοῦ προκεκηρυγμένου· ἀποσεμνυνόμενοι δὲ ὡς ἐπὶ μόνῳ τῷ δύνασθαι γλώσσαις λαλεῖν, τούτου τε καὶ μόνου μεταποιεῖσθαι δεῖν ᾤοντο· καὶ τὸ πρᾶγμα ἦν ἐν σπουδαῖς ταῖς προυργιαιτάταις.
Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ἔχει πολλὰ κ.τ.λ. Ἡνώμεθα γὰρ ἀλλήλοις, σύσσωμοί τε γεγόναμεν ἐν Χριστῷ, συνεγείραντος ἡμᾶς καὶ μονονουχὶ συνδέοντος διὰ τοῦ ἑνὸς καὶ ἐν πᾶσιν Ἁγίου Πνεύματος, ὃ καὶ ἐν πόματος τάξει ζωοποιοῦ πεποτίσμεθα. καὶ γοῦν ἔφη Χριστὸς ὅτε πρὸς τὸ γύναιον ἐποιεῖτο τοὺς λόγους τὸ ἐπὶ τῇ πηγῇ τοῦ Ἰακώβ "Ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν, ὃς "δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται "ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον." ἔφη δέ που καὶ πρὸς Ἰουδαίους "Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς "εἶπεν ἡ γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν 291 "ὕδατος ζῶντος· τοῦτο δὲ εἶπεν, φησὶ, περὶ τοῦ Πνεύματος "οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν." καὶ μὴ θαυμάσῃς· εἰ γάρ ἐστιν αὐτὸς "ὁ ποταμὸς τοῦ Θεοῦ," κατὰ τὴν τοῦ ψάλλοντος φωνὴν, ὁ πλήρης ὑδάτων, ὁ χειμάῤῥους τῆς τρυφῆς, ὃν ποτίζειν λέγεται τοὺς ἀγαπῶντας αὐτὸν ὁ Θεὸς καὶ Πατὴρ, πῶς οὐκ ἔδει τὸ Πνεῦμα αὐτοῦ πόμα τε καὶ ὕδωρ νοεῖσθαι τὸ ζωοποιόν; οὐκοῦν εἰς ἑνότητα κεκλημένοι διὰ τοῦ Πνεύματος, σύσσωμοί τε γεγονότες Χριστῷ, τῆς ἀγάπης τὸν σύνδεσμον τηρήσωμεν ἀῤῥαγῆ.
ΤΟΜΟΣ Ε
ΛΟΓΟΣ Β.
Ὁ γὰρ λαλῶν γλώσσῃ, οὐκ ἀνθρώποις λαλεῖ, ἀλλὰ τῷ Θεῷ κ.τ.λ. Ἐξίστησιν αὐτοὺς τοῦ χρῆναι νομίζειν ὥς ἐστι δὴ μᾶλλον πρὸς εὐκλείας αὐτῆς τοῦ διερμηνεύειν τὰ προφητῶν, τὸ γλώσσαις λαλεῖν· προϋποκειμένων γὰρ ἐν ἡμῖν καὶ προτιμωμένων πίστεώς τε καὶ ἐλπίδος καὶ μὴν καὶ ἀγάπης τῆς εἰς Θεόν τε καὶ ἀδελφοὺς, ἥτις καὶ παντὸς τοῦ νόμου τὴν πλήρωσιν ἔχει, προσεπαγέσθω τὰ ἕτερα· τότε γὰρ τότε καὶ λίαν ἐπὶ καιροῦ καὶ αὐτῶν ἐσόμεθα τῶν παρὰ Θεοῦ χαρισμάτων μεμεστωμένοι, καὶ τὰς διὰ τοῦ Πνεύματος καταπλουτήσομεν δωρεάς· τὸ προφητεύειν δύνασθαί φημι, τουτέστι τὸ διερμηνεύειν τὰ προφητῶν. ἐνηνθρωπηκότος γὰρ ἅπαξ τοῦ Μονογενοῦς, παθόντος τε καὶ ἐγηγερμένου, καὶ τῆς καθ' 292 ἡμᾶς οἰκονομίας ἐκπεπερασμένης, ποίας ἦν ἔτι προφητείας καιρὸς, ἢ ποίων ἔτι πραγμάτων ἡ προαγόρευσις; οὐκοῦν τὸ προφητεύειν ἐν τούτοις εἴη ἂν ἕτερον οὐδὲν, πλὴν ὅτι καὶ μόνον τὸ διερμηνεύειν δύνασθαι προφητείας· καὶ τοῖς ἀκροωμένοις ὡς ἔνι καταλευκαίνοντες, εἶτα πρὸς ἀλήθειαν τὸν οἰκεῖον ἐξ αὐτῶν ἐμπεδοῦντες λόγον, ὀρθοί τε καὶ ἀπλανεῖς ἐσόμεθα τῶν καλλίστων ἐξηγηταί. ὁ τοίνυν φησὶ γλώσσῃ λαλῶν οὐκ ἀνθρώποις μᾶλλον ἀλλὰ τῷ Θεῷ προσλαλεῖ· πῶς δὲ ἢ τινὰ τρόπον; οὐδεὶς γὰρ ἀκούει, φησίν· εἰ γὰρ δέδοται τυχὸν τῷ μὲν δεῖνι τῶν μαθητῶν 17