ἐναλλομένους, καὶ οὐχὶ δὴ μᾶλλον ποιουμένους ἐν σπουδῇ τὸ ἀσθενὲς αὐτῶν ἐπιῤῥῶσαι συνειδός;
Υἱὸς καὶ εἰς τὸν μέλλοντα αἰῶνα τῆς κατὰ πάντων ἐξουσίας τὴν ὑπεροχήν.
ἑκουσιάζεσθαί τινας, τουτέστι προσκομίζειν Θεῷ· τὰ ἑκούσια δὲ ταῦτα ἦσαν· τὰ ὑπὲρ τὸν νόμον, ὡς ἐξ ἀγαθῆς καὶ φιλοθέον φιλοτιμίας καρποί· ἀλλ' ἦν μὲν οὐ θέμις τῶν ἐν νόμῳ διατεταγμένων ῥᾳθυμῆσαι θυσιῶν· ἐπαίνου γεμὴν ἀξίους ἡγεῖτο Θεὸς τοὺς προστιθέντας ἐκείνοις τὰ οἴκοθέν τε καὶ ἀπὸ γνώμης ἰδίας. τοῦτό τι καὶ νῦν ἐξῳκονομῆσθαί φαμεν· οὐκ ἀπέφησε μὲν γὰρ ὁ Χριστὸς τὸ εἴπερ τις ἕλοιτο καὶ τῆς κατὰ νόμον ἅπτεσθαι κοινωνίας· κατορθοῦν δὲ τὸ μεῖζον ἡμᾶς ἀπείρξειεν ἂν οὐδὲν, εἰ τῆς εἰς λῆξιν εὐκλείας μεταποιεῖσθαι σπουδάζομεν. ἄριστα οὖν ὁ Παῦλος λέγει μὲν τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ· τοῖς δὲ γεγαμηκόσι παραγγέλλω οὐκ ἐγὼ ἀλλ' ὁ Κύριος, καὶ τὰ ἑξῆς· παρακομίζει δὲ εἰς ὑποτύπωσιν τῆς ἐξειλεγμένης καὶ ἀπερισπάστου ζωῆς τὰ καθ' ἑαυτὸν, πάντως που τὴν ἀγαμίαν τοῦ ἑτέρου προθείς. οὐκοῦν εἰ καὶ ἀπεδύσατό τις τὸν τοῦ νόμου ζυγὸν, μενέτω φησὶν ἐν ἐγκρατείᾳ· κληρονομήσει γὰρ οὕτω τὴν τῶν οὐρανῶν βασιλείαν. καὶ πιστώσεται λέγων ὁ τῶν στεφάνων διανομεύς "Τάδε λέγει Κύριος τοῖς εὐνούχοις 270 "Ὅσοι ἂν φυλάζωνται τὰ σάββατά μου καὶ ἐκλέξωνται ἃ "ἐγὼ θέλω καὶ ἀντέχωνται τῆς διαθήκης μου, δώσω αὐτοῖς "ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστὸν, "κρεῖσσον υἱῶν καὶ θυγατέρων ὄνομα αἰώνιον δώσω αὐτοῖς "καὶ οὐκ ἐκλείψει." Οὐκοῦν τῆς ἐγκρατείας ἀξιόληπτος ὁ μισθός· τοῖς γεμὴν ἤδη τῷ γάμῳ κατειλημμένοις, ἀποφοιτᾶν οὐκ ἀφίησι τῆς ἅπαξ συνῳκισμένης, ἵνα μὴ θορύβων ἔμπλεων τὴν ὑπ' οὐρανὸν τὸ σωτήριον ἀποφήνῃ κήρυγμα· οὐκ ἐπαινοῦντος τὸ χρῆμα τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, εἰ καὶ ὁ νόμος οἰκονομικῶς ἐφῆκε τοῖς ἀρχαιοτέροις τοῦτο ποιεῖν διὰ "τὴν "σκληροκαρδίαν αὐτῶν," καθά φησιν αὐτὸς ὁ Σωτήρ.
Ὅτι δὲ ἀσφαλέστεροί τε καὶ ἀλκιμώτεροι τῶν ἀρχαιοτέρων οἱ ἐν Χριστῷ, κἀντεῦθεν ἰδεῖν τοῖς ἐθέλουσι ῥᾷον· ὁ μὲν γὰρ νόμος τοῖς ἐξ Ἰσραὴλ ἀπέφησε τὸ δεῖν ἀλλοφύλοις συνιέναι τε καὶ γαμικῶς ἀναπλέκεσθαι· ἡμῖν δὲ ὁ Παῦλος Εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον, καὶ τὰ ἑξῆς. ἐκείνοις μὲν γὰρ ὁ νοῦς ἦν σαθρὸς καὶ σεσαλευμένος, ἡμεῖς δὲ οὐχ οὕτως· κεχρίσμεθα γὰρ εἰς υἱοθεσίαν τῷ Ἁγίῳ Πνεύματι καὶ κατῴκηκεν ἐν ἡμῖν ὁ Χριστός· βεβηκότες δὴ οὖν οὕτως πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν, δεδίαμεν κατ' οὐδένα τρόπον τὸ συνεῖναί τινι τῶν ἀπίστων ἔτι· τεθαῤῥήκαμεν δὲ μᾶλλον ὅτι σαγηνεύσομεν εἰς εὐσέβειαν, καὶ οὐχ ἡμεῖς τῆς ἐνούσης ἐκείνοις ἀμαθίας ἐσόμεθα θήραμα· καὶ εὐλογοῦμεν μᾶλλον τοὺς οὔπω πιστεύσαντας ἢ μολυνόμεθα παρ' αὐτῶν· ἡγίασται γάρ φησιν ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί· οὕτως 271 εἰσὶν ἅγια καὶ τὰ τέκνα ὑμῶν, νικῶντος πάντως που τοῦ ἐν τοῖς πιστεύουσιν ἁγιασμοῦ τῶν οὔπω πεπιστευκότων τὸν ῥύπον. εἰ δὲ ὁ ἄπιστος χωρίζεταί φησιν, χωριζέσθω· οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις· οἰχέσθω γὰρ, εἰ δοκεῖ, τοῦ ἁγιάζοντος ὁ μεμολυσμένος, γνώμης ἰδίας ὀψώνιον ἔχων τὴν ἔν γε τούτῳ ζημίαν· ἀνυπαίτιος δὲ παντελῶς ὁ ταῖς θείαις ἑπόμενος ἐντολαῖς· εὐλογηθήσεται γὰρ ὡς εὐήνιος παρὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω· ἐν ἀκροβυστίᾳ τις ἐκλήθη; μὴ περιτεμνέσθω. Τινὲς ὡς εἰκὸς τῶν ἐκ περιτομῆς διελογίζοντο καθ' ἑαυτούς Πῶς ἐσόμεθα δεκτοὶ καὶ τὴν ἐν Χριστῷ ζωὴν τιμήσομεν, ἔχοντες ἤδη τὴν περιτομήν; δεήσει τάχα που καὶ 272 ἐπισπᾶσθαι, τουτέστι παλινδρομεῖν εἰς ἀκροβυστίαν, καὶ τὴν τῆς σαρκὸς καταβιάζεσθαι φύσιν· οἱ γεμὴν ἐξ ἑλληνικῆς ἐρχόμενοι πλάνης, παρὰ τῶν ἔτι τὴν ἐν νόμῳ τιμώντων σκιὰν τάχα που μανθάνοντες, ὡς ἔστι χρῆμα τίμιον ἡ περιτομὴ, καὶ πᾶσιν ἁγίοις τετηρημένον, καίτοι τὴν πίστιν ἔσθ' ὅτε παραδεξάμενοι, ἐπετελοῦντο σαρκὶ, καθάπερ ἀμέλει καὶ τῶν ἐν Γαλατίᾳ τινὲς, οἷς καὶ ὁ θεσπέσιος Παῦλος ἐπιπλήττει λέγων "Ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ