ἐναλλομένους, καὶ οὐχὶ δὴ μᾶλλον ποιουμένους ἐν σπουδῇ τὸ ἀσθενὲς αὐτῶν ἐπιῤῥῶσαι συνειδός;
Υἱὸς καὶ εἰς τὸν μέλλοντα αἰῶνα τῆς κατὰ πάντων ἐξουσίας τὴν ὑπεροχήν.
ἐπιτελεῖσθε;" ἔδει τοίνυν σαφεῖ καὶ ἐναργεστάτῳ κηρύγματι τῆς ἀληθείας αὐτοῖς ἀνευρῦναι τὴν ὁδὸν, καὶ ὡς ἡ περιτομὴ οὐδέν ἐστι τῶν ἄλλων ἐντολῶν τοῦ Θεοῦ ἐστερημένη· ὁμοίως δὲ καὶ ἡ ἀκροβυστία οὐδέν ἐστι μὴ εὐαγγελικῷ βίῳ κεκοσμημένη. Προσήκει τοίνυν τὸν κεκλημένον ἐν τῇ κλήσει μένειν ὅπως ἂν ἔχοι σχήματος· μέτεισι δὲ ἀναγκαίως ἐπὶ τὸ χρῆναι πάλιν δυσφημίαν ἑτέραν μονονουχὶ ἀποσοβεῖν τοῦ θείου κηρύγματος· πνεῦμα μὲν γὰρ δουλείας ἦν ἐν τοῖς ὑπὸ νόμον· τὸ δὲ θέσπισμα τὸ εὐαγγελικὸν, τῆς υἱοθεσίας τὸ πνεῦμα τοῖς πιστεύειν ἐθέλουσιν ἐνίεσθαί φησιν, καὶ οὐκ ἔτι καλοῦν εἰς δουλείαν, ἀλλ' εἰς ἐλεύθερον ἀξίωμα.
ΤΟΥ ΑΥΤΟΥ ΕΚ ΤΟΥ ∆ ΤΟΜΟΥ ΤΗΣ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ ΚΥΡΙΛΛΟΥ.
∆οῦλος ἐκλήθης; μή σοι μελέτω. ἘΠΕΙ∆Η τινες τῆς τοῦ Ἁγίου Πνεύματος
ἀξιούμενοι χάριτος, τὸν τῆς κατὰ σάρκα δουλείας ἀπεσείοντο ζυγὸν, ἐπιστέλλει μὲν καὶ δι' ἑτέρων "Μόνον μὴ τὴν ἐλευθερίαν εἰς "ἀφορμὴν τῇ σαρκὶ," καταγοητεύει δὲ ὥσπερ καὶ διὰ τούτων αὐτοὺς ἀστειότατα λέγων ∆οῦλος ἐκλήθης; μή σοι μελέτω· ἀλλ' εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι· τουτέστι κἂν εἰς τὸν τῆς δουλείας τῆς κατὰ σάρκα ζυγὸν ἐπηρτημένον ἔχων ἐκλήθης διὰ τῆς πίστεως εἰς ἐλευθέραν υἱότητα, κἂν εἰ τῆς θείας φύσεως γέγονας κοινωνὸς, ἄμεινον ἔσο μικροψυχίας, οὐκ ἄμισθον εὑρήσεις τὸν ἐπὶ τῇ δουλείᾳ πόνον· οἶδεν μὲν γὰρ ἐλευθέραν τὴν φύσιν ὁ δημιουργός· πεποίηται γὰρ οὕτως παρ' αὐτοῦ· πλεονεξία δέ τις παρεισδραμοῦσά πως κατὰ καιροὺς τῷ τῆς ἐλευθερίας κάλλει διελυμήνατο. δεῖ δὲ δὴ πάντως τοὺς πεπονθότας, ἀποφορτί 274 σασθαι τὸ κακὸν, μεταστοιχειοῦντος ἅπαντα πρὸς τὸ ἐν ἀρχαῖς τοῦ Χριστοῦ· καινὴ γὰρ κτίσις τὰ ἐν αὐτῷ καὶ οὔτε δοῦλος οὔτε "ἐλεύθερος ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσιν" αὐτός. καὶ γοῦν ὁ Ἡσαΐας τοῦ προσδοκωμένου καὶ τοῦ μέλλοντος ἔσεσθαι βίου τὴν κατάστασιν καὶ τὴν ἰσότητα τὴν παρὰ Θεῷ προανακέκραγεν λέγων "Καὶ ἔσται ὁ λαὸς ὡς "ὁ ἱερεὺς, καὶ ὁ παῖς ὡς ὁ κύριος, καὶ ἡ θεράπαινα ὡς ἡ "κυρία." οὐκοῦν κἂν εἰ δύναιό φησιν ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι· καὶ γάρ ἐστιν, ὡς ἔφην, οὐκ ἀκερδὴς ὁ ζυγὸς τοῖς ἀγαθῇ κεχρημένοις εὐνοίᾳ καὶ ὀρθῶς ἐν αὐτῷ διαγεγονόσιν· ἀδικήσει δὲ τὸ σύμπαν οὐδὲν τὸ νῦν ἐκ πλεονεξίας ἐπεῤῥίφθαι τισὶ τὴν κατὰ σάρκα δουλείαν, ἔσται ἂν ἅπασιν ἐν ἴσῳ τρόπῳ καὶ λόγῳ σώζηται τὸ ἐλεύθερον παρά γε τῷ τὰ δίκαια κρίνοντι καὶ τὰ καθ' ἡμᾶς ὁσίως ταλαντεύοντι Θεῷ. ἄλλως τε, φησὶν, οὐκ ἂν εἴη τῶν ἐνδεχομένων ἀνθρώπους ὄντας ἡμᾶς τὸ τῆς δουλείας ὄνομα φυγεῖν· δοῦλον γὰρ ἅπαν ἐστὶ τὸ πεποιημένον καὶ τοῖς θείοις ὑποφέρεται σκήπτροις πᾶν ὅπερ ἐστὶ κεκλημένον εἰς γένεσιν· ὥστε καὶ ὁ δοῦλος ἀπελεύθερός ἐστι Χριστοῦ, δοῦλος δὲ πάντως καὶ ὁ κεκλημένος εἰς ἐλευθερίαν, καθά φησιν ὁ ψαλμός "ὅτι τὰ "σύμπαντα δοῦλα σά."
Ἀποφαίνει γεμὴν ὁ μυσταγωγὸς καὶ καθ' ἕτερον τρόπον ὠφελουμένους Χριστῷ τοὺς δι' αὐτὸν σεσωσμένους· ταύτῃ τοί φησι Τιμῆς ἠγοράσθητε, μὴ γίνεσθε δοῦλοι ἀνθρώπων· ἠγοράσμεθα μὲν γὰρ τιμῆς ὁμολογουμένως τεθεικότος ὑπὲρ 275 ἡμῶν τὸ ἴδιον αἷμα τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ἐξῃρήμεθα δὲ τῆς τοῦ διαβόλου πλεονεξίας, τῆς τῶν δαιμονίων ὠμότητος, κεκλήμεθα δὲ πρὸς ἐλευθερίαν διὰ Χριστοῦ. οὐκοῦν ὡς ἠγορασμένοι καὶ τῷ πριαμένῳ τὴν ἑαυτῶν ὀφείλοντες ζωὴν, μὴ γίνεσθέ φησι δοῦλοι ἀνθρώπων. καὶ οὔτι φαμὲν ὡς τῆς κατὰ σάρκα δουλείας ἀποπηδᾶν ἀναπείθει, διδάσκει δὲ μᾶλλον ἐκεῖνο καὶ μάλα ὀρθῶς μὴ δουλεύειν τοῖς ἀποφέρειν τοὺς πεπιστευκότας ἐπιχειροῦσιν εἰς νομικὴν παρατήρησιν, καὶ τῆς ἀρχαίας ἀπάτης