ἐναλλομένους, καὶ οὐχὶ δὴ μᾶλλον ποιουμένους ἐν σπουδῇ τὸ ἀσθενὲς αὐτῶν ἐπιῤῥῶσαι συνειδός;
Υἱὸς καὶ εἰς τὸν μέλλοντα αἰῶνα τῆς κατὰ πάντων ἐξουσίας τὴν ὑπεροχήν.
αὐτοῖς ἐκ τῆς ἰδίας πλευρᾶς ὕδατι συμμιγὲς τὸ ἴδιον συνανέβλυσε αἷμα, διανυττόντων αὐτὸν τῇ λόγχῃ τῶν τοῦ Πιλάτου στρατιωτῶν. Πᾶσαν τὴν ἱστορίαν παράγει τὴν ἐν τοῖς ἀριθμοῖς διδάσκων ὅτι ἐν τῇ νεφέλῃ καὶ τῇ θαλάσσῃ βεβαπτισμένοι, καὶ τῶν τροφῶν τῶν πνευματικῶν ἀξιωθέντες, ἐπειδὴ συνέφαγον τοῖς εἰδωλολάτραις, ὠλίσθησαν. τὸ δὲ ἀνέστησαν παίζειν, ἀντὶ τοῦ πορνεύειν μετὰ τῶν μαδιανιτῶν γυναικῶν.
Συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου. ∆ιὰ τὴν συνείδησιν οὖν ἀφεκτέον ὧν ἀφεκτέον. συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ· γνωστικὴ γάρ· ἀλλὰ τὴν τοῦ ἑτέρου, ἵνα μὴ κακῶς οἰκοδομηθῇ ἀμαθίαν μιμούμενος ὃ μὴ γινώκη καταφρονητὴς ἀντὶ μεγαλόφρονος γινόμενος. ΤΟΜΟΣ ∆ ΛΟΓΟΣ ∆. Θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν. Ἐπειδή τινες τῶν ἐν Κορίνθῳ νεοπαγεῖς τὸν τῆς προσευχῆς ἀγνοοῦντες τρόπον εἰσοικισάμενοι μὲν τὴν πίστιν, οὐ μὴν ἔτι καὶ ἠκριβωκότες τίνα χρὴ τρόπον εἰς οἶκον ἰέναι Θεοῦ· προσῄεσαν μὲν προσευξόμενοι τῷ Θεῷ καὶ τὰς ὑπέρ γε σφῶν αὐτῶν προσκομίσαντες λιτὰς, εἶτα τοῦτο εὑρὼν ἐν ἀκαλλεστάτῳ σχήματι· ἄνδρες γὰρ τῶν ἐξ ἔθους περιβλημάτων οὐκ ἀπογυμνοῦντες τὰς κεφαλὰς ἐποιοῦντο τὴν πρόσοδον, γύναια δὲ ὁμοίως ἀκατασκίαστόν τε καὶ ἀναμφίε 281 στον ἔχοντα τὴν τρίχα προσῄεσαν τῷ Θεῷ, μονονουχὶ καταβοώσης ἀμφοῖν τῆς φύσεως· δεδώρηται γὰρ ἀνδρὶ μὲν τὴν παῤῥησίαν, αἰδοῖ δὲ τὸ γύναιον συστέλλει πρὸς εὐκοσμίαν. ἐπειδὴ δὲ ἦν ἀκόλουθον λογισμοῖς αὐτοὺς ἀναγκαίοις ἐκδυσωπεῖν εἴς γε τὸ δεῖν ἑλέσθαι φρονεῖν ἃ χρὴ, καὶ οἱονεί τινα βραβευτὴν τοῦ ἑκατέρῳ πρέποντος τὸν τῆς φύσεως ποιεῖσθαι νόμον, πειρᾶται ὁ Παῦλος ἐκ τοῦ φυσικοῦ νόμου πεῖσαι φρονεῖν ἃ χρὴ, καὶ ἄνεισιν ἐπὶ τὴν ἐν ἀρχαῖς τοῦ ἀνθρώπου ποίησιν. κεφαλὴν ἐνθάδε φησὶ τὸ ἀρχέτυπον κάλλος, οὗ τὴν εἰκόνα καταπλουτούντων ὠνομασμένων ἕκαστον νοοῖτ' ἂν εἰκότως, καὶ οὐσιώδη πως τὸν τῆς εὐγενείας, εἴτ' οὖν ἑτέρως ὁμοφυΐας, διακληρώσασθαι τρόπον. γέγονε μὲν γὰρ ὁ πρῶτος ἄνθρωπος, τουτέστιν Ἀδὰμ, κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ· οὕτως γάρ που φησὶν ὁ τῶν ὅλων δημιουργός "Ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον." οὐκοῦν ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστὸς, ἀρχέτυπος μὲν ὡς Θεὸς, φύσεως δὲ νόμῳ τῆς καθ' ἡμᾶς καὶ ὁμοειδὴς ὅτε πέφηνεν ἄνθρωπος, καίτοι Θεὸς ὢν ὁ Λόγος, καὶ γοῦν υἱὸν ἑαυτὸν ἀνθρώπου κατονομάζεται πανταχοῦ καίτοι τὴν ἐκ Θεοῦ Πατρὸς γέννησιν ἀπόῤῥητον ἔχων· γέγονε λοιπὸν κατ' εἰκόνα καὶ ὁμοίωσιν ἀνθρώπου τουτέστιν Ἀδὰμ ἡ γυνὴ, ἔκφυλος δὲ οὐδαμῶς, ὁμοφυὴς δὲ μᾶλλον καὶ ὁμοειδὴς αὐτῷ· καὶ τοῦτο αὐτὸς διωμολόγηκεν ἐναργῶς ὁ προπάτωρ Ἀδὰμ φήσας "Τοῦτο νῦν "ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου," καὶ τὰ ἑξῆς. Ἐπειδὴ δέ τινες γενητὸν λέγουσι τὸν Υἱὸν, ὡς καὶ τὰ λοιπὰ κτίσματα, ὧν, φησὶν, ἐστὶ κεφαλὴ ὁ Χριστός· κεφαλὴ γὰρ παντὸς ἀνδρὸς ὁ Χριστός· διενθυμεῖσθαι δεῖ καὶ πρό γε 282 τῶν ἄλλων αὐτοὺς ὅτι τῆς βλασφημίας ἡ δύναμις, οὐ τῆς ἐφ' Υἱῷ θεωρίας ἅψεται μόνης, διελάσει δὲ ὥσπερ ἀσχέτῳ διάττουσα δρόμῳ καὶ εἰς αὐτὸν τὸν Πατέρα· καὶ τίνα τρόπον, ἐρῶ. Εἰ γὰρ εἶναι γενητόν φασιν, καὶ τοῖς κτίσμασιν ἐναρίθμιον ἡγεῖσθαι πρέπειν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, ἐπείπερ ἐστὶ κεφαλὴ παντὸς ἀνδρὸς, πῶς οὐκ ἂν νοοῖτο κατὰ τὸν ἴσον τρόπον κτιστὸς καὶ πεποιημένος ὑπάρχειν καὶ αὐτὸς ὁ Πατὴρ, εἴπερ ἐστὶ κεφαλὴ τοῦ Υἱοῦ σχέσιν ἔχοντος οὐσιώδη τὴν πρὸς ἡμᾶς, ἤτοι πρὸς κτίσματα; ὡς γὰρ αὐτοί φασι, πάντη τε καὶ πάντως ἡ κεφαλὴ τῷ λοιπῷ σώματι φυσικοῖς εἰς ταυτότητα συνδεῖται νόμοις· οὐκοῦν ὡς διὰ μέσου τοῦ Υἱοῦ, καὶ εἰς αὐτὸν ἥξει τὸν Θεὸν καὶ Πατέρα τὸ πρὸς πάντα ἄνδρα συγγενές· πῶς οὖν ἔτι τὴν τῶν γεγονότων ὑπερνήχεται φύσιν; ἢ τίνα ζητήσωμεν τὸν ὅλων ∆ημιουργόν; ἀλλ' οὐ ταῖς ἐκείνων ἀβελτερίαις ἑψόμεθα· πόθεν; ἀγένητον δὲ εἶναι πιστεύομεν ὡς ἐξ ἀγενήτου Πατρὸς τὸν ἐξ αὐτοῦ