ἐναλλομένους, καὶ οὐχὶ δὴ μᾶλλον ποιουμένους ἐν σπουδῇ τὸ ἀσθενὲς αὐτῶν ἐπιῤῥῶσαι συνειδός;
Υἱὸς καὶ εἰς τὸν μέλλοντα αἰῶνα τῆς κατὰ πάντων ἐξουσίας τὴν ὑπεροχήν.
φύντα Λόγον· κεφαλὴν δὲ ὠνομάσθαι φαμὲν παντὸς ἀνδρὸς ὡς ἀρχέτυπον μὲν, ὡς ἔφην, ἐπειδὴ δὲ πέφηνεν ἄνθρωπος ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, καὶ ὡς ἀνθρώποις ὁμόφυλα κατά γε τὸ ἀνθρώπινον εἰς "κεφαλὴν τῇ ἐκκλησίᾳ, ἥτις ἐστὶ "τὸ σῶμα αὐτοῦ·" πρωτεύει γὰρ αὐτὸς ἐν πᾶσι κατὰ τὴν τοῦ Παύλου φωνήν. Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ κ.τ.λ.
Ὁρᾷς ὅπως τοῦ ἑκατέρῳ πρέποντος βραβευτὴν ποιεῖται 283 καὶ ὁριστὴν τὸν τῆς φύσεως νόμον; ἀνδράσι μὲν γὰρ ἡ παῤῥησία πρεπωδεστάτη, γυναικὶ γεμὴν τὸ ἐγκαλύπτεσθαι κόσμος· οὐκοῦν ὕβρις εἰς τὸ ἀρχέτυπον εἴη ἂν καὶ μάλα εἰκότως, τῆς εἰκόνος τὸ ἀκαλλές· εἰ γάρ ἐστιν ἀνὴρ εἰκὼν καὶ δόξα Θεοῦ, πεποίηται γὰρ κατὰ τὰς γραφὰς οὕτως, σωζέτω Θεῷ τὴν πρέπουσαν παῤῥησίαν, ἀκατακάλυπτον ἔχων τὴν κεφαλὴν, καὶ οὐκ ἐπιτιμώσης αὐτῷ τῆς φύσεως εἴς γε τὸ ἐκκαλύπτεσθαι δεῖν· ἐλεύθερον γὰρ τὸ θεῖον καὶ πέρα μώμου παντὸς, ἰδίᾳ τε δόξῃ καταπλουτοῦν καὶ τεθαυμασμένον. καὶ εἴπερ ἐστὶν ἡ γυνὴ καθ' ὁμοίωσιν ἀνδρὸς, καὶ εἰκὼν εἰκόνος, καὶ δόξης δόξα, νομοθετεῖ δὲ αὐτῇ καὶ τὸ κομᾶν ἡ φύσις, τί τὸ πρῶτον φιλονεικεῖ τὸ ὑστερίζον ἐν χάριτι; κατ' εἰκόνα μὲν γὰρ καὶ αὕτη καὶ ὁμοίωσιν Θεοῦ, πλὴν ὡς διὰ μέσου τοῦ ἀνδρὸς, ὥστε κατά τι παραλλάττοι βραχὺ τὴν φύσιν· οὐ γράψομαι αἰδοῖ περιστέλλουσαν, ὡς ἔνι, τὸ ζῷον καὶ στεφανοῦσαν τῇ κόμῃ· τὸ γάρ τοι παῤῥησιάζεσθαι, γυναιξὶν οὐκ ἀζήμιον. οὐκοῦν κατακαλυπτέσθω φησὶ διὰ τοὺς ἀγγέλους, δῆλον δὲ ὅτι τοὺς ταῖς ἐκκλησίαις ἐνιδρυμένους παρὰ Θεοῦ. οὐχ ὅτι πάσχουσί τι ἐν τῷ ὁρᾶν γυναῖκας· ἄνθρωποι μὲν γὰρ τὸ παχὺ δὴ τοῦτο καὶ ἀπὸ γῆς ἔχοντες σῶμα, καὶ ταῖς ἐμφύτοις ἡδοναῖς πρὸς τὰ αἰσχίω κατωθούμενοι, πάθοιεν ἂν τὸ βλάβος, ταῖς γυναίων ὥραις ἐφ' ἃ μὴ πρόσηκεν ἐρεθιζόμενοι· περὶ δέ γε τῶν ἁγίων ἀγγέλων, τί ἄν τις ἔχοι τοιοῦτον ἢ νοεῖν ἢ φράσαι; ἅγιοι γάρ εἰσι καὶ ῥύπου παντὸς ἀμείνους ὅτι καὶ ἔξω σαρκὸς λεπτοῖς τε καὶ νοητοῖς καὶ τοῖς ὑπὲρ νοῦν τὸν ἀνθρώπινον κεχρημένοι σώμασιν· ἀλλ' ὅτι δυσφοροῦσι λίαν εἰ ἀμελοῖτο πρός τινος ὁ τοῦ πρέποντος νόμος. πρέποι δὲ γυναιξὶ τὸ κατακαλύπτεσθαι· καὶ τούτου μάρτυς ἡ φύσις· ἡ γὰρ κόμη φησὶν ἀντὶ περιβολαίου δέδοται 284 αὐτῇ. τηρείσθω τοίνυν καὶ ἐπ' αὐτῷ τὸ πρέπον διὰ τοὺς εἰδότας ὑπὲρ ἡμᾶς τὴν τοῦ δημιουργήσαντος βούλησιν. Χρῆται γεμὴν ὁ θεσπέσιος Παῦλος εὐτεχνίᾳ πάλιν ἑτέρᾳ· ἔφη μὲν γὰρ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ πεποιῆσθαι τὸν ἄνδρα· κατόπιν δὲ τῆς αὐτοῦ τιμῆς τε καὶ δόξης οἷον ἐῤῥίφθαι τὸ θῆλυ, διισχυρίσατο σαφῶς ἐπάγων τὸ ἑξῆς Ἡ γυνὴ γάρ φησι δόξα ἀνδρός ἐστιν· οὐ γὰρ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα· εἶτα περιστέλλων εὖ μάλα ἐφ' οἷς ἦν εἰκὸς λυπεῖσθαι τὸ θῆλυ, προσεπάγει καί φησι Πλὴν οὔτε γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικός. γέγονε μὲν γὰρ ὁμολογουμένως ἐξ ἀνδρὸς ἡ γυνὴ, καὶ τοῦτό ἐστιν ἀληθές· εὕρηται γεμὴν εἰς ἀνδρὸς γένεσιν οὐκ ἀσυντελής· συνενεγκοῦσα δὲ ἄμφω πρὸς ἓν ἡ φύσις, ἀλλήλων ἐν χρείᾳ κατεστήσατο οἰκονομικῶς συνείρουσα πρὸς ἀγάπην· Θεὸς δὲ ὅτι τῶν ὅλων ἐστὶν ὁ δημιουργὸς, προσεμπεδοῖ λέγων Τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ, παρῆκται γὰρ εἰς τὸ εἶναι τὰ πάντα διὰ Χριστοῦ.
ΤΟΜΟΣ Ε.
ΛΟΓΟΣ Α. Οὐδεὶς ἐν πνεύματι Θεοῦ λαλῶν λέγει Ἀνάθεμα Ἰησοῦν κ.τ.λ. Ὁ ΚΥΡΙΟΣ ἡμῶν