ἐναλλομένους, καὶ οὐχὶ δὴ μᾶλλον ποιουμένους ἐν σπουδῇ τὸ ἀσθενὲς αὐτῶν ἐπιῤῥῶσαι συνειδός;
Υἱὸς καὶ εἰς τὸν μέλλοντα αἰῶνα τῆς κατὰ πάντων ἐξουσίας τὴν ὑπεροχήν.
ἔφη μελῳδός "Εὐδόκησας κύριε τὴν γῆν σοῦ, ἀφῆκας τὰς "ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας "αὐτῶν·" καὶ πάλιν "Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, "καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· μακάριος ἀνὴρ ᾧ οὐ "μὴ λογίσηται Κύριος ἁμαρτίαν·" καίτοι τὸν ἔν γε τούτοις μακαρισμὸν ἐπί τε τὴν περιτομὴν καὶ τοὺς ἐξ ἐθνῶν κατευρύνεσθαι, φησὶν ὁ μακάριος Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους· δεδικαιώμεθα γὰρ ἐν Χριστῷ, "Ὃς παρεδόθη διὰ τὰ παρα"πτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν." Ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο. Ἠπάτηνται γὰρ ὡς ἔοικεν καὶ ἀμισθὶ τεθείκασιν ὑπὲρ αὐτοῦ τὴν ψυχὴν, εἴ γε μὴ ἐγήγερται Χριστός· εἰ μὴ ἀθανασίας ἐστὶ πλήρης τῶν ἁγίων ἡ ἐλπὶς, εἰ μὴ προσδοκῶσι συμβασιλεύειν αὐτῷ, ἀπολώλασι τάχα που, καὶ ἐπ' οὐδενὶ τῶν χρησίμων καὶ αὐτὸν ἀνατλάντες τὸν θάνατον ζημίαν ἔχουσι πόνων· ἄπαγε τῆς οὕτω δεινῆς ἀμαθίας· "ἀναστήσονται "γὰρ οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις," κατὰ τὴν τοῦ προφήτου φωνὴν, καὶ ταλαντεύει ἑκάστῳ τὸ ὅτι 303 μάλιστα πρέπον αὐτῷ τῶν στεφάνων ὁ διανομεὺς, ἐποίσει δὲ πάντως τοῖς δυσσεβοῦσιν τὴν κόλασιν· κρίτης γάρ ἐστιν τῶν ὅλων ὡς Θεός. Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο κ.τ.λ.
∆έχεται λοιπὸν ὡς ὁμολογούμενον τὸ χρῆναι πιστεύειν, ὡς ἀνεβίω μὲν Χριστὸς, καὶ γέγονεν ἀπαρχὴ τῶν κεκοιμημένων, πρῶτος τῶν ἐπὶ τῆς γῆς πατήσας τὸν θάνατον· καθάπερ ἀμέλει καὶ ὁ προπάτωρ Ἀδὰμ πρῶτος εἰς αὐτὸν ἐμβέβηκεν, καὶ γέγονεν ἀπαρχὴ τῶν ὠλισθηκότων εἰς φθοράν· ἕψεται δὲ ὅτι τῇ τοῦ Σωτῆρος ἡμῶν ἀναστάσει καὶ ἡ τῶν νεκρῶν, προσεπάγει λέγων Ὥσπερ γὰρ δι' ἀνθρώπου θάνατος καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν. ἄθρει δὲ ὅπως τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον θεοπρεποῦς ἀνάμεστον εὐτεχνίας ἀποφαίνει πάλιν· ἔδει γὰρ ἔδει, φησὶν, ἄνθρωπον ὑπὲρ ἡμῶν νικῆσαι τὸν θάνατον· ταύτης τε ἕνεκα τῆς αἰτίας ὁ ἐκ Θεοῦ πεφηνὼς Θεὸς Λόγος, οὐκ ἀγγέλων ἐπελάβετο, καθά φησιν αὐτὸς, ἀλλὰ σπέρματος Ἁβραὰμ, ἵνα κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῇ· ἔδει γὰρ, ὡς ἔφην, θεραπεύεσθαι τὸ ἠῤῥωστηκὸς, ἀναστῆναι τὸ πεπτωκός· ἔδει καταθλῆσαι θανάτου δι' ὑπακοῆς καὶ δικαιοσύνης τὸ ὑπ' αὐτῷ γεγονὸς διὰ παραβάσεως καὶ ἁμαρτίας· ταύτῃ γέγονεν ἄνθρωπος οὐκ εἰδὼς ἁμαρτίαν ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος, ἵν' ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες κατακεκρίμεθα, τῆς ἀνθρώπου φύσεως παθούσης τὸν θάνατον, οὕτω καὶ δικαιωθέντες ἐν Χριστῷ συναποδυσόμεθα τῇ ἁμαρτίᾳ τὸν ἐξ αὐτῆς ἀναφύντα θάνατον. 304 καὶ μαρτυρήσει λέγων αὐτὸς ὁ θεσπέσιος Παῦλος "Ὥσπερ "γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατ"εστάθησαν οἱ πολλοί." οὐκοῦν ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσι, καταδεδικασμένης ὡς ἔφην ἐν αὐτῷ τῆς φύσεως διὰ τὴν παράβασιν, οὕτως ἐν τῷ Χριστῷ ζωοποιηθήσονται, πάλιν εὐλογουμένης ἐν αὐτῷ τῆς φύσεως κατὰ τὸν ἴσον τρόπον διὰ τὴν δικαίωσιν. λύσις οὖν ἄρα τῶν πρώτων τὰ δεύτερα· "Παρεδόθη γὰρ διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ "τὴν δικαίωσιν ἡμῶν·" ἐγηγερμένῳ δὴ οὖν συνεγηγέρμεθα καὶ ἡμεῖς· ζωὴ γάρ ἐστι κατὰ φύσιν ὁ ἐκ Θεοῦ Λόγος· οὐχὶ δήπου μόνῃ τῇ ἰδίᾳ σαρκὶ τὸ τῆς αὐτοῦ φύσεως ἀγαθὸν δωρούμενος, φημὶ δὴ τὴν ζωὴν, ἀλλ' εἰς ὅλην αὐτὸ παραπέμπων τὴν τοῦ ἀνθρώπου φύσιν. ἐγήγερται μὲν γὰρ ὁμολογουμένως ὡς ἀπαρχὴ Χριστὸς, "ἵνα γένηται ἐν πᾶσιν αὐτὸς "πρωτεύων," κατὰ τὸ γεγραμμένον· ἕψεται γεμὴν ἐν καιρῷ τὸ ἀναβιῶναι τοὺς ἄλλους, πλὴν κατὰ τὸ εἰκὸς οὐ χύδην, ἀλλ' ἐν κόσμῳ τε καὶ διακεκριμένως καὶ οἷον ἐν κελεύσματι. μετὰ γάρ τοι τὴν ἀπαρχὴν, τουτέστι Χριστὸν, τοὺς αὐτοῦ φησιν ἐγερθήσεσθαι· δῆλον δὲ ὅτι τοὺς ἐν καιρῷ τῆς ἐπιδημίας, ἤγουν γεγονότας μετὰ τὴν ἐνανθρώπησιν, καὶ ὡς ἐν πίστει κεκοιμημένους. ἦσαν μὲν γὰρ ὁμολογουμένως ἅγιοι κατὰ καιροὺς ἐν τῷ Ἰσραὴλ, τῆς ἐν