ἐναλλομένους, καὶ οὐχὶ δὴ μᾶλλον ποιουμένους ἐν σπουδῇ τὸ ἀσθενὲς αὐτῶν ἐπιῤῥῶσαι συνειδός;
Υἱὸς καὶ εἰς τὸν μέλλοντα αἰῶνα τῆς κατὰ πάντων ἐξουσίας τὴν ὑπεροχήν.
τρυγόνας τε καὶ περιστερὰς, καὶ φάσκοντος "Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου "οἶκον ἐμπορίου," ἀντεφέροντο λέγοντες "Τί σημεῖον δεικ"νύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς;" καί "Τίς ἔδωκέν σοι τὴν "ἐξουσίαν ταύτην;" προσῄεσαν δὲ καὶ τῶν γραμματέων τινὲς μετὰ πλείστην ὅσην σημείων ἐπίδειξιν φιλοκακούργως λέγοντες "∆ιδάσκαλε θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν." 254 ὀλίγου τοίνυν παντελῶς ἀξιοῦντες λόγου τὰς τῶν ἁγίων φωνὰς, δι' ὧν ἦν εἰκὸς αὐτοὺς δύνασθαι μαθεῖν ὅτι αὐτὸς ἦν ὁ Χριστὸς, θεοσημίας ἐζήτουν· ὅθεν ἔλεγεν ὁ Σωτὴρ τοῖς ἀποσταλεῖσιν ὑπὸ Ἰωάννου "Ἀπελθόντες ἀπαγγείλατε " ̓Ιωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· τυφλοὶ ἀναβλέπουσι, χωλοὶ "περιπατοῦσι" κ.τ.λ. καὶ οἱ ἕλληνες τὴν ἐν λέξει τε καὶ λόγοις ζητοῦντες λαμπρότητα, ἡγοῦνται δὲ καὶ μωρίαν τῆς μετὰ σαρκὸς οἰκονομίας τὸν τρόπον, καί φασι Τί γὰρ ὅλως ἔδει Θεὸν ὄντα κατὰ φύσιν τὸν ἐκ Θεοῦ Λόγον, θελήσει καὶ νεύματι κατορθοῦν ἰσχύοντα τὰ κατὰ γνώμην αὐτῷ, γενέσθαι ἄνθρωπον καὶ ὑπομεῖναι θάνατον; πῶς δ' ἂν γένοιτο, φασὶν, ἀποτεκεῖν παρθένον; πῶς δὲ καὶ ἀναστήσεται τὸ θανάτῳ κατεφθαρμένον; ἀλλ' οὐδὲν αὐτοὺς ἀπεικὸς τοιαῦτα λέγειν "Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος· "μωρία γὰρ αὐτῷ ἐστιν," ἀλλ' ἡμῖν Θεοῦ δύναμίς ἐστι καὶ σοφία· σέσωκε γὰρ δι' αὐτοῦ τὴν ὑπ' οὐρανὸν ὁ Θεὸς καὶ Πατὴρ, ὡς διὰ δυνάμεως τῆς ἐνούσης αὐτῷ φυσικῶς, καὶ τῆς ἀποῤῥήτου σοφίας, τῆς ἑαυτοῦ δηλονότι· σοφία γὰρ καὶ δύναμις τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, δι' ἧς τὰ πάντα παρῆκται πρὸς γένεσιν, καὶ πεποιημένα σώζεται. καὶ εἰ δή τις, φησὶν, ἕλοιτο ταῖς ἀνθρώπων δυνάμεσιν ἀντεξετάσαι τὴν ἐν Θεῷ, καταθρήσει δὴ πάντως ὅτι τὸ δοκοῦν τῶν θείων ἔργων ὡς ἐν ἀσθενείᾳ πεπράχθαι τυχὸν, καὶ οἷον οὐχ ὅλῃ δυνάμει τοῦ πεποιηκότος, ἁπάσης ἐστὶν ἐπέκεινά τε καὶ ἄμεινον τῆς ἀνθρωπίνης ἰσχύος· κατ' αὐτὸν δὲ τουτονὶ τὸν τρόπον καὶ ἐπὶ τῆς σοφίας νοήσεις, ὅτι τὸ μωρὸν εἶναι δοκοῦν, σοφώτερον τῶν ἀνθρώπων ἐστίν. οἱονεὶ πρὸς τὰ μεγέθη καὶ κάλλη τῶν στοιχείων, οὐρανοῦ τε φημὶ καὶ ἡλίου καὶ τῶν λοιπῶν ἄστρων καὶ πυρὸς καὶ ὕδατος καὶ τῶν ἄλλων, συγκρῖναί τις βούλοιτο τὰ μικρὰ τῶν κτισμάτων καὶ ἐλάχιστα, ὀλίγη παντελῶς ἡ ἐν τούτοις εὑρεθήσεται δύναμίς τε καὶ σοφία, καὶ ὡς ἀπό γε 255 τοῦ ἡττῆσθαι ... τις εἶναι δόξειεν· ἀλλ' οὐκ ἂν γένοιτό τις τῶν ἐν ἡμῖν οὐδὲ τῶν οὕτως ... ἐργάτης. ἀληθῶς οὖν, ὅτι τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστὶν, καὶ τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν. ἔχει τοίνυν τὸ πάνσοφον ἡ οἰκονομία, βεβασίλευκε γὰρ συνετῶς ἁπάσης τῆς ὑπ' οὐρανὸν ἐν σοφίᾳ Χριστός. Καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ. Μαρτύριον τοῦ Θεοῦ φησι τὸν Χριστόν· μεμαρτύρηκε γὰρ ὁ Θεὸς καὶ Πατὴρ ἐπ' αὐτῷ λέγων "Οὗτός ἐστιν ὁ υἱός μου "ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα." Καὶ ἐγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ κ.τ.λ. Καίτοι γὰρ οὕτω μετρίᾳ χρησάμενος ὑφηγήσει, ἐδεδίειν σφόδρα, φησὶ, μὴ ἄρα πως ἀμείνους τῆς ἐνούσης ἡμῖν εὑρισκόμενοι διανοίας, ὀνήσειαν μὲν οὐδὲν, ἀδικήσειαν δὲ μᾶλλον· τοῖς γὰρ νηπίοις τὴν φρένα τρυφερός τε καὶ εὐαφὴς πρέποι ἂν εἰς εἴδησιν λόγος, "τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, "τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων "πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ." γέγονε τοίνυν, φησὶν, ὡς ἐν ἀσθενείᾳ πολλῇ, καὶ οὐκ ἐν ὅλῃ δυνάμει τοῦ μυσταγωγοῦ πρὸς ὑμᾶς ὁ λόγος· οὔτε μὴν ἐν πειθοῖς σοφίας ἀνθρωπίνης ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως ἵνα ἡ πίστις ὑμῶν μὴ ᾖ ἐν σοφίᾳ ἀνθρώπων ἀλλ' ἐν δυνάμει Θεοῦ· τῷ γὰρ κηρύγματι προσεπῆγον οἱ ἀπόστολοι καὶ θεοσημίας, ἀπόδειξιν ἐναργῆ τὸ χρῆμα ποιούμενοι τὸ χρῆναι πιστεύειν ὅτι Θεὸς ἐν τούτοις διὰ τοῦ Πνεύματος καὶ δι' αὐτῶν μεμαρτύρηται τῶν πραγμάτων· ὡς ἀῤῥήτῳ τινὶ καὶ ἀφράστῳ δυνάμει τε καὶ ἐνεργείᾳ χρώμενοι, καὶ κατορθοῦν εὐκόλως τὰς τερατουργίας. τὰ μὲν γὰρ ἑλλήνων μυθάρια δέοιντ' ἂν 256 εἰκότως τοῦ συνασπίζοντος