ἐναλλομένους, καὶ οὐχὶ δὴ μᾶλλον ποιουμένους ἐν σπουδῇ τὸ ἀσθενὲς αὐτῶν ἐπιῤῥῶσαι συνειδός;
Υἱὸς καὶ εἰς τὸν μέλλοντα αἰῶνα τῆς κατὰ πάντων ἐξουσίας τὴν ὑπεροχήν.
"Ἐφ' ὅσον μὲν οὖν ἐγὼ ἐθνῶν εἰμι ἀπόστολος, "τὴν διακονίαν μου δοξάζω." οὐκοῦν διανέμει μὲν ὁ Υἱὸς τὰς διακονίας, ἐνεργεῖ δὲ τὸ χρῆμα τὸ Πνεῦμα τὸ Ἅγιον μετ' ἐξουσίας· Πνεῦμα γάρ ἐστι τοῦ Υἱοῦ. ἀλλὰ καὶ τὰ τῶν δυνάμεων ἐνεργήματα, τουτέστι τὰς διὰ τῶν ἁγίων θεοσημίας, ὁ αὐτὸς ἡμῖν ἀποπεραίνει Θεός· πάντα γὰρ, ὡς ἔφην, παρὰ Πατρὸς δι' Υἱοῦ ἐν Πνεύματι, καὶ ἐφ' ἅπασι τοῖς κατορθουμένοις ἡ ἁγία καὶ ὁμοούσιος Τριὰς δοξάζεται. ἄθρει γὰρ 288 ὅπως ἄρχεται μὲν ἀπὸ τοῦ Πνεύματος ὡς ὄντος ἐν ἡμῖν καὶ τὴν τῶν θείων χαρισμάτων ἐνεργοῦντος διανομήν· ἀναβιβάσας δὲ τὸν λόγον ἐπὶ τὸν Υἱὸν, ὅς ἐστιν Υἱὸς κατὰ φύσιν, ἄνεισιν οὕτω λοιπὸν ἐπὶ τὸν Πατέρα, τὴν διὰ τοῦ Πνεύματος ἐνέργειαν διὰ μέσου τοῦ Υἱοῦ προσνέμων αὐτῷ.
Ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι. Πίστις ἐν τούτοις εἴη ἂν, καθάπερ ἐγῷμαι, ἡ πρὸς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ἑδραιότης καὶ ὧν ἂν βούλοιτο Θεός· φαμὲν γὰρ οὕτω γενέσθαι πιστὸν "ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ" τὸν ἱεροφάντην Μωσέα· οὐ γὰρ τὸ χρῆναι πιστεῦσαι μόνον ὅτι φύσει καὶ ἀληθῶς εἷς ἐστι τῶν ὅλων Θεὸς, πίστις ἂν νοοῖτο καὶ λέγοιτο, ἀλλὰ τὸ εὖ βεβηκέναι κατὰ ψυχὴν, "καὶ "ἕτοιμον εἶναι τοῦ πορεύεσθαι μετὰ Κυρίου τοῦ Θεοῦ" κατὰ τὴν τοῦ προφήτου φωνήν· καὶ γοῦν οἱ θεσπέσιοι μαθηταὶ προσῄεσάν ποτε τῷ Χριστῷ λέγοντες ἐναργῶς "Πρόσθες "ἡμῖν πίστιν." δίδοται δὲ πρὸς τούτῳ καὶ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ Πνεύματι. καί μοι πάλιν ἐπιτήρει λεπτῶς· τοῦ γὰρ Πνεύματος διανέμειν λεγομένου τὰ τῶν ἰαμάτων χαρίσματα, Χριστός ἐστιν ὁ διδούς· δέδωκε γὰρ τοῖς ἁγίοις ἀποστόλοις "ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων ὥστε "ἐκβάλλειν αὐτά·" καὶ δὴ καὶ ἔφασκεν "Ἀσθενοῦντας θερα"πεύετε, καὶ νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, καὶ δαι"μόνια ἐκβάλλετε, δωρεὰν ἐλάβετε, δωρεὰν δότε." αὐτοῦ δὲ δὴ πάντως καὶ τὰ τῶν δυνάμεων ἐνεργήματα, πλὴν ἐν Πνεύματι τῷ ἑνί· οἷον ἔῤῥιψεν ὁ Μωσῆς τὴν ῥάβδον εἰς γῆν καὶ γέγονεν ὄφις, μετεσκεύασεν εἰς αἷμα τοὺς ποταμοὺς, ἐξήγαγεν ὕδωρ ἐκ πέτρας· τετελέκασι δὲ πλεῖστα ὅσα καὶ πέρα 289 λόγου καὶ θαύματος οἱ μακάριοι προφῆται· ταῦτα δὲ εἶναί φαμεν τὰ τῶν δυνάμεων ἐνεργήματα δι' ἑνὸς τοῦ Πνεύματος· ἀλλὰ καὶ προφητεύει τις ἕτερος, πλὴν οὐ δίχα τοῦ Πνεύματος· ἔχει δέ τις καὶ διακρίσεις πνευμάτων, πλὴν ἐν αὐτῷ τῷ Πνεύματι· ποίων δὲ πνευμάτων, εἴρηται πρότερον· διδόναι γεμὴν καὶ ἑτέροις ἰσχυρίζεται τὸ εἰδέναι γένη γλωσσῶν, καὶ μέντοι καὶ ἑρμηνείας· χάρισμα δὲ τοῦτό φαμεν ἴδιον καὶ ἐν καιρῷ καὶ χρείᾳ τισὶν οἰκονομικῶς κεχορηγημένον. Ἀλλ' οἱ μὲν ταῖς γλώσσαις ἐλάλουν, καίτοι πρὶν οὐκ εἰδότες αὐτὰς, οἱ δὲ συνῆσαν διερμηνεύοντες καίτοι πάλαι τὸ οὖς οὐκ ἐντριβῆ τε καὶ ἐν ἔθει τῶν τοιούτων ἐχόντων τινῶν· δεδόσθαι γεμὴν ὁ θεσπέσιος Παῦλος τοῖς τὸ τηνικάδε διισχυρίζεται τὸ γλώσσαις λαλεῖν, οὐχ ὡς ἐν μοίρᾳ χαρίσματος, ἀλλ' ὡς ἐν τάξει σημείου τοῖς πιστοῖς· καὶ δὴ καὶ προφητικὸν παρετίθει λόγιον οὕτως ἔχον "Ὅτι ἐν ἑτερογλώσσοις "καὶ ἐν χείλεσιν ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ' "ὡς πιστεύσουσιν." ἐνεργεῖ δὲ διαφόρως ἐν ἑκάστῳ τὸ Πνεῦμα τὴν τῶν χαρισμάτων διανομήν. ἵνα ὥσπερ, φησὶ, τὸ παχὺ δὴ τοῦτο καὶ ἀπὸ γῆς σῶμα συνέστηκεν ἐκ μορίων, οὕτω καὶ ὁ Χριστὸς ἤτοι τὸ σῶμα αὐτοῦ, τουτέστιν ἡ Ἐκκλησία, διὰ πολλῆς ἁγίων πληθύος εἰς ἑνότητα τὴν νοητὴν τελεωτάτην ἔχει τὴν σύστασιν. ταύτῃτοι καὶ ὁ θεσπέσιος ∆αυεὶδ περιεστάλθαι φησὶν αὐτὴν "ἐν ἱματισμῷ διαχρύσῳ" περιπεποικιλμένῳ, τὸ τῶν χαρισμάτων οἶμαι πολυειδὲς καὶ τίμιον ὡς ἔν γε τούτῳ σημαίνων. Ὅτι τοίνυν ἔμελλον οἱ τῆς ὑφ' ἡλίῳ μυσταγωγοὶ γλώσσῃ 290 τε ἁπάσῃ καὶ ἔθνει παντὶ προσλαλεῖν τὸ εὐαγγελικὸν δηλονότι καὶ σωτήριον κήρυγμα, σημεῖον ἐδίδου τὰς γλώσσας αὐτοῖς· ἄνδρες ὄντες Γαλιλαῖοι καὶ τεθραμμένοι κατὰ τὴν Ἰουδαίαν, Ἑβραῖοι τε καὶ ἐξ Ἑβραίων, Μήδοις τε καὶ Πάρθοις, καὶ μέντοι καὶ Ἐλαμίταις,