ἐναλλομένους, καὶ οὐχὶ δὴ μᾶλλον ποιουμένους ἐν σπουδῇ τὸ ἀσθενὲς αὐτῶν ἐπιῤῥῶσαι συνειδός;
Υἱὸς καὶ εἰς τὸν μέλλοντα αἰῶνα τῆς κατὰ πάντων ἐξουσίας τὴν ὑπεροχήν.
μετεσχήκαμεν δὲ καὶ τῆς ἁγίας αὐτοῦ σαρκὸς, ἡγιάσμεθά τε διττῶς· καὶ κατῴκηκεν 264 ἐν ἡμῖν ὡς ζωὴ καὶ ζωοποιὸς, ἵνα τὸν τοῖς μέλεσιν ἡμῶν ἐπισκήψαντα θάνατον καταργήσῃ δι' ἑαυτοῦ· καὶ τοῦτο ἡμᾶς ἀπαλλάσσει φθορᾶς καὶ τῶν τοῦ θανάτου βρόχων καὶ ἀμείνους ποιεῖ παθῶν σαρκικῶν. καὶ δεχόμεθα τὴν ἄζυμον ἐν ἑαυτοῖς διδασκαλίαν τῶν θείων λογίων τὴν τρέφουσαν τὸ ἡγεμονικὸν, καὶ συζῶμεν Χριστῷ, δῆλον δὲ ὅτι πνευματικῶς, περιγενόμενοι τῶν τῆς σαρκὸς παθῶν. εἰ τοίνυν αὐτός ἐστιν "ἡ κεφαλὴ τοῦ σώματος τῆς ἐκκλησίας," ἡμεῖς ἄρα ἐσμὲν οἱ καθ' ἕκαστα μέλη· ὅταν οὖν εἰς ἀτόπους ἡδονὰς καταπίπτωμεν, τότε δὴ τότε πλημμελήσομεν εἰς αὐτὸν, οὗ καὶ γεγόναμεν μέλη· πόρνοις γὰρ ὥσπερ τὰ αὐτοῦ χαριούμεθα· τὰ μέλη αὐτοῦ μολύνονται τῇ ἁμαρτίᾳ καὶ πόρνης ποιοῦνται μέλη. ὥσπερ γὰρ ὁ γυναικὶ κολλώμενος ἓν πρὸς αὐτὴν ἔσται σῶμα, οὕτως καὶ ὁ Θεῷ συνδεσμούμενος νοητῶς ἒν πρὸς αὐτὸν ἔσται πνεῦμα· γεγόναμεν γὰρ "θείας κοινωνοὶ φύσεως," συνήφθημέν τε καὶ ἡγιάσμεθα διὰ τοῦ Πνεύματος ἐν Χριστῷ.
ΤΟΥ ΑΥΤΟΥ ΚΥΡΙΛΛΟΥ ΕΚ ΤΟΥ Γ ΤΟΜΟΥ ΤΗΣ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ.
Πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων
εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. ΦΑΙΗ τις ἄν Ὁ φονευτὴς, εἰπέ μοι, τίνα δὴ τρόπον ἐνεργήσει τὸν φόνον; ἆρ' οὐ δι' αἵματος; εἰ δὲ δή τις ἕλοιτο φιλοψογεῖν ἑτέρους, οὐ διὰ γλώττης ἐστὶ τοιοῦτος; εἶτα ποῖον ἔσται τῶν πλημμελημάτων ὃ δρῶτο ἂν, οὐχὶ διὰ τοῦ σώματος; ψευδοέπης οὖν ἆρα λοιπὸν ὁ πνευματοφόρος ἀναφανεῖταί που; μὴ γένοιτο· λαλεῖ γὰρ ἐν Χριστῷ, Χριστὸς δέ ἐστιν ἡ ἀλήθεια· ἔσται δὴ οὖν ἀληθής. εἰ τῇδέ πη. τὸ χρῆμα διασκεπτόμεθα, εἴ τις ἕλοιτο τυχὸν σκαιὸς εἶναι τοὺς τρόπους, εἰς ἑτέρους που πάντως ἔσται τοιοῦτος καὶ οὐκ εἰς ἑαυτόν. ἀποκτενεῖ γὰρ ὁ φονευτὴς, οὐχ ἑαυτὸν, ἀλλ' ἑτέρους, ὑβρίσει δὲ καὶ ὁ λοίδορος οὐχ ἑαυτὸν, ἀλλ' ἑτέρους, ἀδικήσει δὲ καὶ ὁ πλεονέκτης οὐχ ἑαυτὸν ἀλλ' ἐφ' ἑτέρους, καὶ ἐφ' ἑκάστῳ τῶν ἐκτόπων τινὰ τῶν δρωμένων τοιαύτην εὑρήσεις ὁδόν. οὐκοῦν κατὰ τόνδε τὸν τρόπον Πᾶν ἁμάρτημα ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. ἁλώσεται γὰρ ἀδικῶν αὐτὸ τὸ ἴδιον σῶμα, 266 καὶ τίνα τρόπον, ἐρῶ. τὰ μέλη τοῦ σώματος ἡμῶν διὰ μὲν τῆς ἁγνείας Χριστοῦ μέλη μεμενηκότα, μεθέξουσι πάντως τῆς παρ' αὐτοῦ ζωῆς τε καὶ δόξης· "μετασχηματίσει γὰρ τὸ "σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς "δόξης αὐτοῦ·" εἰ δὲ δὴ γένοιτο πόρνης μέλη, πῶς ἂν λάβοι τὸν μετασχηματισμὸν καὶ τὴν τῆς πρὸς αὐτὸν συμμορφίας λαμπρότητα νοητήν; ἐγηγερμένων γὰρ τῶν ἀπὸ γῆς σωμάτων κατὰ τὸν τῆς ἀναστάσεως καιρόν "Ἐκλάμψουσι μὲν οἱ "δίκαιοι ὡς ὁ ἥλιος," οἱ δὲ ἀσεβεῖς τε καὶ βέβηλοι καὶ βεβιωκότες ἐκτόπως, ἐγερθήσονται μὲν, οὐ μὴν ἔτι καὶ τὴν εὐκλεᾶ διαβιώσονται ζωὴν, ἀμέτοχοι δὲ μένουσι καὶ δόξης· ἀναστήσονται γὰρ οὐκ "ἐν κρίσει οὔτε μὴν ἐν βουλῇ "δικαίων," ἀλλ' ἐπὶ ποινῇ καὶ δίκῃ, κατοιχήσονται γὰρ εἰς τὸ σκότος τὸ ἐξώτερον· πῶς γὰρ ἐν δόξῃ τὸ κολαζόμενον; προσεπάγει δέ τι καὶ ἕτερον, οὐκ ἀνικάνως ἔχον ἀναπεῖσαι μισεῖν τὴν ἐπάρατον τοῦ σώματος ἡδονήν.
Ἐπειδὴ καὶ ὁ φονεύων καὶ ἀτιμάζων καὶ λοιδορῶν, εἰ καὶ σώματι ποιεῖ τὴν ἁμαρτίαν, ἀλλ' ὅμως εἰς ἑτέρους αὐτὸ πράττει, τούτων τῶν τρόπων λέγεται Πᾶν ἁμάρτημα ἐκτὸς τοῦ σώματος, ὁ δὲ πορνεύων αὐτὸ τὸ ἴδιον ἀδικεῖ σῶμα· τὰ σώματα ἡμῶν δι' ἁγνείας μένουσι μέλη Χριστοῦ, καὶ μεταλαμβάνουσι τῆς παρ' αὐτοῦ ζωῆς καὶ