ἐναλλομένους, καὶ οὐχὶ δὴ μᾶλλον ποιουμένους ἐν σπουδῇ τὸ ἀσθενὲς αὐτῶν ἐπιῤῥῶσαι συνειδός;
Υἱὸς καὶ εἰς τὸν μέλλοντα αἰῶνα τῆς κατὰ πάντων ἐξουσίας τὴν ὑπεροχήν.
"σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, "ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα." οὐκοῦν εἰ συναινοῦσί τινες ὡς ἐγήγερται μὲν ὁ Χριστὸς, οὐ προσίενται δὲ τῆς ἐκ 300 νεκρῶν ἀναστάσεως τὸ μυστήριον, ἠγνοήκασι παντελῶς τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς τὸν σκοπόν· γέγονε γὰρ ἄνθρωπος οὐ δι' ἑαυτὸν ὁ Θεὸς Λόγος, "ἀντὶ δὲ τῆς προκειμένης "αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας·" διὰ ποῖαν αἰτίαν, διδάξει λέγων αὐτὸς ὁ σοφώτατος Παῦλος " ̓Επειδὴ γὰρ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, "καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ "θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, "τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ "θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας." οὐκοῦν εἰ μὴ καταργηθῇ θάνατος, εἰκαῖον αὐτῷ τὸ σκέμμα, ἀνόνητον δὲ καὶ ἡμῖν αὐτοῖς τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον· διημαρτήκαμεν δὲ καὶ τῆς εἰς ζωὴν ἐλπίδος· κεκλήμεθα δὲ πῶς εἰς υἱοθεσίαν καί ἐσμεν τέκνα Θεοῦ, καθά φησιν Ἰωάννης ὁ σοφός; εἴπερ ἐστὶν ἀληθὲς ὡς "υἱοθεσίαν ἀπεκδεχόμεθα τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν," ποῖα δὲ ὅλως ἡ ἀπολύτρωσις, εἰ μὴ θανάτου κρείττους ἡμᾶς ἀπέφηνεν ὁ Χριστός; ἢ πῶς "μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώ"σεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ;" ποῖος γὰρ ὅλως ὁ τοῦδε καιρὸς, εἰ μὴ ἀπρακτήσῃ θάνατος; ἢ ποῖος ἔσται μετασχηματισμὸς, τοῖς ἐν ταυτότητι, μᾶλλον δὲ καὶ ἐν χείροσιν ἐσομένοις;
Ἄθρει δὲ ὅπως περιίστησιν εὐτέχνως εἰς ἀναγκαίαν ὁμολογίαν τοῦ χρῆναι λέγειν ὡς ἀναβιώσονται κατὰ καιροὺς τὰ ἐκ γῆς ἡμῶν σώματα. εἰ γὰρ δὴ, φησὶ, διὰ πάσης τῆς θεοπνεύστου γραφῆς ἐγηγερμένος ἐκ νεκρῶν διακεκήρυκται Χριστὸς, πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; ἀπέθανεν γὰρ, ὡς ἤδη φθάσαντες εἴπομεν, οὐχ ἑαυτῷ μᾶλλον ἀλλ' ἡμῖν· ἵν' ἐπείπερ ἐστὶ ζωὴ κατὰ φύσιν ὡς Θεὸς, τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς καταργήσῃ θάνατον, ὡς 301 ἑψομένης αὐτῷ τῆς ἀνθρώπου φύσεως· ἀνεβίω γὰρ καὶ γέγονεν ὥσπερ τις ἀνθρωπότητος ἀπαρχὴ μεταφοιτώσης εἰς ζωὴν καὶ ἀνακτιζομένης εἰς ἀφθαρσίαν καὶ νικώσης θάνατον· καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ· λαβόντος τοῦ πράγματος τὴν ἀρχὴν, πῶς ἀπομενοῦμεν ἐν γῇ; ἢ πῶς ἐν ὑμῖν τινες ἀποτολμῶσι λέγειν οὐκ ἀναβιώσεσθαι τοὺς νεκρούς; Σαδδουκαῖοι δὲ οὗτοι, κατά γε τὸ εἰκός· ἔφασκον γὰρ αὐτοὶ "μὴ "εἶναι ἀνάστασιν μήτε ἄγγελον μήτε πνεῦμα·" σεσυκοφαντήκασι δὲ τῆς ἀναστάσεως τὸ μυστήριον καὶ Ὑμέναιος καὶ Ἀλέξανδρος "λέγοντες ἀνάστασιν ἤδη γεγονέναι·" πλὴν ἐναυάγησαν ἐκεῖνοι περὶ τὴν πίστιν, καὶ ὅσοι ταῖς ἐκείνων ἐξιτηλίαις ἕπεσθαι βούλονται. Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα καὶ τὸ κήρυγμα ἡμῶν. Ἀκολουθεῖ γὰρ ὥσπερ τῷ πρώτῳ τὸ δεύτερον, καὶ τῷ δευτέρῳ συναναιρεῖται τὸ πρῶτον· οὗ δὴ γεγονότος, ἤγουν πρὸς ἡμῶν παραδεχθέντος εἰς πίστιν, κενὸν καὶ ἀδρανὲς ἔσται τῶν ἁγίων ἀποστόλων τὸ κήρυγμα· κενὴ καὶ ἡ πίστις· ἔχει γὰρ ὧδε τὸ ῥῆμα τῆς πίστεως τὸ διὰ τῶν ἁγίων μυσταγωγοῦν τοῖς ἀνὰ πᾶσαν τὴν γῆν μεμυσταγωγημένοις· πῶς οὖν ἔτι πιστεύσομεν, εἰ μὴ ἀνεβίω κατά τινας; εὑρισκόμεθα γάρ φησι καὶ ψευδομάρτυρες κατὰ τοῦ Θεοῦ ὅτι ἤγειρεν τὸν Χριστὸν, ὃν οὐκ ἤγειρεν εἴπερ νεκροὶ οὐκ ἐγείρονται. εἶτα τοσαύτη πληθὺς ἁγίων πῶς ἂν διαφύγοι συκοφαντίας γραφήν; οὐκοῦν εἶεν ἂν οὐδὲ ἅγιοι· πόθεν; οἷς ἂν εἴη τὸ πλημμέλημα συκοφαντία κατὰ τοῦ Θεοῦ· ἀλλ' οὐχ ὧδε ταῦτα ἔχει, ἀψευδεῖς γὰρ οἱ μυσταγωγοὶ Χριστὸν ἐγηγέρθαι λέγοντες.
Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν. Ἀληθέστατα καὶ λίαν ὀρθῶς προσεπάγει τοῖς ἄλλοις καὶ τοῦτο· δικαιοῖ μὲν γὰρ ἡ πίστις, ἀλλ' εἴ τις αὐτῇ καθαρίζει τὸ μάταιον ὡς Χριστοῦ μὴ ἐγηγερμένου, τί τὸ διάφορόν ἐστι λοιπόν; οὐκοῦν ἐνεσχήμεθα τοῖς ἀρχαίοις ἐγκλήμασιν, ἀναπόνιπτον ἔχομεν τὴν ἁμαρτίαν· μάτην καὶ ὁ θεσπέσιος