ἐναλλομένους, καὶ οὐχὶ δὴ μᾶλλον ποιουμένους ἐν σπουδῇ τὸ ἀσθενὲς αὐτῶν ἐπιῤῥῶσαι συνειδός;
Υἱὸς καὶ εἰς τὸν μέλλοντα αἰῶνα τῆς κατὰ πάντων ἐξουσίας τὴν ὑπεροχήν.
ἐκχέουσι τὸν ἰὸν ταῖς τῶν ἁπλουστέρων ψυχαῖς, καὶ ἡμέρας καὶ μῆνας ἐπιτηρεῖν ἀναπείθουσι, καὶ τὴν καλουμένην ἐθελοθρησκείαν ἐπιτηδεύουσι, καὶ ἑτέροις ἑλέσθαι πληροῦν συμβουλεύουσιν. ἐπειδὴ τοίνυν, φησὶ, τιμῆς ἠγοράσθητε, καὶ "οὐ φθαρτοῖς ἀργυρίῳ ἢ χρυσίῳ "ἐλυτρώθητε, τιμίῳ δὲ μᾶλλον αἵματι ὡς ἀμνοῦ ἀμώμου "καὶ ἀσπίλου Χριστοῦ," τοῖς αὐτοῦ μᾶλλον ὑποταττώμεθα νόμοις.
Περὶ δὲ τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. Ἐπειδὴ οἱ πιστοὶ τῶν ἐν Κορίνθῳ ἦσαν πεπεισμένοι ὅτι Θεὸς κατὰ φύσιν εἷς καὶ μόνος, καὶ ὅτι τὰ εἴδωλα οὐ θεοὶ, καὶ κατεγέλων τῶν θυόντων αὐτοῖς λέγοντες οὐδὲν ὅλως εἶναι τὸ ἱερόθυτον, καὶ ἤσθιον ἀδιακρίτως ταῦτα οὐδένα μολυσμὸν ἐκ τούτου λογιζόμενοι· ἐσκανδάλιζον δὲ τοὺς ἀσθενεῖς τοὺς νομίζοντας μὴ προσκρούειν Θεῷ εἰ τὰς τῶν εἰδώλων τιμήσειαν ἑορτάς· τούτου χάριν ἀνακόπτει ταύτας ὁ Παῦλος, μονοτρόπους εἶναι θέλων τοὺς πιστοὺς μόνῳ τῷ παναγίῳ λατρεύοντας Θεῷ. 276 Οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ. Τοῖς ὅλως οὐκ εἰδόσι τὰ εἴδωλα, ἢ καὶ εἰδόσιν ἀκριβῶς ὅτι ξύλα εἰσὶ καὶ λίθοι ψιλὰ, οὐδὲν εἴδωλον ἐν κόσμῳ, οὐδὲ γὰρ ὅλως ἀξιοῦσι ταῦτα λόγου τινὸς, ἀλλ' οὕτω φρονοῦντες, εἰς ἕνα πιστεύουσι Θεὸν καὶ Πατέρα ἐξ οὗ τὰ πάντα, καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν δι' οὗ τὰ πάντα. ἔχοντος· τὴν τῆς κυριότητος δόξαν τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ τοῦ τεχθέντος ἐξ αὐτοῦ τὴν ὑπεροχὴν τοῦ τεκόντος αὐτὸν, ὡς ἐν ἰδίᾳ φύσει ὑπάρχοντός τε καὶ νοουμένου Θεοῦ, οὐ κατὰ μέθεξιν τὴν ἐν Πνεύματι θεοὶ καὶ κύριοι κέκληνται πολλοὶ, ἥνπερ γνῶσιν ὀλίγοι ἔχουσιν. Ὥσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοί. Κατὰ τὸ ἀξιωθῆναι τῆς τοῦ Ἁγίου Πνεύματος μετοχῆς, θεοὶ καὶ κύριοι κέκληνται πολλοί· καὶ τὴν μυστικὴν ταύτην γνῶσιν ὀλίγοι ἔχουσιν. οἱ μὲν γὰρ ἄπιστοι πολλοὺς ἔτι νομίζουσι θεοὺς, τινὲς δὲ καὶ τῶν εἰς Χριστὸν πιστευσάντων ὁλοτρόπως οὐκ ἀφίστανται τῶν τῆς εἰδωλολατρείας ἐθῶν. Τινὲς δὲ τῇ συνειδήσει τοῦ εἰδώλου ἕως ἄρτι ὡς εἰδωλόθυτον ἐσθίουσιν καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται. Τῶν εἰς Χριστὸν πιστευσάντων τινὲς ὁλοτρόπως οὐκ ἀποστάντες τῆς εἰδωλολατρείας, ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται. ἀπὸ γὰρ ἀσθενοῦς ψυχῆς, ἴσως καὶ νομίζουσιν ὠφελεῖν αὐτοὺς τῷ μετασχεῖν ἱερῶν θυσιῶν ἀγγεύσασθαι καὶ βρῶσιν ποιεῖσθαι τὸ ἱερόθυτον. ἀναγκαῖον δὲ τοὺς ἀσθενεῖς πνευματικαῖς διδασκαλίαις ψυχαγωγεῖν, οὐ μὴν τὸ ἀδιαφόρως ἐσθίειν καὶ τοῖς ἀπίστοις συγκατακεῖσθαι.
277 Βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν. Ἀδιαφοροῦντες περὶ τὸ ἐσθίειν τὰ ἱερόθυτα καὶ συνανακεῖσθαι τοῖς ἀπίστοις ἐν τοῖς ἱεροῖς, σκανδάλου πρόφασιν ἐποιοῦντό τισι τῆς ἑαυτῶν ἑδραιότητος τὴν ἐπίδειξιν. δεῖ γὰρ οὐκ ἐφ' ἅπασιν οὔτε ἔξω καιροῦ καὶ ἀδιακρίτως τῇ τῆς πίστεως ἐξουσίᾳ κατακεχρῆσθαι, πάντα δὲ μᾶλλον εὐσχημόνως πρέποι ἂν γίνεσθαι πρὸς ἡμῶν. Οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε. Σκανδαλίζοντες ἀδελφοὺς, εἰς αὐτὸν πλημμελήσομεν τὸν ὑπὲρ τῆς ἁπάντων ἡμῶν σωτηρίας τεθνεῶτα Χριστὸν, οὗ τί ἂν γένοιτο τὸ ἰσοστατοῦν ἀδίκημα; ἀπόλλυται γὰρ ὁ ἀσθενῶν ἐν τῇ σῇ γνώσει, καὶ γέγονεν ἡμῶν ἁμαρτία τὸ ἀγαθὸν, καὶ σκάνδαλον ἀδελφοῖς ἡ τῆς πίστεως ἑδραιότης, καὶ βόθρος ἡ γνῶσις. Παγχάλεπον τὸ πρᾶγμα· μόνον γὰρ οὐχὶ ταῖς τῶν ἀδελφῶν ἀσθενείαις ἐνάλλεσθαι καὶ οὐχὶ μᾶλλον ἐν σπουδῇ ποιεῖσθαι τὸ ἀσθενὲς αὐτῶν συνειδὸς ἐπιῤῥῶσαι· δεῖ γὰρ "μὴ "τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον," ἐννοοῦντας τὸ γεγραμμένον "Μὴ καταφρονεῖτε ἑνὸς τῶν μικρῶν τούτων, "ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον "τοῦ Πατρός." εἶτα πῶς οὐ παγχάλεπον καὶ πρὸς αὐτῶν ἡμᾶς κατηγορεῖσθαι τῶν ἁγίων ἀγγέλων, ὡς ταῖς ἀδελφῶν ἀσθενείαις μονονουχὶ καὶ