ἐναλλομένους, καὶ οὐχὶ δὴ μᾶλλον ποιουμένους ἐν σπουδῇ τὸ ἀσθενὲς αὐτῶν ἐπιῤῥῶσαι συνειδός;
Υἱὸς καὶ εἰς τὸν μέλλοντα αἰῶνα τῆς κατὰ πάντων ἐξουσίας τὴν ὑπεροχήν.
νόμῳ ζωῆς ἐπαινουμένης τε καὶ κρατούσης ἔτι· πλὴν ἀμείνους οἱ ἐν Χριστῷ, δεδικαίωνται γὰρ διὰ πίστεως, καὶ τῆς θείας φύσεως γεγόνασι κοινωνοὶ, καὶ τὸ τῆς υἱοθεσίας ἐκπεπλουτήκασι πνεῦμα· κέκληνται δὲ καὶ εἰς ἀδελφότητα κατὰ χάριν τοῦ κατὰ φύσιν τε καὶ ἀληθῶς Υἱοῦ· καὶ ἦν μὲν πνεῦμα δουλείας ἐν τοῖς ὑπὸ νόμον, κράζομεν δὲ ἡμεῖς "Ἀββᾶ ὁ πατήρ." οὐκοῦν 305 ἀμείνους, ὡς ἔφην, τῶν ἀρχαιοτέρων οἱ ἐν Χριστῷ· τοιγάρτοι καὶ πρώτους αὐτοὺς ἀναβιώσεσθαί φησιν, οἷον ἰόντας κατ' ἴχνος τῇ πάντων ἀρχῇ, διά τοι τὸ εἶναι προσεχεστέρους αὐτῇ, καὶ προτετιμῆσθαι ταύτῃ τοι τῶν ἄλλων. ὑπεμφαίνει δέ τι τοιοῦτον καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν παραβολαῖς εὐαγγελικαῖς· ἔφη γὰρ ὅτι τοὺς ἐργάτας εἰς τὸν ἀμπελῶνα μισθούμενος· οἰκοδεσπότης δὲ οὗτος· "ὀψίας γε"γενημένης ἔφη τῷ ἐπιτρόπῳ αὐτοῦ Κάλεσον τοὺς ἐργάτας "καὶ ἀπόδος αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων "ἕως τῶν πρώτων."
Εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν. Παραδοθήσεσθαί φησιν τῷ Θεῷ καὶ Πατρὶ τὴν βασιλείαν παρὰ τοῦ Υἱοῦ, κατηργημένης ἀρχῆς ἁπάσης τῶν ἀκαθάρτων πνευμάτων καὶ αὐτοῦ τοῦ θανάτου λοιπὸν ἀπρακτοῦντος εἰσάπαν. Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑπο ταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν. Ἐπειδή τινες ἐξευτελίζειν πειρῶνται τό γε ἐφ' ἑαυτοῖς τὸν Υἱὸν λέγοντες παραδιδόναι τῷ Πατρὶ τὴν βασιλείαν καὶ ὑποτάττεσθαι ὡς μειζόνι, λεκτέον ὅτι ὁ Υἱὸς ὑπέμεινεν τὴν ἐθελούσιον κένωσιν γεγονὼς καθ' ἡμᾶς, καὶ οἷον ἐξ ὑψωμάτων ἑαυτὸν ταπεινώσας, σύμμορφος ὢν καὶ ἴσος τῷ Πατρί· καὶ κέκρυπται μὲν ἐν Θεῷ, ἀποκαλυφθήσεται γεμὴν ἐν δόξῃ κατὰ τὸν τῆς συντελείας τοῦ νῦν αἰῶνος καιρὸν, νῦν ἐν δεξίᾳ καθήμενος τοῦ Πατρός. εἰ δὲ καταβιβάζεται τῆς νῦν ἐνούσης αὐτῷ τιμῆς, δευτέραν ἆρα κένωσιν ὑφίσταται; εἰ δὲ καὶ τὴν βασιλείαν παραδίδωσι, πῶς ἔρχεται "μετὰ τῶν ἁγίων ἀγ"γέλων ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ;" οὐκοῦν καὶ ἀνεθέ 306 λητον τῷ Υἱῷ τὸ "ὑπὸ τοὺς πόδας αὐτοῦ τεθῆναι τοὺς "ἐχθροὺς αὐτοῦ," εἴ γε νῦν μὲν συμβασιλεύει τῷ Πατρὶ, τότε δὲ τῆς βασιλείας ἐκπίπτει. ὅμως κἂν ὑποτάσσεται ὁ Υἱὸς τῷ Πατρὶ οὐ κατὰ τοῦτο ἥττων ἐστὶ τοῦ Πατρός· τὸ γὰρ τῆς ὑποταγῆς χρῆμα, οὐ φύσεως καὶ οὐσίας ὅρος ἐστὶν, ἀλλὰ πράγματος ὑπεμφαίνει τρόπον. εἰ γένοιτο καὶ ἐφ' ἡμῶν οὐχ ἑτεροουσίους ὄντας ἀλλήλοις ἀποφαίνει· πόθεν; ὑποτάττεται γὰρ πατρὶ μὲν ὁ υἱὸς, δεσπότῃ δὲ δοῦλος, διδασκάλῳ δὲ μαθητὴς, ἡγουμένῳ δέ τις τῶν ὑπὸ χεῖρα καὶ ὑπεζευγμένων. ἀλλ' οὐδὲν ἐν τούτοις ὁ τῆς ὁμοουσιότητος ἀδικεῖται λόγος· εἰσὶ γὰρ ἀλλήλοις ὁμοειδεῖς, κἂν εἰ τοῦτον ἔχοιεν τὸν τρόπον, εἴκοντές τε ἀλλήλοις καὶ ὑποταττόμενοι καὶ τὸ μὴ οὐκ ἀτιμάζοντες διὰ τὸ σύμφερον. τὸ τοίνυν καὶ ἐφ' ἡμῶν ἀσθενοῦν πῶς ἐπὶ Θεοῦ κρατύνουσιν; εἰ γὰρ φύσεως ἰδιότης ἤτοι μέτρον καθά φασι τὸ ὑποτάττεσθαί ἐστι τῷ Υἱῷ, τὸ μὴ ὑποτάττεσθαι φύσεως ἑτέρας ἰδιότης ἐστὶν αὐτῷ, τάχα που τὸ ἄμεινον παρ' ἐκείνην ἐχούσης, εἴπερ ἐστὶν ἐν μείοσιν ἡ ὑποταγή· οἰκονομικῶς γὰρ ὑποτάττεται δι' ἡμᾶς. ὁ δὲ τῶν ῥητῶν οὕτως· ἐπειδὴ ὁ ἄνθρωπος ἁμαρτήσας γέγονεν ὑπὸ φθορὰν καὶ ὑπὸ τοῦ διαβόλου καὶ τῶν δαιμόνων ἀποστὰς τοῦ φύσει Θεοῦ, γέγονε δι' ἡμᾶς ἄνθρωπος ὁ Μονογενὴς καὶ κατήργηκε τοῦ θανάτου τὸ κράτος, ἐξῆρε καὶ τὴν τοῦ θανάτου ῥίζαν τὴν ἁμαρτίαν, ἐξέβαλε τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου. ταῦτα δὲ πάντα πεποιηκὼς καὶ τῆς ὅλης οἰκονομίας συμπεπερασμένης, παραδίδωσι τουτέστι προσκομίσει τῷ Πατρὶ τὴν βασιλείαν τὴν διηρπασμένην πάλαι καὶ ὑφ' ἑτέροις γεγενημένην, τὸ κατεξουσιάζειν πάντων τῶν ἐπὶ γῆς ἀποκαταστήσας αὐτῷ, κατηργημένου τοῦ θανάτου καὶ τοῦ τυραννήσαντος κατ' αὐτῶν σατανᾶ, ἕξει πάλιν ὁ