1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

33

καὶ ἐπὶ τῶν λοιπῶν εἰδῶν τοῦ μαθηματικοῦ. Τὸ δὲ πρακτικὸν ἦθος κοσμεῖ καὶ τὸ πῶς δεῖ πολιτεύεσθαι διδάσκει· καὶ εἰ μὲν ἕνα ἄνθρωπον παιδεύει, λέγεται ἠθικόν, εἰ δὲ οἶκον ὅλον, λέγεται οἰκονομικόν, εἰ δὲ πόλιν ὁλόκληρον, λέγεται πολιτικόν. Ἰστέον, ὡς τέσσαρές εἰσιν αἱ διαλεκτικαὶ μέθοδοι ἤγουν λογικαί· αʹ διαιρετική, ἥτις διαιρεῖ τὸ γένος εἰς εἴδη διὰ μέσων τῶν διαφορῶν· βʹ ὁριστική, ἥτις ἀπὸ τοῦ γένους καὶ τῶν διαφορῶν, ὧν διεῖλεν ἡ διαιρετική, ὁρίζει τὸ ὑποκείμενον· γʹ ἀναλυτικὴ ἡ τὸ συνθετικώτερον ἀναλύουσα εἰς τὰ ἁπλούστερα, τουτέστι τὸ σῶμα εἰς τοὺς χυμούς, τοὺς χυμοὺς εἰς τοὺς καρπούς, τοὺς καρποὺς εἰς τὰ τέσσαρα στοιχεῖα, τὰ στοιχεῖα εἰς ὕλην καὶ εἶδος· δʹ ἀποδεικτικὴ ἡ διὰ μέσου τινὸς δεικνύουσα τὸ προκείμενον· οἷον πρόκειταί μοι δεῖξαι, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστι· λαμβάνω τι μέσον, τὸ ἀεικίνητον, καὶ συλλογίζομαι οὕτως· Ἡ ψυχὴ ἀεικίνητός ἐστι· τὸ ἀεικίνητον ἀθάνατον· ἡ ψυχὴ ἄρα ἀθάνατος. Ἰστέον δέ, ὡς οἱ συλλογισμοὶ τῆς ἀποδεικτικῆς εἰσι. ∆εῖ δὲ γινώσκειν, ὅτι ἡ ἀναλυτικὴ τρισσή τίς ἐστιν· ἔστι γὰρ φυσικὴ ὡς ἡ προλεχθεῖσα· ἔστι δὲ καὶ λογικὴ ἀνάλυσις, ὅταν τὸν προτεθέντα συλλογισμὸν ἀναλύσωμεν εἰς τὸ οἰκεῖον σχῆμα· ἔστι δὲ καὶ μαθηματική, ὅταν λάβωμεν τὸ ζητούμενον ὡς ὁμολογούμενον καὶ καταντήσωμεν εἴς τι ὁμολογούμενον, ὅθεν ἀγρεύεται τὸ προκείμενον. Οἷον ἔστω τὸ ζητούμενον· Εἰ ἀθάνατος ἡ ψυχή. Τοῦτο τὸ ζητούμενον λαμβάνω ὡς ὁμολογούμενον καὶ λέγω· Ἐπειδὴ ἀθάνατος ἡ ψυχή, εἰσὶν ἀμοιβαὶ τῶν φαύλων καὶ ἀγαθῶν πράξεων· εἰ δέ εἰσιν ἀμοιβαί, ἔστι τὸ δικαζόμενον καὶ δικάζον· εἰ δέ ἐστι τὸ δικαζόμενον καὶ δικάζον, ἔστι προνοητὴς καὶ πρόνοια. Κατηντήσαμεν τοίνυν εἰς τὴν πρόνοιαν, ἥτις παρὰ πᾶσιν ὁμολογεῖται. Ἔνθεν λοιπὸν κατὰ σύνθεσιν λέγω· Ἐπειδὴ ἔστι πρόνοια καὶ δικαστής, εἰσὶν ἀμοιβαί· ἐπειδὴ εἰσὶν ἀμοιβαί, ἔστι τὸ κρινόμενον· εἰ δὲ ἔστι τὸ κρινόμενον, ἀθάνατος ἄρα ἡ ψυχή. 67 Περὶ τῆς καθ' ὑπόστασιν ἑνώσεως. Χρὴ γινώσκειν, ὅτι ἡ καθ' ὑπόστασιν ἕνωσις μίαν ὑπόστασιν τῶν ἑνουμένων ἀποτελεῖ σύνθετον σῴζουσα τὰς συνελθούσας πρὸς ἕνωσιν φύσεις καὶ τὴν τούτων διαφορὰν καὶ τὰ τούτων φυσικὰ ἰδιώματα ἀσύγχυτά τε καὶ ἄτρεπτα ἐν ἑαυτῇ. Αὕτη δὲ πρὸς ἑαυτὴν οὐδεμίαν ὑποστατικὴν ἔχει διαφοράν· αὐτῆς γὰρ γίνονται αἱ ἑκατέρου τῶν συνελθόντων πρὸς ἕνωσιν χαρακτηριστικαὶ διαφοραί, αἷς ἑκατέρων ἐκ τῶν ὁμοειδῶν χωρίζονται, ὡς ἐπὶ ψυχῆς ἔχει καὶ σώματος. Μία μὲν γὰρ ἐξ ἀμφοτέρων ἀποτελεῖται ἡ τοῦ Πέτρου τυχὸν ἢ τοῦ Παύλου ὑπόστασις σύνθετος, σῴζει δὲ ἐν ἑαυτῇ τὰς δύο τελείας φύσεις, τήν τε τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ τὴν τούτων διαφορὰν ἀσύμφυρτον καὶ τὰ τούτων φυσικὰ ἰδιώματα ἀσύγχυτα. Ἔχει δὲ ἐν ἑαυτῇ τὰ ἑκατέρας χαρακτηριστικὰ ἰδιώματα τά τε τῆς ψυχῆς τὰ χωρίζοντα αὐτὴν ἐκ τῶν λοιπῶν ψυχῶν καὶ τὰ τοῦ σώματος τὰ χωρίζοντα αὐτὸ ἐκ τῶν λοιπῶν σωμάτων, μηδαμῶς χωρίζοντα τὴν ψυχὴν ἐκ τοῦ σώματος ἀλλ' ἑνοῦντα καὶ συνάπτοντα, ἅμα δὲ τὴν ἐξ αὐτῶν συντεθειμένην μίαν ὑπόστασιν χωρίζοντα τῶν λοιπῶν ὁμοειδῶν ὑποστάσεων. Ἐπειδὰν δὲ ἅπαξ αἱ φύσεις τὴν πρὸς ἄλληλα καθ' ὑπόστασιν δέξωνται ἕνωσιν, ἀδιαίρετοι μένουσιν εἰς τὸ παντελές. Εἰ γὰρ καὶ χωρίζεται ἡ ψυχὴ τοῦ σώματος ἐν τῷ θανάτῳ, ἀλλ' ἡ ὑπόστασις ἀμφοτέρων μία καὶ ἡ αὐτή ἐστιν· ὑπόστασις γάρ ἐστιν ἡ ἐν τῇ ἀρχῇ τῆς ἑκάστου ὑπάρξεως κατ' αὐτὸ σύμπηξις. Μένει οὖν τό τε σῶμα καὶ ἡ ψυχή, ἀεὶ μίαν τὴν ἀρχὴν τῆς ἑαυτῶν ἔχοντα ὑπάρξεώς τε καὶ ὑποστάσεως, εἰ καὶ χωρισθῶσιν ἀλλήλων. ∆εῖ δὲ γινώσκειν, ὅτι φύσεις μὲν ἑνωθῆναι ἀλλήλαις καθ' ὑπόστασιν ἐνδέχεται ὡς ἐπὶ τοῦ ἀνθρώπου καὶ φύσιν προσληφθῆναι ὑπὸ ὑποστάσεως καὶ ἐν αὑτῇ ὑποστῆναι δυνατόν, ἅπερ ἀμφότερα ἐπὶ τοῦ Χριστοῦ θεωροῦνται-καὶ γὰρ ἐν αὐτῷ καὶ αἱ φύσεις, ἡ θεία τε καὶ ἡ ἀνθρωπίνη, ἡνώθησαν, καὶ ἐν τῇ προϋπαρχούσῃ τοῦ θεοῦ λόγου ὑποστάσει ὑπέστη ἡ ἔμψυχος αὐτοῦ σὰρξ καὶ αὐτὴν ἔσχεν ὑπόστασιν, -ἐκ δύο δὲ φύσεων ἀποτελεσθῆναι μίαν φύσιν σύνθετον ἢ ἐκ δύο ὑποστάσεων μίαν ὑπό στασιν παντελῶς ἀδύνατον· διότι