1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

31

λέγεται. Ὅταν δὲ ὡς μέρος συλλογισμοῦ ληφθῇ, τότε πρότασίς ἐστιν τὸ λέγειν· Ἡ ψυχὴ ἀθάνατός ἐστιν. Ἡνίκα δέ τις ἐνίσταται πρὸς τὴν πρότασιν λέγων· Πόθεν δῆλον, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστι; τότε τὸ τοιοῦτον ἔνστασις προσαγορεύεται. Ἡνίκα δὲ πάλιν προτείνομεν εἰς ζήτησιν· Ἆρα ἡ ψυχὴ ἀθάνατός ἐστι; καλεῖται πρόβλημα. Ὅτε δὲ ἐκ προτάσεως συναχθῇ, καλεῖται συμπέρασμα, οἷον· Ἡ ψυχὴ ἀεικίνητός ἐστι, τὸ ἀεικίνητον ἀθάνατον, ἐκ τῶν προτάσεων τούτων συνάγεται· Ἄρα ἡ ψυχὴ ἀθάνατός ἐστι· τοῦτό ἐστι συμπέρασμα. Πρότασίς ἐστι λόγος ἀποφαντικός τινος ἀπό τινος, ὅπερ ἐστὶν ἀπόφασις, οἷον «Σωκράτης οὐ γελᾷ», ἤ τινος κατά τινος, ὅπερ ἐστὶ κατάφασις, ὡς «Σωκράτης γελᾷ». Ὅρος ἐστίν, εἰς ὃν ἀναλύεται ἡ πρότασις. Συλλογισμός ἐστι λόγος, ἐν ᾧ τεθέντων τινῶν ἤγουν ὁμολογηθέντων ἕτερον ἐξ ἀνάγκης τῶν κειμένων συμβαίνει διὰ τὰ κείμενα· διὰ γὰρ τὰς κειμένας προτάσεις γίνεται τὸ συμπέρασμα μὴ δεόμενον ἔξωθεν ἑτέρας τινὸς συστάσεως. Πρόβλημά ἐστι θεώρημα συντεῖνον εἰς αἵρεσιν καὶ φυγὴν ἤγουν εἰς ἄρνησιν καὶ συγκατάθεσιν πρὸς γνῶσιν καὶ θεωρίαν. Πύσμα ἐστὶν ἐρώτημα διεξοδικὴν ἤγουν πλατεῖαν ἀπαιτοῦν ἀπόκρισιν· διαφέρει γὰρ ὁ ἐρωτηματικὸς λόγος τοῦ πυσματικοῦ, ὅτι τῷ μὲν ἐρωτηματικῷ ταχεῖα ἕπεται ἡ ἀπόκρισις ἤγουν δι' ὀλίγων, τῷ δὲ πυσματικῷ χρονία καὶ διὰ πολλῶν. ∆ιαλογικὸς χαρακτὴρ λέγεται ὁ κατὰ πεῦσιν καὶ ἀπόκρισιν. Ἔνστασίς ἐστιν ἡ ἐκ προοιμίων ἀνατρέπουσα τὸν λόγον. Ἀντιπαράστασις δὲ ἡ δεχομένη μὲν τὸν λόγον ὡς ἀληθῆ, δεικνύουσα δέ, ὡς οὐδὲν βλάπτει πρὸς τὸ προκείμενον. Λημμάτιόν ἐστιν, ὅπερ εἴληπται ὡς ὁμολογούμενον πρὸς κατασκευήν τινος. Αἵρεσίς ἐστι δόξα πλειόνων ἀνθρώπων πρὸς ἀλλήλους μὲν συμφωνούντων, πρὸς ἄλλους δὲ διαφωνούντων. Κοινὴ δὲ ἔννοιά ἐστιν ἡ παρὰ πᾶσιν ὁμολογουμένη, οἷον ὅτι ἔστιν ἥλιος. Θέσις δέ ἐστι παράδοξος ὑπόληψίς τινος τῶν ἐν φιλοσοφίᾳ γνωρίμων ἤγουν ξένη ἔννοια ὡς ὁ Παρμενίδου λόγος, ὅτι ἓν ἔλεγε τὸ ὄν, καὶ ὡς ὁ Ἡρακλείτου, ὅτι πάντα κινεῖται. Κοινόν ἐστι τὸ ἐν πολλοῖς θεωρούμενον ἢ πολλῶν κατηγορούμενον. Κοινὸν δὲ τετραχῶς λέγεται· ἢ τὸ εἰς τὰ μέρη διαιρετὸν ὡς ἡ κληρουχουμένη γῆ· ἢ τὸ ἀδιαιρέτως ἐν χρήσει κοινῇ λαμβανόμενον, οὐχ ἅμα δὲ ὡς εἷς δοῦλος ἢ εἷς ἵππος δύο δεσποτῶν ποτὲ μὲν τοῦδε, ποτὲ δὲ τοῦδε τὴν κέλευσιν πληρῶν· ἢ τὸ ἐν προκαταλήψει ἰδιοποιούμενον, εἰς δὲ τὸ κοινὸν ἀναπεμπόμενον ὡς ὁ ἐν θεάτρῳ τόπος ἢ ἐν βαλανείῳ· ἢ τὸ ἀδιαιρέτως εἰς κοινὴν καὶ τὴν αὐτὴν ἔννοιαν προβαλλόμενον ὡς ἡ φωνὴ τοῦ κήρυκος. Κατὰ τοῦτον τὸν τρόπον χρὴ ληφθῆναι ἐπὶ τῶν ὁμωνύμων καὶ συνωνύμων τὸ «ὧν ὄνομα κοινόν». Καθ' αὑτό ἐστι τὸ πρώτως καὶ κατ' οὐσίαν προσόν τινι καὶ οὐ κατὰ συμβεβηκὸς ὡς τὸ λογικὸν τῷ ἀνθρώπῳ. Καθόλου ἐστὶ τὸ πολλὰ σημαῖνον ὡς ἄνθρωπος, ζῷον, οὐσία. Κατὰ συμβεβηκός ἐστιν, ὃ δύναται ὑπάρχειν τινὶ καὶ μὴ ὑπάρχειν ὡς τῷ ἀνθρώπῳ τὸ νοσεῖν καὶ ὑγιαίνειν. Ποιεῖν λέγεται ἐπὶ τῶν ποιητικῶν τεχνῶν, ἐφ' ὧν διαμένει τὸ γινόμενον ὡς ἐπὶ τεκτονικῆς καὶ τῶν τοιούτων· διαμένει γὰρ μετὰ τὴν ποίησιν ἡ κλίνη. Πράττειν λέγεται, ἐφ' ὧν οὐ διαμένει τὸ τέλος ἤγουν τὸ ἀποτέλεσμα ὡς ἐπὶ τῆς αὐλητικῆς καὶ ὀρχηστικῆς. Θεωρεῖν δὲ λέγεται τὸ νοεῖν, τὸ ἀστρονομεῖν, τὸ γεωμετρεῖν καὶ τὰ τοιαῦτα. Τὴν ἐπίνοιαν ὁ ἀληθὴς λόγος διττὴν ἀποφαίνεται. Ἡ μὲν γὰρ ἐπέννοιά τις καὶ ἐπενθύμησίς ἐστι τὴν ὁλοσχερῆ τῶν πραγμάτων καὶ ἀδιάρθρωτον ἐξαπλοῦσα καὶ διασαφοῦσα θεωρίαν καὶ γνῶσιν, ὡς τὸ αἰσθήσει δόξαν εἶναι ἁπλοῦν τῇ πολυπραγμοσύνῃ τοῦ νοῦ πολυμερές τε καὶ ποικίλον ἀναφαίνεσθαι, οἷον ὁ ἄνθρωπος ἁπλοῦς φαινόμενος τῇ ἐπινοίᾳ διπλοῦς κατανοεῖται, ἐκ ψυχῆς τε καὶ σώματος συγκείμενος, ἡ δὲ ἀνάπλασμα διανοίας τυγχάνει κατὰ συμπλοκὴν αἰσθήσεώς τε καὶ φαντασίας ἐκ τῶν ὄντων τὰ μηδαμῶς ὄντα συντιθεῖσα καὶ δοξάζουσα. Τοιαύτη δέ ἐστιν ἡ τῶν ἱπποκενταύρων καὶ σειρήνων καὶ τραγελάφων μυθοπλαστία. Τῶν γὰρ ὅλων τὰ μέρη λαμβάνουσα καὶ ἐκ τῶν μερῶν ἄλλο τι συντιθεῖσα κατὰ πολλὴν ἐξουσίαν τε καὶ εὐκολίαν τὰ μηδαμῶς ἐν ὑποστάσει τε καὶ