1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

20

ἐμψύχοις, λογικαῖς τε καὶ ἀλόγοις, θνηταῖς τε καὶ ἀθανάτοις. Αἱ δὲ οὐσιώδεις διαφοραὶ ἄλλαι ἐν ταῖς ἀψύχοις καὶ ἐν ταῖς ἐμψύχοις ἕτεραι, ἐν ταῖς λογικαῖς ἄλλαι καὶ ἐν ταῖς ἀλόγοις ἕτεραι, ὁμοίως ἐν ταῖς θνηταῖς ἄλλαι καὶ ἐν ταῖς ἀθανάτοις ἕτεραι, καὶ ἁπλῶς εἰπεῖν, ἐν ταῖς ἑκάστου εἰδικωτάτου εἴδους ὑποστάσεσιν αἱ αὐταὶ συνάπτουσαι μὲν αὐτὰς ἀλλήλαις τῷ λόγῳ τῆς οὐσίας, χωρίζουσαι δὲ αὐτὰς ἐκ τῶν ἑτεροειδῶν ὑποστάσεων. Ὁμοίως καὶ τὰ συμβεβηκότα ἐν αὐταῖς ἤτοι ταῖς ὑποστάσεσι θεωροῦνται χωρίζοντα ἑκάστην ὑπόστασιν ἐκ τῶν ὁμοειδῶν ὑποστάσεων. ∆ιὸ καὶ τὸ ἄτομον κυρίως τὸ τῆς ὑποστάσεως ἐκληρώσατο ὄνομα· ἐν αὐτῇ γὰρ ἡ οὐσία ἐνεργείᾳ ὑφίσταται προσλαβοῦσα τὰ συμβεβηκότα. 44 Περὶ προσώπου. Πρόσωπόν ἐστιν, ὅπερ διὰ τῶν οἰκείων ἐνεργημάτων τε καὶ ἰδιωμάτων ἀρίδηλον καὶ περιωρισμένην τῶν ὁμοφυῶν αὐτοῦ παρέχεται ἡμῖν τὴν ἐμφάνειαν, οἷον ὁ Γαβριὴλ τῇ ἁγίᾳ θεοτόκῳ διαλεγόμενος, εἷς τῶν ἀγγέλων ὑπάρχων, μόνος ἐκεῖσε παρὼν διελέγετο, κεχωρισμένος τῶν ὁμοουσίων ἀγγέλων διὰ τῆς ἐν τῷ τόπῳ παρουσίας καὶ διαλέξεως, καὶ ὁ Παῦλος ἐπὶ τῶν ἀναβαθμῶν δημηγορῶν, εἷς τῶν ἀνθρώπων ὤν, διὰ τῶν ἰδιωμάτων καὶ ἐνεργημάτων αὐτοῦ τῶν λοιπῶν ἀνθρώπων διεστέλλετο. Χρὴ δὲ γινώσκειν, ὡς οἱ ἅγιοι πατέρες ὑπόστασιν καὶ πρόσωπον καὶ ἄτομον τὸ αὐτὸ ἐκάλεσαν, τὸ καθ' ἑαυτὸ ἰδιοσυστάτως ἐξ οὐσίας καὶ συμβεβηκότων ὑφιστάμενον καὶ ἀριθμῷ διαφέρον καὶ τὸν τινὰ δηλοῦν οἷον Πέτρον, Παῦλον, τόνδε τὸν ἵππον. Εἴρηται δὲ ὑπόστασις παρὰ τὸ ὑφεστάναι. 45 Περὶ ἐνυποστάτου. Καὶ τὸ ἐνυπόστατον δὲ ποτὲ μὲν τὴν ἁπλῶς ὕπαρξιν σημαίνει, καθ' ὃ σημαινόμενον οὐ μόνον τὴν ἁπλῶς οὐσίαν ἐνυπόστατον λέγομεν ἀλλὰ καὶ τὸ συμβεβηκός, ὅπερ κυρίως οὐκ ἐνυπόστατόν ἐστιν ἀλλ' ἑτεροϋπόστατον, ποτὲ δὲ καὶ τὴν καθ' αὑτὸ ὑπόστασιν ἤγουν τὸ ἄτομον δηλοῖ, ὅπερ κυρίως οὐκ ἐνυπόστατον ἀλλ' ὑπόστασίς ἐστί τε καὶ λέγεται. Κυρίως δὲ ἐνυπόστατόν ἐστιν ἢ τὸ καθ' ἑαυτὸ μὲν μὴ ὑφιστάμενον ἀλλ' ἐν ταῖς ὑποστάσεσι θεωρούμενον, ὥσπερ τὸ εἶδος ἤγουν ἡ φύσις τῶν ἀνθρώπων ἐν ἰδίᾳ ὑποστάσει οὐ θεωρεῖται ἀλλ' ἐν Πέτρῳ καὶ Παύλῳ καὶ ταῖς λοιπαῖς τῶν ἀνθρώπων ὑποστάσεσιν, ἢ τὸ σὺν ἄλλῳ διαφόρῳ κατὰ τὴν οὐσίαν εἰς ὅλου τινὸς γένεσιν συντιθέμενον καὶ μίαν ἀποτελοῦν ὑπόστασιν σύνθετον, οἷον ὁ ἄνθρωπος ἐκ ψυχῆς ἐστι καὶ σώματος συντεθειμένος· οὔτε ἡ ψυχὴ μόνη λέγεται ὑπόστασις οὔτε τὸ σῶμα ἀλλ' ἐνυπόστατα, τὸ δὲ ἐξ ἀμφοτέρων ἀποτελούμενον ὑπόστασις ἀμφοτέρων. Ὑπόστασις γὰρ κυρίως τὸ καθ' ἑαυτὸ ἰδιοσυστάτως ὑφιστάμενόν ἐστί τε καὶ λέγεται. Λέγεται πάλιν ἐνυπόστατον ἡ ὑφ' ἑτέρας ὑποστάσεως προσληφθεῖσα φύσις καὶ ἐν αὐτῇ ἐσχηκυῖα τὴν ὕπαρξιν. Ὅθεν καὶ ἡ σὰρξ τοῦ κυρίου μὴ ὑποστᾶσα καθ' ἑαυτὴν μηδὲ πρὸς καιροῦ ῥοπὴν οὐχ ὑπόστασις ἀλλὰ μᾶλλον ἐνυπόστατόν ἐστιν· ἐν γὰρ τῇ ὑποστάσει τοῦ θεοῦ λόγου ὑπέστη προσληφθεῖσα ὑπ' αὐτῆς καὶ ταύτην καὶ ἔσχε καὶ ἔχει ὑπόστασιν. 46 Περὶ ἀνυποστάτου. Καὶ τὸ ἀνυπόστατον δὲ δισσῶς λέγεται· ποτὲ μὲν γὰρ τὸ μηδαμῇ μηδαμῶς ὂν σημαίνει ἤγουν τὸ ἀνύπαρκτον, ποτὲ δὲ τὸ μὴ ἐν ἑαυτῷ ἔχον τὸ εἶναι ἀλλ' ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν ἤγουν τὸ συμβεβηκός. 47 ∆ιαίρεσις τοῦ ὄντος καὶ τῆς οὐσίας. Τὸ ὂν διαιρεῖται εἰς οὐσίαν καὶ συμβεβηκός, οὐχ ὡς γένος εἰς εἴδη ἀλλ' ὡς ὁμώνυμος φωνὴ ἢ ὡς τὰ ἀφ' ἑνὸς καὶ πρὸς ἕν. Ἡ οὐσία γενικώτατον γένος ἐστίν· αὕτη διαιρεῖται αʹ Τὸ σῶμα εἶδος τῆς οὐσίας καὶ γένους τοῦ ἐμψύχου, βʹ τὸ ἔμψυχον εἶδος τοῦ σώματος καὶ γένος τοῦ αἰσθητικοῦ, γʹ τὸ αἰσθητικὸν ζῷον εἶδος τοῦ ἐμψύχου καὶ γένος τοῦ λογικοῦ, δʹ τὸ λογικὸν εἶδος τοῦ ζῴου καὶ γένος τοῦ θνητοῦ, εʹ τὸ θνητὸν εἶδος τοῦ λογικοῦ καὶ γένος τοῦ ἀνθρώπου, ὁ ἄνθρωπος εἰδικώτατον εἶδος· εἶδος γάρ ἐστι τοῦ θνητοῦ καὶ εἶδος Πέτρου καὶ Παύλου, ὅπερ ἐστὶ φύσις καὶ μορφὴ καὶ οὐσία κατὰ τοὺς ἁγίους πατέρας. 48 Περὶ τοῦ τί ὑπάρχει ἴδιον τῆς οὐσίας. Τί μὲν οὖν ἐστιν οὐσία καὶ φύσις καὶ μορφή, εἴρηται καὶ τί ὑπόστασις καὶ ἄτομον καὶ πρόσωπον ἐνυπόστατόν τε καὶ ἀνυπόστατον καὶ τίς ἡ διαφορὰ οὐσίας καὶ