1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

3

διδάξοντος, προσέλθωμεν τῷ ἀψευδεῖ διδασκάλῳ τῇ ἀληθείᾳ-Χριστὸς δέ ἐστιν ἡ ἐνυπόστατος σοφία τε καὶ ἀλήθεια, ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς γνώσεως οἱ ἀπόκρυφοι, ὅς ἐστιν ἡ τοῦ θεοῦ καὶ πατρὸς σοφία καὶ δύναμις-καὶ τῆς φωνῆς αὐτοῦ διὰ τῶν θείων γραφῶν ἀκούσωμεν καὶ μάθωμεν τὴν πάντων τῶν ὄντων γνῶσιν τὴν ἀληθῆ. Προσερχόμενοι δὲ ἐπιμελῶς καὶ εἰλικρινῶς προσίωμεν, μὴ ἀμβλύνοντες ἡμῶν τὸ νοερὸν τῆς ψυχῆς ὄμμα τοῖς πάθεσι· μόλις γὰρ ἂν καθαρωτάτῳ καὶ διειδεστάτῳ ὀφθαλμῷ τρανῶς ἐνατενίσαι τις τῇ ἀληθείᾳ δυνήσεται. Εἰ δὲ τὸ ἐν ἡμῖν φῶς ἤτοι ὁ νοῦς σκότος, τὸ σκότος πόσον; Ὅλῃ οὖν ψυχῇ καὶ πάσῃ διανοίᾳ προσέλθωμεν. Ὡς γὰρ ἀδύνατον ὀφθαλμὸν συχνῶς περιστρεφόμενον καὶ περιαγόμενον τρανῶς ἐνατενίσαι τῷ ὁρατῷ, ἀλλὰ δεῖ προσεχὲς τὸ ὄμμα ἐνερεῖσαι τῷ βλεπομένῳ, οὕτω πᾶσαν λογισμοῦ ζάλην ἀποσεισάμενοι ἀύλως προσέλθωμεν τῇ ἀληθείᾳ. Προσερχόμενοι δὲ καὶ μέχρι τῆς πύλης φθάνοντες μὴ ἀρκεσθῶμεν, ἀλλ' εὐτόνως κρούσωμεν, ὡς ἂν ἀνοιχθείσης ἡμῖν τῆς τοῦ νυμφῶνος θύρας ἴδωμεν τὰ ἐν αὐτῷ κάλλη. Πύλη μὲν οὖν ἐστι τὸ γράμμα, ὁ δὲ ἐντὸς τῆς πύλης νυμφῶν τὸ κεκρυμμένον ὑπ' αὐτὸ τῶν νοημάτων κάλλος ἤτοι τῆς ἀληθείας πνεῦμα. Εὐτόνως κρούσωμεν, ἀναγνῶμεν ἅπαξ, δίς, πολλάκις, καὶ οὕτως ὀρύσσοντες τὸν θησαυρὸν τῆς γνώσεως εὑρήσομεν καὶ τοῦ πλούτου κατατρυφήσομεν. Ζητήσωμεν, ἐρευνήσωμεν, ἀνακρίνωμεν, ἐρωτήσωμεν· «πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται». Καὶ «ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου ἐν γνώσει καὶ ἐροῦσί σοι». Ἐὰν οὖν ὦμεν φιλομαθεῖς, ἐσόμεθα καὶ πολυμαθεῖς· ἁλωτὰ γὰρ ἐπιμελείᾳ καὶ πόνῳ γίνεσθαι πέφυκεν ἅπαντα καὶ πρὸ πάντων καὶ μετὰ πάντα τῇ τοῦ διδόντος θεοῦ χάριτι. Ἐπειδὴ δέ φησιν ὁ θεῖος ἀπόστολος· «Πάντα δοκιμάζοντες τὸ καλὸν κατέχετε», ἐρευνήσωμεν καὶ τῶν ἔξω σοφῶν τοὺς λόγους. Ἴσως τι καὶ παρ' αὐτοῖς τῶν ἀγωγίμων εὑρήσομεν καί τι ψυχωφελὲς καρπωσόμεθα· πᾶς γὰρ τεχνίτης δεῖται καί τινων ὀργάνων πρὸς τὴν τῶν ἀποτελουμένων κατασκευήν. Πρέπει δὲ καὶ τῇ βασιλίδι ἄβραις τισὶν ὑπηρετεῖσθαι. Λάβωμεν τοίνυν τοὺς δούλους τῆς ἀληθείας λόγους καὶ τὴν κακῶς αὐτῶν τυραννήσασαν ἀσέβειαν ἀπωσώμεθα καὶ μὴ τῷ καλῷ κακῶς χρησώμεθα, μὴ πρὸς ἐξαπάτην τῶν ἁπλουστέρων τὴν τέχνην τῶν λόγων μεταχειρισώμεθα, ἀλλ', εἰ καὶ μὴ δεῖται ποικίλων σοφισμάτων ἡ ἀλήθεια, πρός γε τὴν τῶν κακομάχων καὶ τῆς ψευδωνύμου γνώσεως ἀνατροπὴν τούτοις ἀποχρησώμεθα. Ἐκ τούτων τοίνυν τὴν ἀρχὴν ποιησώμεθα ὡς στοιχείων καὶ τοῖς ἔτι δεομένοις γάλακτος ἁρμοζόντων Χριστὸν τὸν τοῦ θεοῦ ἐνυπόστατον λόγον ἀρωγὸν ἐπικεκλημένοι, «παρ' οὗ πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα δίδοται τέλειον». Ἔσται δὲ σκοπὸς τοῖς ἐντυγχάνουσι πρὸς τὸ μακάριον τέλος καθορμισθῆναι τὸν νοῦν· τοῦτο δέ ἐστι τὸ διὰ τῶν αἰσθήσεων ἀναχθῆναι πρὸς τὴν ὑπὲρ πᾶσαν αἴσθησιν καὶ κατάληψιν, ὅς ἐστιν ὁ τῶν πάντων αἴτιος καὶ ποιητὴς καὶ δημιουργός. «Ἐκ γὰρ καλλονῆς τῶν οἰκείων κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς κατοπτεύεται», καὶ «τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται». Ἀκενοδόξῳ τοίνυν καὶ ταπεινῷ φρονήματι τῆς γνώσεως ἐφιέμενοι τοῦ ποθουμένου τευξόμεθα· «οὐ γὰρ δύνασθε πιστεύειν εἰς ἐμέ», ἔφη Χριστὸς ἡ ἀλήθεια, «δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες», καὶ «πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται». 2 Τίς ὁ σκοπός. Ἐπειδὴ πᾶς ἀσκόπως ἐναρχόμενος πράγματος ὡς ἐν σκότει διαπορεύεται-ὁ γὰρ ἀσκόπως κοπιῶν καθολικῶς πτωχεύει-, φέρε τὸν προκείμενον τοῦ λόγου σκοπὸν πρότερον εἴπωμεν, ὡς ἂν εὔληπτα εἴη τὰ λεγόμενα. Σκοπὸς τοίνυν ἡμῖν ἔσται φιλοσοφίας ἀπάρξασθαι καὶ παντοδαπὴν γνῶσιν, ὅση δύναμις, συντετμημένως τῇ παρούσῃ ἐναπογράψασθαι δέλτῳ. ∆ιὸ «Πηγὴ γνώσεως» ὀνομαζέσθω. Ἐρῶ τοιγαροῦν ἐμὸν μὲν οὐδέν, τὰ δὲ σποράδην θείοις τε καὶ σοφοῖς ἀνδράσι λελεγμένα συλλήβδην ἐκθήσομαι. Ἄμεινον οὖν πρότερον γνῶναι