1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

6

εἴδει οὐδαμῶς, καὶ ποιεῖ τὸ εἶδος-τὸ μὲν πρότερον ἤγουν τὸ γένος οἷον ἡ οὐσία ἐστίν· ἡ γὰρ οὐσία σημαίνει καὶ ἄνθρωπον καὶ ἵππον καὶ βοῦν. Ἕκαστον γὰρ αὐτῶν οὐσία τε λέγεται καὶ ἔστιν, ἄλλο δὲ καὶ ἄλλο εἶδος ὑπάρχει ἕκαστον. -τὸ δὲ δεύτερον ἤγουν τὸ εἶδος οἷον ὁ ἄνθρωπός ἐστι· σημαίνει γὰρ πολλοὺς ἤγουν πάντας τοὺς κατὰ μέρος ἀνθρώπους, οἵτινες τῷ μὲν ἀριθμῷ διαφέρουσιν ἀλλήλων (ἄλλος γάρ ἐστιν ὁ Πέτρος καὶ ἄλλος ὁ Παῦλος καὶ οὔκ εἰσιν εἷς ἀλλὰ δύο) τῷ δὲ εἴδει οὐ διαφέρουσιν ἤγουν τῇ φύσει (πάντες γὰρ ἄνθρωποι καὶ λέγονται καί εἰσιν). Ἔστιν οὖν τὸ μὲν μερικώτερον καὶ ἀριθμῷ διαφέρον οἷον ὁ Πέτρος ἄτομον καὶ πρόσωπον καὶ ὑπόστασις, ὅπερ τὸν τινὰ σημαίνει. Ἐρωτώμενοι γὰρ «τίς ἐστιν οὗτος», λέγομεν «ὁ Πέτρος». Σημαίνει δὲ καὶ τὸ ἄλλος· ἄλλος γάρ ἐστιν ὁ Πέτρος καὶ ἄλλος ὁ Παῦλος καὶ αὐτὸς καὶ οὗτος καὶ ἐκεῖνος. Ταῦτα ἐπὶ τοῦ ἀτόμου λαμβάνεται καὶ τὰ τοιαῦτα, ἅπερ καθ' ἑαυτὰ ὑφέστηκε. Τὸ δὲ περιέχον τὰ ἄτομα λέγεται εἶδος, καὶ ἔστι καθολικώτερον τοῦ ἀτόμου, ὅτι πολλὰ ἄτομα περιέχει οἷον ὁ ἄνθρωπος. Περιέχει γὰρ καὶ Πέτρον καὶ Παῦλον καὶ πάντας τοὺς κατὰ μέρος ἀνθρώπους, ὅπερ λέγεται φύσις καὶ οὐσία καὶ μορφὴ κατὰ τοὺς ἁγίους πατέρας. Τὸ δὲ πολλὰ εἴδη περιέχον λέγεται γένος οἷον τὸ ζῷον· περιέχει γὰρ ἄνθρωπον, βοῦν, ἵππον, καὶ ἔστι καθολικώτερον τοῦ εἴδους. Οἱ δὲ ἅγιοι πατέρες τὸ εἶδος καὶ τὸ γένος ἐκάλεσαν φύσιν καὶ μορφὴν καὶ οὐσίαν. Ποιεῖ δὲ τὸ εἶδος ἤγουν ἡ φύσις καὶ ἡ οὐσία καὶ ἡ μορφὴ οὐκ ἄλλον οὐδὲ ἀλλοῖον ἀλλὰ ἄλλο· ἄλλο γὰρ κατὰ φύσιν λέγομεν τὸν ἄνθρωπον καὶ ἄλλο τὸν ἵππον, οὐχὶ ἄλλον καὶ ἄλλον. Λέγεται δὲ ἐπὶ τοῦ εἴδους τοῦτο καὶ αὐτὸ καὶ ἐκεῖνο καὶ τὰ τοιαῦτα, ὅπερ ἐν τῷ τί ἐστι κατηγορεῖται. Ἡ δὲ διαφορὰ ἀλλοῖον ποιεῖ· ἀλλοῖον γὰρ ζῷον τὸ λογικὸν καὶ ἀλλοῖον τὸ ἄλογον καὶ τοιοῦτον καὶ οἷον καὶ ὁποῖον. Ἡ δὲ ἐπουσιώδης φωνὴ ἢ ἑνὶ εἴδει ὑπάρχει ἢ πολλοῖς. Καὶ εἰ μὲν ἑνί, λέγεται ἴδιον, ὡς τὸ γελαστικὸν μόνῳ τῷ ἀνθρώπῳ ὑπάρχον καὶ τὸ χρεμετιστικὸν μόνῳ τῷ ἵππῳ. Εἰ δὲ πολλοῖς εἴδεσιν ὑπάρχει, ποιεῖ τὸ συμβεβηκὸς οἷον τὸ λευκόν· τοῦτο γὰρ ὑπάρχει καὶ ἀνθρώπῳ καὶ ἵππῳ καὶ κυνὶ καὶ ἄλλοις πολλοῖς εἴδεσι. Καὶ αὗταί εἰσιν αἱ πέντε φωναί, ὑφ' ἃς ἀνάγεται πᾶσα φιλόσοφος φωνή. Ταύτας οὖν δεῖ ἡμᾶς γνῶναι, ἑκάστη τις τί σημαίνει καὶ ἐν τίνι κοινωνοῦσιν ἀλλήλαις καὶ ἐν τίνι διαφέρουσιν. Εἰσὶ δὲ αὗται· γένος, εἶδος, διαφορά, ἴδιον, συμβεβηκός. Γένος μὲν τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον τουτέστι λεγόμενον καὶ κατονομαζόμενον· κατηγορεῖσθαι γάρ ἐστι τὸ κατά τινος λέγεσθαι. Εἶδος δὲ τὸ κατὰ πλειόνων καὶ διαφερόν των τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον. ∆ιαφορὰ δὲ ἡ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ποῖόν τί ἐστι κατηγορουμένη καὶ ἐν τῷ ὁρισμῷ λαμβανομένη ὡς οὐσιώδης. Αὕτη δέ ἐστι, ὃ οὐκ ἐνδέχεται εἶναι καὶ μὴ εἶναι ἐν τῷ αὐτῷ εἴδει καὶ ἀδύνατον μὴ εἶναι ἐν τῷ εἴδει, οὗ ἐστιν, ὃ καὶ παρὸν σῴζει καὶ ἀπὸν φθείρει. Καὶ ἀδύνατον αὐτὸ καὶ τὸ ἐναντίον αὐτοῦ εἶναι ἐν τῷ αὐτῷ εἴδει, οἷον τὸ λογικὸν ἀδύνατον μὴ εἶναι ἐν τῷ ἀνθρώπῳ· τὸ γὰρ ἄλογον οὐκ ἄνθρωπος. Τοῦτο παρὸν συνιστᾷ τὴν φύσιν τοῦ ἀνθρώπου καὶ ἀπὸν φθείρει· τὸ γὰρ ἄλογον οὐκ ἄνθρωπος. ∆εῖ οὖν γινώσκειν, ὅτι αὕτη λέγεται οὐσιώδης καὶ φυσικὴ καὶ συστατικὴ καὶ διαιρετικὴ καὶ εἰδοποιὸς διαφορὰ καὶ οὐσιώδης ποιότης καὶ φυσικὸν ἰδίωμα καὶ ἰδίωμα φύσεως, ἥτις λέγεται παρὰ τοῖς φιλοσόφοις ἰδιαίτατα διαφορὰ ὡς ἰδιωτάτη καὶ αὐτῆς τῆς φύσεως παραστατικὴ τῆς ἐχούσης αὐτήν. Ἴδιον δέ ἐστι τὸ ἑνὶ εἴδει ὑπάρχον καὶ παντὶ τῷ εἴδει καὶ ἀεί, ὃ καὶ ἀντιστρέφει· πᾶς γὰρ ἄνθρωπος γελαστικόν, καὶ πᾶν γελαστικὸν ἄνθρωπος. Συμβεβηκὸς δέ ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ποῖόν τί ἐστι κατηγορούμενον καὶ μὴ λαμβανόμενον ἐν τῷ ὁρισμῷ, ἀλλὰ δυνάμενον καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν, ὃ οὔτε παρὸν σῴζει οὔτε ἀπὸν φθείρει. Τοῦτο λέγεται ἐπουσιώδης διαφορὰ καὶ ποιότης. Τοῦτο ἢ χωριστόν ἐστιν ἢ ἀχώριστον· χωριστὸν μέν, ὃ ποτὲ μὲν γίνεται ποτὲ δὲ ἀπογίνεται ἐν τῇ αὐτῇ ὑποστάσει, ὡς κάθισις,