1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

16

Ἴδια διαφορᾶς καὶ συμβεβηκότος· ὅτι αἱ μὲν διαφοραὶ περιέχουσιν, οὐ περιέχονται, τὰ δὲ συμβεβηκότα περιέχονται. Περιέχουσι μὲν γὰρ τὰ εἴδη ἀμφότερα ὡς πλειόνων εἰδῶν κατηγορούμενα, ἀλλ' ἡ διαφορὰ οὐ περιέχεται, διότι οὐ δέχεται τὸ αὐτὸ εἶδος τὰς ἐναντίας διαφοράς, τὸ δὲ συμβεβηκὸς περιέχεται, διότι τὸ αὐτὸ εἶδος καὶ τὸ αὐτὸ ἄτομον πολλὰ συμβεβηκότα δέχεται, πολλάκις καὶ τὰ ἐναντία· -ὅτι ἡ μὲν διαφορὰ τὸ μᾶλλον καὶ τὸ ἧττον οὐκ ἐπιδέχεται, ἀλλὰ τὰ συμβεβηκότα· ὅτι αἱ ἐναντίαι διαφοραὶ ἀμιγεῖς εἰσι, μίγνυνται δὲ τὰ ἐναντία συμβεβηκότα. 27 Κοινωνία καὶ διαφορὰ εἴδους καὶ ἰδίου. Κοινὰ εἴδους καὶ ἰδίου· ὅτι ἀλλήλων ἀντικατηγοροῦνται ἤγουν ἀντιστρέφουσιν· ὅτι ἐπίσης μετέχονται· ἐπίσης δὲ μετέχεσθαί ἐστι τὸ μὴ τὸ ἓν μᾶλλον ἢ ἧττον τοῦ ἑτέρου μεταδιδόναι ἑαυτῶν τοῖς μετέχουσιν ἀτόμοις. ∆ιαφορὰ εἴδους καὶ ἰδίου· ὅτι τὸ μὲν εἶδος οὐσιῶδες, τὸ δὲ ἴδιον ἐπουσιῶδες· ὅτι τὸ μὲν εἶδος ἀεὶ ἐνεργείᾳ, τὸ δὲ ἴδιον καὶ δυνάμει καὶ ἐνεργείᾳ· ἔτι τὰ διαφόρους ἔχοντα ὁρισμοὺς καὶ αὐτὰ δηλονότι διάφορα καθεστήκασιν. 28 Κοινωνία καὶ διαφορὰ εἴδους καὶ συμβεβηκότος. Κοινὰ εἴδους καὶ συμβεβηκότος τὸ κατὰ πλειόνων κατηγορεῖσθαι. ∆ιαφορὰ εἴδους καὶ συμβεβηκότος· ὅτι τὸ μὲν εἶδος ἐν τῷ τί ἐστι, τὸ δὲ συμβεβηκὸς ἐν τῷ ποῖόν τί ἐστι κατηγορεῖται· ὅτι τοῦ εἴδους ἡ μετοχὴ ἑνός ἐστι, τῶν δὲ συμβεβηκότων καὶ πλειόνων τις μετέχει· ὅτι τὸ εἶδος φύσει πρότερον τῶν συμβεβηκότων· ὅτι τοῦ εἴδους ἡ μετοχὴ ἐπίσης, τὰ δὲ συμβεβηκότα τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχονται. 29 Κοινωνία καὶ διαφορὰ ἰδίου καὶ ἀχωρίστου συμβεβηκότος. Κοινὰ ἰδίου καὶ συμβεβηκότος ἀχωρίστου τὸ μὴ ἄνευ αὐτῶν συστῆναι ἐκεῖνα, οἷς ὑπάρχουσι, καὶ ὅτι ἀμφότερα ἀεὶ πάρεισι. ∆ιαφορὰ ἰδίου καὶ συμβεβηκότος· ὅτι τὸ μὲν ἴδιον ἑνὶ εἴδει ὑπάρχει, τὸ δὲ συμβεβηκὸς πλείοσιν· ὅτι τὸ μὲν ἴδιον ἀντιστρέφει πρὸς τὸ εἶδος, τὸ δὲ συμβεβηκὸς οὐκέτι· ὅτι τὸ μὲν συμβεβηκὸς ἐπιδέχεται τὸ μᾶλλον καὶ ἧττον, τὸ δὲ ἴδιον οὐδαμῶς. 30 Περὶ ὑποστάσεως καὶ ἐνυποστάτου καὶ ἀνυποστάτου. Τὸ τῆς ὑποστάσεως ὄνομα δύο σημαίνει· ἁπλῶς μὲν γὰρ λεγόμενον σημαίνει τὴν ἁπλῶς οὐσίαν, ἡ δὲ καθ' ἑαυτὴν ὑπόστασις τὸ ἄτομον σημαίνει καὶ τὸ ἀφοριστικὸν πρόσωπον. Καὶ τὸ ἐνυπόστατον δὲ δύο σημαίνει· σημαίνει γὰρ καὶ τὸ ἁπλῶς ὄν, καθὸ σημαινόμενον οὐ μόνον τὴν ἁπλῶς οὐσίαν ἀλλὰ καὶ τὸ συμβεβηκὸς ἐνυπόστατον καλοῦμεν. Σημαίνει δὲ καὶ τὴν καθ' αὑτὸ ὑπόστασιν ἤγουν τὸ ἄτομον. Καὶ τὸ ἀνυπόστατον δὲ δισσῶς λέγεται· λέγεται γὰρ ἀνυπόστατον καὶ τὸ μηδαμῇ μηδαμῶς ὄν. Λέγεται πάλιν ἀνυπόστατον καὶ τὸ συμβεβηκός, διότι τὸ συμβεβηκὸς οὐκ ἔχει ἰδίαν ὕπαρξιν, ἀλλ' ἐν τῇ οὐσίᾳ ὑφέστηκεν. 31 Περὶ οὐσίας καὶ φύσεως καὶ μορφῆς ἀτόμου τε καὶ προσώπου καὶ ὑποστάσεως. Οἱ μὲν ἔξω φιλόσοφοι κατὰ τὸν προλελεγμένον λόγον διαφορὰν εἶπον οὐσίας καὶ φύσεως, οὐσίαν μὲν εἰπόντες τὸ ἁπλῶς εἶναι, φύσιν δὲ οὐσίαν εἰδοποιηθεῖσαν ὑπὸ τῶν οὐσιωδῶν διαφορῶν καὶ μετὰ τοῦ ἁπλῶς εἶναι καὶ τὸ τοιῶσδε εἶναι ἔχουσαν, εἴτε λογικὴν εἴτε ἄλογον, εἴτε θνητὴν εἴτε ἀθάνατον, ἤγουν αὐτήν, ὥς φαμεν, τὴν ἀμετάβλητον καὶ ἀμετάθετον ἀρχὴν καὶ αἰτίαν καὶ δύναμιν τὴν παρὰ τοῦ δημιουργοῦ ἐντεθεῖσαν ἑκάστῳ εἴδει πρὸς κίνησιν, τοῖς μὲν ἀγγέλοις πρὸς τὸ νοεῖν καὶ ἐκτὸς προφορικοῦ λόγου μεταδιδόναι ἀλλήλοις τὰ νοήματα, τοῖς δὲ ἀνθρώποις πρὸς τὸ νοεῖν καὶ λογίζεσθαι καὶ διὰ προφορικοῦ λόγου διαδιδόναι ἀλλήλοις τὰ ἐν καρδίᾳ νοήματα, τοῖς δὲ ἀλόγοις τὴν ζωτικὴν καὶ αἰσθητικὴν καὶ ἀναπνευστικὴν κίνησιν, τοῖς δὲ φυτοῖς τὴν θρεπτικὴν καὶ αὐξητικὴν καὶ γεννητικὴν δύναμιν, τοῖς δὲ λίθοις τὴν τοῦ θερμαίνεσθαι καὶ τοῦ ψύχεσθαι καὶ τὴν ἀπὸ τόπου εἰς τόπον ἑτεροκίνητον μετάβασιν ἤγουν τὴν ἄψυχον. Ταύτην ἐκάλεσαν φύσιν ἤγουν τὰ εἰδικώτατα εἴδη, οἷον ἄγγελον, ἄνθρωπον, ἵππον καὶ τὰ τοιαῦτα, ὡς καθολικώτερα καὶ περιεκτικὰ τῶν ὑποστάσεων καὶ ἐν ἑκάστῃ τῶν ὑπ' αὐτῶν περιεχομένων ὑποστάσεων ὁμοίως καὶ ἀπαραλείπτως ὑπάρχοντα. Ὥστε τὸ μὲν μερικώτερον ἐκάλεσαν ὑπόστασιν, τὸ δὲ καθολικώτερον καὶ περιέχον τὰς ὑποστάσεις ἐκάλεσαν φύσιν, τὴν δὲ ἁπλῶς ὕπαρξιν