1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

12

ὑποκάτω ὡς περιέχον αὐτά. Τό τε γὰρ ὑπὸ γένους περιεχόμενον εἶδός ἐστι, καὶ τὸ περιέχον τὰ ἄτομα τουτέστιν ὑποστάσεις εἶδός ἐστι. Τοῦτο οὖν ἐστι τὸ εἰδικώτατον εἶδος τὸ προσεχῶς ἐπάνω τῶν ἀτόμων ὑπάρχον· ὃ καὶ ὁριζόμενοί φασι· Εἶδός ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον. Ὁμοίως καὶ ὁ ἵππος καὶ ὁ κύων καὶ τὰ τοιαῦτα εἴδη εἰσὶν εἰδικώτατα. Τὰ δὲ μεταξὺ τοῦ γενικωτάτου γένους καὶ τῶν εἰδικωτάτων εἰδῶν γένη εἰσὶν ὑπάλληλα καὶ εἴδη, εἴδη μὲν τῶν ἐπάνω γένη δὲ τῶν ὑποκάτω. Καὶ αὗταί εἰσιν αἱ οὐσιώδεις καὶ φυσικαὶ διαφοραὶ καὶ ποιότητες, αἵτινες λέγονται διαιρετικαὶ καὶ συστατικαί, διαιρετικαὶ μὲν τῶν ἐπάνω συστατικαὶ δὲ τῶν ὑποκάτω· τὸ γὰρ σῶμα καὶ τὸ ἀσώματον διαιροῦσι τὴν οὐσίαν, ὁμοίως τὸ ἔμψυχον καὶ τὸ ἄψυχον διαιροῦσι τὸ σῶμα, ὁμοίως τὸ αἰσθητικὸν καὶ τὸ ἀναίσθητον διαιροῦσι τὸ ἔμψυχον. Αὗται οὖν συνιστῶσι τὸ ζῷον. Λαμβάνω γὰρ οὐσίαν ἔμψυχον αἰσθητικὴν καὶ ποιῶ τὸ ζῷον· ζῷον γάρ ἐστιν οὐσία ἔμψυχος αἰσθητική. Λαμβάνω πάλιν οὐσίαν ἄψυχον ἀναίσθητον καὶ ποιῶ τὸν λίθον. Πάλιν λαμβάνω οὐσίαν ἔμψυχον ἀναίσθητον καὶ ποιῶ φυτόν. Πάλιν τὸ λογικὸν καὶ τὸ ἄλογον τὸ ζῷον διαιροῦσι, τὸ θνητὸν καὶ ἀθάνατον διαιροῦσι τὸ λογικόν, τὸ χερσαῖον καὶ τὸ ἔνυδρον διαιροῦσι τὸ ἄλογον. Λαμβάνω τὸ ζῷον γένος ὂν τούτων καὶ τὸ λογικὸν καὶ τὸ θνητὸν καὶ συνιστῶ τὸν ἄνθρωπον· ἄνθρωπος γάρ ἐστι ζῷον λογικὸν θνητόν. Καὶ λαμβάνω τὸ ζῷον καὶ τὸ ἄλογον καὶ τὸ θνητὸν καὶ τὸ χερσαῖον καὶ συνιστῶ ἵππον, κύνα καὶ τὰ τοιαῦτα. Καὶ λαμβάνω τὸ ζῷον καὶ τὸ ἄλογον καὶ τὸ θνητὸν καὶ τὸ ἔνυδρον καὶ συνιστῶ ἰχθύν. ∆ιαφοραὶ δὲ λέγονται οὐσιώδεις καὶ φυσικαί, ὅτι αὗται ποιοῦσι διαφέρειν εἶδος ἄλλου εἴδους καὶ φύσιν καὶ οὐσίαν ἑτέρας οὐσίας καὶ φύσεως. 11 Περὶ ἀτόμου. Τὸ ἄτομον τετραχῶς λέγεται. Ἄτομον γάρ ἐστι τὸ μὴ τεμνόμενον μηδὲ μεριζόμενον, ὡς ἡ στιγμὴ καὶ τὸ νῦν καὶ ἡ μονάς, ἅτινα καὶ ἄποσα λέγονται. Ἄτομον λέγεται καὶ τὸ δύστμητον τουτέστι τὸ δυσχερῶς τεμνόμενον ὡς ὁ ἀδάμας λίθος καὶ τὰ τοιαῦτα. Ἄτομον λέγεται καὶ τὸ εἶδος, ὅπερ οὐκέτι εἰς ἕτερα εἴδη τέμνεται ἤτοι τὸ εἰδικώτατον εἶδος ὡς ἄνθρωπος, ἵππος καὶ τὰ τοιαῦτα. Ἄτομον δὲ κυρίως λέγεται, ὅπερ τέμνεται μέν, οὐ σῴζει δὲ μετὰ τὴν τομὴν τὸ πρῶτον εἶδος, ὥσπερ Πέτρος τέμνεται εἰς ψυχὴν καὶ σῶμα, ἀλλ' οὔτε ἡ ψυχὴ καθ' αὑτήν ἐστι τέλειος ἄνθρωπος ἢ Πέτρος τέλειος οὔτε τὸ σῶμα. Περὶ τούτου τοῦ ἀτόμου παρὰ τοῖς φιλοσόφοις ὁ λόγος, ὅπερ ἐπὶ τῆς οὐσίας δηλοῖ τὴν ὑπόστασιν. 12 Περὶ διαφορᾶς. ∆ιαφορὰ καὶ ποιότης καὶ ἰδίωμα κατὰ μὲν τὸ ὑποκείμενον ἕν εἰσιν, κατὰ δὲ τὴν ἐνέργειαν ἕτερον καὶ ἕτερον· ἡ γὰρ λογικότης λέγεται καὶ ποιότης τοῦ ἀνθρώπου καὶ ἰδίωμα καὶ διαφορά, ἀλλὰ καθ' ἕτερον καὶ ἕτερον τρόπον. Ὡς μὲν γὰρ ποιοῦσα καὶ οἱονεὶ μορφοῦσα τὴν οὐσίαν λέγεται ποιότης, εἶτα ὡς ἰδία γενομένη ταύτης τῆς οὐσίας λέγεται ἰδίωμα. Ἐν δὲ τῇ πρὸς τὸ ἄλογον συγκρίσει, βοῦν τυχὸν ἢ ἡμίονον ἢ κύνα, λέγεται διαφορά· ἐν αὐτῇ γὰρ ἄνθρωπος τῶν ἀλόγων διαφέρει. Αὕτη δὲ τριχῶς λέγεται, κοινῶς τε καὶ ἰδίως καὶ ἰδιαίτατα. Ἀδύνατον γὰρ μὴ διαφέρειν ἀλλήλων δύο τινὰ κατά τι. Ἄλλοις οὖν διαφέρει εἶδος εἴδους, καὶ ἄλλοις ὑπόστασις τῆς ὁμοειδοῦς καὶ ὁμοουσίου ὑποστάσεως καὶ ἄλλοις ὑπόστασις ἑαυτῆς. ∆ιαφέρει μὲν γὰρ τὸ εἶδος τοῦ ἀνθρώπου τοῦ εἴδους τοῦ ἵππου κατὰ τὸ λογικὸν καὶ ἄλογον. Καὶ λέγεται τὸ λογικὸν καὶ ἄλογον οὐσιώδης διαφορά. Ὁμοίως καὶ πάντα, οἷς διαφέρει εἶδος εἴδους, φυσικὴ καὶ οὐσιώδης καὶ συστατικὴ διαφορὰ καὶ ποιότης λέγεται καὶ φυσικὸν ἰδίωμα, ὅπερ παντὶ τῷ εἴδει ἐνυπάρχει ἀπαραλλάκτως, ἥτις καλεῖται παρὰ τοῖς φιλοσόφοις ἰδιαίτατα διαφορὰ ὡς οἰκειοτέρα καὶ τῆς φύσεως παραστατική. Πάλιν διαφέρει ἄνθρωπος ἀνθρώπου ἢ ἵππος ἵππου ἢ κύων κυνός, τουτέστιν ἄτομον ὁμοειδοῦς ἀτόμου, καθὸ ὁ μέν ἐστι μακρὸς ὁ δὲ κολοβός, ὁ μὲν παλαιὸς ὁ δὲ νέος, ὁ μὲν σιμὸς ὁ δὲ γρυπός, ὁ μὲν φρόνιμος ὁ ἕτερος μωρός. Ταῦτα πάντα ἐπουσιώδεις διαφοραὶ καὶ ποιότητες λέγονται, ὅπερ ἐστὶ τὸ συμβεβηκός, περὶ οὗ ἀκολούθως ἐροῦμεν. 13 Περὶ συμβεβηκότος. Συμβεβηκός ἐστιν, ὃ γίνεται καὶ