1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

19

ὡς ἡ κλίνη ἐν τῇ τῶν ἀνθρώπων ἀναπαύσει· διὰ τὴν ἀνάπαυσιν γὰρ τῶν ἀνθρώπων γίνεται κλίνη· ιαʹ ὡς ἐν ὑποκειμένῳ ὡς λευκὸν ἐν σώματι. Ἰστέον, ὅτι μέρη ὅλου λέγονται, ὅλον δὲ μερῶν οὐδαμῶς, ἀλλ' ὅλον ἐν μέρεσι. 40 Περὶ οὐσίας. Οὐσία ἐστὶ πρᾶγμα αὐθύπαρκτον μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν· καὶ πάλιν οὐσία ἐστὶ πᾶν, ὅτιπερ αὐθυπόστατόν ἐστι καὶ μὴ ἐν ἑτέρῳ ἔχει τὸ εἶναι ἤγουν τὸ μὴ δι' ἄλλο ὂν μηδὲ ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν μηδὲ δεόμενον ἑτέρου πρὸς σύστασιν, ἀλλ' ἐν αὑτῷ ὄν, ἐν ᾧ καὶ τὸ συμβεβηκὸς ἔχει τὴν ὕπαρξιν· τὸ γὰρ χρῶμα διὰ τὸ σῶμα γέγονεν, ἵνα χρῴζῃ αὐτό, καὶ οὐ τὸ σῶμα διὰ τὸ χρῶμα. Καὶ τὸ χρῶμα ἐν τῷ σώματι ὑπάρχει καὶ οὐ τὸ σῶμα ἐν τῷ χρώματι· ὅθεν καὶ τὸ χρῶμα τοῦ σώματος λέγεται καὶ οὐ τὸ σῶμα τοῦ χρώματος. Πολλάκις τοιγαροῦν ἀλλασσομένου τοῦ χρώματος καὶ μεταβαλλομένου ἡ οὐσία οὐ μεταβάλλεται ἤγουν τὸ σῶμα, ἀλλὰ μένει τὸ αὐτό. Λέγεται δὲ οὐσία παρὰ τὸ εἶναι. 41 Περὶ φύσεως. Φύσις ἐστὶν ἀρχὴ τῆς ἑκάστου τῶν ὄντων κινήσεώς τε καὶ ἠρεμίας, οἷον ἡ γῆ κινεῖται μὲν κατὰ τὸ βλαστάνειν, ἠρεμεῖ δὲ κατὰ τὴν ἐκ τόπου εἰς τόπον μετάβασιν· οὐ γὰρ κινεῖται ἀπὸ τόπου εἰς τόπον. Ἡ οὖν ἀρχὴ καὶ ἡ αἰτία τῆς κινήσεώς τε καὶ τῆς ἠρεμίας αὐτῆς, καθ' ἣν πέφυκεν οὕτω κινεῖσθαι καὶ ἠρεμεῖν οὐσιωδῶς ἤγουν φυσικῶς καὶ οὐ κατὰ συμβεβηκός, φύσις λέγεται παρὰ τὸ τοιῶσδε πεφυκέναι τε καὶ ὑπάρχειν. Αὕτη δὲ οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ οὐσία· ἐκ γὰρ τῆς οὐσίας ἔχει τὴν τοιαύτην δύναμιν ἤγουν τὴν κίνησιν καὶ ἠρεμίαν. Καὶ ἡ οὐσία ἐστὶν ἡ αἰτία τῆς κινήσεως αὐτῆς καὶ ἠρεμίας. Λέγεται δὲ φύσις παρὰ τὸ πεφυκέναι. 42 Περὶ μορφῆς. Μορφή ἐστιν ὑπὸ τῶν οὐσιωδῶν διαφορῶν οἱονεὶ μορφωθεῖσα καὶ εἰδοποιηθεῖσα οὐσία, ἥτις σημαίνει τὸ εἰδικώτατον εἶδος· οἷον ἡ οὐσία μορφωθεῖσα καὶ εἰδοποιηθεῖσα ὑπὸ τοῦ σώματος τοῦ ἐμψύχου καὶ αἰσθητικοῦ καὶ ἀποτελέσασα τὸ ζῷον, πάλιν τε προσλαβοῦσα τὸ λογικὸν καὶ τὸ θνητὸν ἀποτελεῖ τὸ τοῦ ἀνθρώπου εἶδος. Ὅπερ εἰδικώτατον εἶδος μορφὴ λέγεται οἷον οὐσία μεμορφωμένη. Οἱ οὖν ἅγιοι πατέρες ἐπὶ τοῦ εἰδικωτάτου εἴδους τάσσουσι τὸ τῆς οὐσίας καὶ φύσεως καὶ μορφῆς ὄνομα καὶ ταὐτὸν λέγουσιν οὐσίαν καὶ φύσιν καὶ μορφὴν τὸ εἰδικώτατον εἶδος· καὶ ὁμοούσια καὶ ὁμοφυῆ καὶ ὁμογενῆ καὶ σύμμορφα λέγουσι τὰ ὑπὸ τὸ αὐτὸ εἰδικώτατον εἶδος ἄτομα. Ἑτεροούσια δὲ καὶ ἑτεροφυῆ καὶ ἑτεροειδῆ καὶ ἑτερογενῆ καὶ ἑτερόμορφα τὰ εἰδικώτατα εἴδη λέγουσιν. Οὐ δυνατὸν γὰρ εἶδος ἄλλῳ εἴδει ἢ φύσιν ἄλλῃ φύσει ἢ οὐσίαν ἄλλῃ οὐσίᾳ μὴ εἶναι ἑτεροούσιον καὶ ἑτεροφυῆ καὶ ἑτερόμορφον. Χρὴ γινώσκειν, ὡς ἀδύνατόν ἐστιν ἐκ δύο οὐσιῶν ἤγουν φύσεων μίαν φύσιν σύνθετον γενέσθαι· ἀδύνατον γὰρ ἐν τῷ αὐτῷ ἅμα τὰς ἀντιδιῃ ρημένας συστατικῶς ὑπάρξαι διαφοράς. Ὑπόστασιν δὲ μίαν σύνθετον ἐκ διαφόρων φύσεων δυνατὸν γενέσθαι, ὡς ὁ ἄνθρωπος ἐκ ψυχῆς ἐστι συντεθειμένος καὶ σώματος· εἰ γὰρ καὶ λέγεται μία φύσις τῶν ἀνθρώπων, ἀλλ' οὐ μιᾶς φύσεως ὁ ἄνθρωπος λέγεται ὁ καθέκαστα. Μία μὲν γὰρ φύσις τῶν ἀνθρώπων σύνθετος λέγεται, διότι ὑφ' ἓν εἶδος πᾶσαι αἱ τῶν ἀνθρώπων τελοῦσι σύνθετοι ὑποστάσεις. Μιᾶς δὲ φύσεως ὁ καθέκαστα ἄνθρωπος οὐ λέγεται, διότι ἑκάστη τῶν ἀνθρώπων ὑπόστασις ἐκ δύο συνέστηκε φύσεων, ἐκ ψυχῆς λέγω καὶ σώματος, καὶ ἀσυγχύτους ταύτας ἐν ἑαυτῇ φυλάττει· καὶ μάρτυς ἡ ἐκ τοῦ θανάτου γινομένη διαίρεσις. 43 Περὶ ὑποστάσεως. Τὸ τῆς ὑποστάσεως ὄνομα δύο σημαίνει· ποτὲ μὲν τὴν ἁπλῶς ὕπαρξιν, καθὸ σημαινόμενον ταὐτόν ἐστιν οὐσία καὶ ὑπόστασις, ὅθεν τινὲς τῶν ἁγίων πατέρων εἶπον αὐτὰς φύσεις ἤγουν τὰς ὑποστάσεις· ποτὲ δὲ τὴν καθ' αὑτὸ καὶ ἰδιοσύστατον ὕπαρξιν, καθ' ὃ σημαινόμενον τὸ ἄτομον δηλοῖ τῷ ἀριθμῷ διαφέρον ἤγουν τὸν Πέτρον, τὸν Παῦλον, τὸν τινὰ ἵππον. Χρὴ γὰρ γινώσκειν, ὡς οὔτε οὐσία ἀνείδεος ὑφέστηκε καθ' ἑαυτὴν οὐδὲ διαφορὰ οὐσιώδης οὔτε εἶδος οὔτε συμβεβηκός, ἀλλὰ μόναι αἱ ὑποστάσεις ἤτοι τὰ ἄτομα καὶ ἐν αὐτοῖς αἵ τε οὐσίαι καὶ αἱ οὐσιώδεις διαφοραί, τά τε εἴδη καὶ τὰ συμβεβηκότα θεωροῦνται. Καὶ ἡ μὲν ἁπλῆ οὐσία ἐν πάσαις ταῖς ὑποστάσεσιν ὡσαύτως θεωρεῖται, ἔν τε ταῖς ἀψύχοις καὶ