1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

8

ἐξ ἀληθινοῦ αἰτίου τοῦ ἀνθρώπου λέγεται, τὰ δὲ ὡς ἀπό τινος ἐξῃρημένου ὡς ἰατρικὸν σμιλίον καὶ τὰ τοιαῦτα. Καὶ αὕτη μέν ἐστιν ἡ καθόλου διαίρεσις, καθ' ἣν διαιρεῖται πᾶν διαιρούμενον, ἢ ὡς γένος εἰς εἴδη ἢ ὡς εἶδος εἰς ἄτομα ἢ ὡς ὅλον εἰς μέρη ἢ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα ἢ ὡς οὐσία εἰς συμβεβηκότα ἢ ὡς συμβεβηκὸς εἰς οὐσίας ἢ ὡς συμβεβηκὸς εἰς συμβεβηκότα ἢ ὡς τὰ ἀφ' ἑνὸς καὶ πρὸς ἕν. Τινὲς δὲ ἀπαγορεύουσι τὴν ἀπὸ εἴδους εἰς ἄτομα διαίρεσιν μᾶλλον ἀπαρίθμησιν φάσκοντες· πᾶσα γὰρ διαίρεσις εἰς δύο ἢ τρία ἢ σπανίως πάνυ εἰς τέσσαρα γίνεται. Τὸ δὲ εἶδος εἰς ἄπειρα τῷ πλήθει διαιρεῖται· ἄπειροι γὰρ τῷ πλήθει οἱ κατὰ μέρος ἄνθρωποι. ∆εῖ δὲ γινώσκειν, ὡς οὐδὲ ἑνὶ τρόπῳ τῆς διαιρέσεως θεωρεῖται ἐν τοῖς τμήμασι τὸ φύσει πρότερον καὶ ὕστερον οὐδὲ τὸ μᾶλλον καὶ ἧττον. Ἐν δὲ τοῖς ὡς ἀφ' ἑνὸς καὶ πρὸς ἓν διαιρουμένοις καὶ τὸ φύσει πρότερον καὶ ὕστερον θεωρεῖται καὶ τὸ μᾶλλον καὶ ἧττον καὶ ἐξ οὗ ἡ ὀνομασία. 7 Περὶ τοῦ φύσει προτέρου. Φύσει οὖν πρότερόν ἐστι τὸ συνεισφερόμενον καὶ μὴ συνεισφέρον καὶ συναναιροῦν καὶ μὴ συναναιρούμενον, οἷον τὸ ζῷον φύσει πρότερόν ἐστι τοῦ ἀνθρώπου. Ἀναιρουμένου γὰρ καὶ μὴ ὄντος ζῴου ἐξ ἀνάγκης οὐδὲ ἄνθρωπος ἔσται· ζῷον γάρ ἐστιν ὁ ἄνθρωπος. Ἀνθρώπου δὲ ἀναιρουμένου καὶ μὴ ὄντος δυνατὸν εἶναι ζῷον· ἔσται γὰρ ἵππος, κύων καὶ τὰ τοιαῦτα, ἅτινά εἰσι ζῷα. Πάλιν εἰσφερομένου ἀνθρώπου πάντως καὶ ζῷον εἰσφέρεται· ζῷον γάρ ἐστιν ὁ ἄνθρωπος. Ζῴου δὲ εἰσφερομένου οὐ πάντως εἰσφέρεται ἄνθρωπος ἀλλ' ἢ ἵππος ἢ κύων ἤ τι τῶν τοιούτων. Οὔτε οὖν ὁ Πέτρος ἐστὶ φύσει πρότερος τοῦ Παύλου οὔτε τὸ λογικὸν ζῷον τοῦ ἀλόγου. Πέτρου γὰρ ἀναιρουμένου καὶ μὴ ὄντος ἔσται Παῦλος· καὶ Παύλου εἰσφερομένου οὐ συνεισφέρεται Πέτρος, οὔτε Πέτρου εἰσφερομένου συνεισφέρεται Παῦλος, καὶ οὔτε Πέτρος ἐστὶ μᾶλλον ἤγουν πλέον τοῦ Παύλου ἄνθρωπος ἢ ζῷον οὔτε Παῦλος τοῦ Πέτρου μᾶλλον. Εὑρίσκεται δὲ φάρμακον ὑγιεινότερον φαρμάκου καὶ βιβλίον ἰατρικώτερον βιβλίου ἄλλου. 8 Περὶ ὁρισμοῦ. Ὁρισμός ἐστι λόγος σύντομος δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος τουτέστιν ὁ λόγος ὁ δι' ὀλίγου σημαίνων τὴν φύσιν τοῦ ὑποκειμένου πράγματος, οἷον ἄνθρωπός ἐστι ζῷον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. Πολλοὶ μὲν γὰρ ἐξέθεντο περὶ φύσεως ἀνθρώπου λόγους κατεπεκτάδην ἤγουν ἐκτεταμένους καὶ μεγάλους, ἀλλ' οὔκ εἰσιν ὁρισμοί, διότι οὔκ εἰσι σύντομοι. Εἰσὶ δὲ καὶ σύντομοι λόγοι ὡς τὰ ἀποφθέγματα, ἀλλ' ἐπειδὴ οὐ δηλοῦσι φύσιν πράγματος, οὔκ εἰσιν ὁρισμοί. Καὶ τὸ ὄνομα δὲ πολλάκις δηλοῖ τὴν φύσιν τοῦ ὑποκειμένου πράγματος, ἀλλ' οὐκ ἔστιν ὁρισμός· τὸ μὲν γὰρ ὄνομα μία λέξις ἐστίν, ὁ δὲ ὁρισμὸς λόγος. Λόγος δὲ ἐκ δύο τὸ ἐλάχιστον σύγκειται λέξεων. Ἔστιν οὖν ὁ μὲν ὅρος ὄνομα ἐξηπλωμένον, ὄνομα δὲ ὅρος κατὰ σύνοψιν. Συνίσταται δὲ ὁ ὁρισμὸς ἐκ γένους καὶ συστατικῶν διαφορῶν ἤγουν οὐσιωδῶν, ὡς ἐπὶ τοῦ ὅρου τοῦ ζῴου· ζῷον γάρ ἐστιν οὐσία ἔμψυχος αἰσθητική. Ἰδοὺ ἡ μὲν οὐσία γένος ἐστί, τὸ δὲ ἔμψυχον καὶ αἰσθητικὸν συστα τικαὶ διαφοραί. Λαμβάνεται δὲ καὶ ἐξ ὕλης καὶ εἴδους, οἷον ἀνδριάς ἐστιν ἐκ χαλκοῦ πεποιημένος, ἀνδρὸς εἶδος σημαίνων· ὁ μὲν οὖν χαλκὸς ὕλη ἐστί, τὸ δὲ τοῦ ἀνδρὸς εἶδος εἶδος. Ἀναλογεῖ δὲ ἡ μὲν ὕλη τῷ γένει, τὸ δὲ εἶδος τῇ διαφορᾷ. Λαμβάνεται δὲ καὶ ἐξ ὑποκειμένου καὶ τέλους, οἷον ἰατρική ἐστι τέχνη περὶ ἀνθρώπεια σώματα καταγινομένη ὑγιείας περιποιητική. Ἰδοὺ ὑποκείμενά εἰσι τῇ ἰατρικῇ τὰ ἀνθρώπεια σώματα, τέλος δὲ αὐτῆς ἡ ὑγίεια. Ἡ δὲ ὑπογραφὴ ἐκ τῶν ἐπουσιωδῶν σύγκειται ἤγουν ἰδίων καὶ συμβεβηκότων, οἷον ἄνθρωπός ἐστι γελαστικόν, ὀρθοπεριπατητικόν, πλατυώνυχον· ταῦτα γὰρ ὅλα ἐπουσιώδη εἰσί. ∆ιὸ καὶ ὑπογραφὴ λέγεται, ὡς οἷον σκιάζουσα καὶ οὐ τὴν οὐσιώδη ὕπαρξιν τοῦ ὑποκειμένου δηλοῦσα ἀλλὰ τὰ παρεπόμενα. Ὁ δὲ ὑπογραφικὸς ὁρισμὸς μικτός ἐστιν ἐξ οὐσιωδῶν καὶ ἐπουσιωδῶν, οἷον ἄνθρωπός ἐστι ζῷον λογικόν, ὀρθοπεριπατητικόν, πλατυώνυχον. Εἴρηται δὲ ὁρισμὸς ἀπὸ μεταφορᾶς τῶν τῆς γῆς ὁροθεσίων· ὥσπερ