1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

9

γὰρ τὸ ὁροθέσιον χωρίζει τὸ ἴδιον ἑκάστου ἀπὸ τοῦ ἀλλοτρίου, οὕτω καὶ ὁ ὁρισμὸς τὴν φύσιν ἑκάστου χωρίζει ἀπὸ τῆς τοῦ ἑτέρου φύσεως. Ὑγίεια δὲ ὁρισμοῦ ἐστι τὸ μὴ ἐλλείπειν μήτε πλεονάζειν ταῖς λέξεσι, κακία δὲ τό τε ἐλλείπειν καὶ τὸ πλεονάζειν ταῖς λέξεσι. Τέλειος δὲ ὁρισμός ἐστιν ὁ ἀντιστρέφων πρὸς τὸ ὁριστόν, ἀτελὴς δὲ ὁ μὴ ἀντιστρέφων. Οὔτε οὖν ὁ ἐλλείπων ταῖς λέξεσιν ἀντιστρέφει οὔτε ὁ πλεονάζων. Ὅτε μὲν γὰρ πλεονάσει ταῖς λέξεσι, λείπει τοῖς πράγμασιν· ὅτε δὲ λείψει ταῖς λέξεσι, πλεονάζει τοῖς πράγμασιν. Ὥστε λέγειν· θαυμαστὸν ἐφεῦρεν ἡ φύσις μηχάνημα, ἔνδειαν πλουτοῦσαν καὶ πλοῦτον ὑποκρινόμενον ἔνδειαν. Οἷον ὁ τέλειος ὁρισμὸς τοῦ ἀνθρώπου «ζῷον λογικὸν θνητόν». Ἰδοὺ ἀντιστρέφει· πᾶν γὰρ ζῷον λογικὸν θνητὸν ἄνθρωπός ἐστι, καὶ πᾶς ἄνθρωπος ζῷόν ἐστι λογικὸν θνητόν. Ἐὰν οὖν λείψῃ μιᾷ λέξει, πλεονάζει τοῖς πράγμασιν, οἷον ζῷον λογικόν. Ἰδοὺ ἔλειψε τῇ λέξει, οὐ γὰρ εἶπον «θνητόν», καὶ ἐπλεόνασε τοῖς πράγμασιν, οὐ γὰρ μόνος ἄνθρωπος ζῷον λογικὸν ἀλλὰ καὶ ἄγγελος, καὶ οὐκ ἀντιστρέφει. Ἐὰν δὲ εἴπω «ζῷον λογικόν, θνητόν, γραμματικόν», πάλιν οὐκ ἀντιστρέφει· ἐπλεόνασε γὰρ τῇ λέξει διὰ τοῦ εἰπεῖν «γραμματικόν», ἔλειψε δὲ τοῖς πράγμασιν. Οὐ πάντα γὰρ ἄνθρωπον ὡρίσατο, ἀλλ' ἦ μόνον τοὺς γραμματικούς. Πᾶν μὲν γὰρ ζῷον λογικόν, θνητόν, γραμματικὸν ἄνθρωπός ἐστιν, οὐ πᾶς δὲ ἄνθρωπος ζῷον λογικόν, θνητόν, γραμματικόν ἐστιν· οὐ γὰρ πᾶς ἄνθρωπος γραμματικός ἐστι. Τέλειοι οὖν ὁρισμοί εἰσιν οἱ ἀντιστρέφοντες πρὸς τὸ ὁριστόν. Ἀλλ' ἐπεὶ καὶ τὸ ἴδιον ἀντιστρέφει πρὸς τὸ οὗ ἐστιν ἴδιον-εἴ τι γὰρ ἄνθρωπος, τοῦτο γελαστικόν, καὶ εἴ τι γελαστικόν, τοῦτο ἄνθρωπος-, δεῖ ἡμᾶς προσδιορισαμένους εἰπεῖν, ὅτι τέλειοι ὁρισμοί εἰσιν οἱ ἐκ γένους καὶ συστατικῶν διαφορῶν παραλαμβανόμενοι καὶ μήτε ἐλλείποντες τῇ λέξει μήτε πλεονάζοντες καὶ ἀντιστρέφοντες πρὸς τὸ ὁριστόν. Ὡσαύτως δὲ καὶ οἱ λαμβανόμενοι ἐκ τοῦ συναμφοτέρου, τοῦ τε ὑποκειμένου καὶ τοῦ τέλους, τέλειοί εἰσι, καὶ οἱ ἐκ τοῦ συναμφοτέρου, τῆς τε ὕλης καὶ τοῦ εἴδους, ἔστι δὲ ὅτε καὶ οἱ ἐκ μόνου τοῦ ὑποκειμένου, ὅταν τὸ ὑποκείμενον ἐκεῖνο οὐχ ὑπόκειται ἑτέρᾳ τέχνῃ ὡς ἡ ὕελος τῇ ὑελοψικῇ, καὶ ἐκ τοῦ τέλους μόνου, ὅταν τὸ τέλος ἐκεῖνο οὐ δύναται τέλος εἶναι ἑτέρας τέχνης ὡς ἐπὶ τῆς ναυπηγικῆς. Ὥστε ἐκ πάντων τούτων δεῖ γνῶναι, ὅτι τελειότης ἐστὶν ὅρου τὸ ἀντιστρέφειν. ∆ιαφέρει δὲ ὁρισμὸς ὅρου τῷ καθολικωτέρῳ καὶ μερικωτέρῳ· ὁ γὰρ ὅρος καθολικώτερός ἐστι τοῦ ὁρισμοῦ. Ὁ μὲν γὰρ ὅρος δηλοῖ τὸ ὁροθέσιον, δηλοῖ δὲ καὶ τὴν ἀπόφασιν, ὥς φαμεν «ὥρισεν ὁ βασιλεύς», δηλοῖ καί, εἰς ὃν ἀναλύεται ἡ πρότασις, ὡς ἐν τοῖς ἑξῆς σὺν θεῷ μαθησόμεθα, δηλοῖ δὲ καὶ τὸν ὁρισμόν. Ὁ δὲ ὁρισμὸς μόνον δηλοῖ τὸν λόγον τὸν σύντομον, τὸν δηλωτικὸν τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος. ∆εῖ δὲ γινώσκειν, ὅτι ἐπὶ τῆς οὐσίας μόνης λαμβάνεται ὁρισμὸς καὶ τῶν εἰδῶν αὐτῆς. Οὔτε δὲ ἀτόμου οὔτε συμβεβηκότων δυνάμεθα ποιήσασθαι ὁρισμὸν ἀλλ' ὑπογραφήν, διὰ τὸ τὸν ὁρισμὸν ἐκ γένους καὶ συστατικῶν διαφορῶν συγκεῖσθαι, τὴν δὲ ὑπογραφὴν ἐξ ἐπουσιωδῶν. 9 Περὶ γένους. Ἰστέον, ὡς ἐπὶ τῶν ὁμωνύμων τρία δεῖ ζητεῖν. Ἐάν ἐστι τῶν ὁμωνύμων, καὶ πόσα σημαίνει καὶ περὶ ποίου αὐτῶν ἐστιν ὁ λόγος. ∆εῖ οὖν πρότερον εἰπεῖν, τί ἐστιν ὁμώνυμον. Ὁμώνυμα οὖν εἰσιν, ὅταν δύο ἢ καὶ πλείονα ἓν ἔχουσιν ὄνομα, ἕκαστον δὲ αὐτῶν ἄλλο τι σημαίνει καὶ ἄλλης οὐσίας ἐστὶν ἤγουν ἕτερον ὁρισμὸν δέχεται, ὡς καὶ νῦν ἐπὶ τοῦ γένους· τὸ γὰρ γένος τῶν ὁμωνύμων ἐστί. Λέγεται γὰρ γένος πρῶτον μὲν τὸ ἀπὸ τῆς πατρίδος καὶ τοῦ τεκόντος, καὶ ἕκαστον αὐτῶν διχῶς· ἢ προσεχῶς ἢ πόῤῥω. Ἀπὸ μὲν τῆς προσεχοῦς πατρίδος, ὡς λέγεταί τις Ἱεροσολυμίτης, ἀπὸ δὲ τῆς πόῤῥω Παλαιστινός. Ὁμοίως ἀπὸ τοῦ προσεχοῦς τεκόντος, ὡς ὅταν ὁ Ἀχιλλεὺς υἱὸς ὢν τοῦ Πηλέως λέγεται Πηλεΐδης, ἀπὸ δὲ τοῦ πόῤῥω, ὡς ὅταν ὁ αὐτὸς Ἀχιλλεὺς ἀπὸ τοῦ πάππου αὐτοῦ Αἰακοῦ Αἰακίδης· οὗτος γὰρ ἦν τοῦ Πηλέως πατήρ. Λέγεται πάλιν γένος ἡ ἑνὸς πρὸς πολλοὺς τοὺς ἐξ αὐτοῦ σχέσις, ὡς ὅταν πάντες οἱ ἔχοντες τὸ καταγώγιον ἐξ Ἰσραὴλ λέγονται Ἰσραηλῖται. Περὶ μὲν οὖν τῶν προειρημένων γενῶν