1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

26

καὶ ἀνόμοιον θεωρεῖται οὐ καθὸ ποσόν, ἀλλὰ καθὸ μετέχει ποιότητος. 53 Περὶ τοῦ ποιεῖν καὶ πάσχειν. Χρὴ γινώσκειν, ὅτι ἡ ποίησις καὶ ἡ πάθησις ἤγουν ἡ ποιητικὴ δύναμις καὶ ἡ παθητικὴ ὑπὸ τὴν ποιότητά εἰσι, τὸ δὲ ποιεῖν καὶ τὸ πάσχειν οὐσία τίς ἐστι τοιῶσδε ἐνεργοῦσα ἢ πάσχουσα. Ποιεῖν οὖν ἐστι τὸ ἐν ἑαυτῷ ἔχειν τὴν αἰτίαν τῆς ἐνεργείας, πάσχειν δὲ τὸ ἐν ἑαυτῷ καὶ ἐν ἄλλῳ ἔχειν τὴν αἰτίαν τοῦ πάσχειν ὡς ὁ δημιουργὸς καὶ τὸ δημιουργούμενον· ὁ μὲν γὰρ δημιουργὸς ἐν ἑαυτῷ ἔχει τὴν αἰτίαν τῆς δημιουργίας, τὸ δὲ δημιουργούμενον ἐν μὲν τῷ δημιουργῷ τὴν ἀρχὴν τῆς δημιουργίας, ἐν ἑαυτῷ δὲ τὴν ἐπιτηδειότητα τῆς παθήσεως. ∆ημιουργὸν δὲ ἐνταῦθα τὸν τεχνίτην λέγομεν οἷον τέκτονα, δημιουργούμενον δὲ τὴν ὕλην τὴν ὑποκειμένην τῷ τεχνίτῃ οἷον τὴν ξυλήν· αὕτη γὰρ ὑπόκειται τῷ τέκτονι. Τοῦ δὲ ποιεῖν καὶ τοῦ πάσχειν τὰ μὲν ἁπλῶς λέγονται ποιεῖν ὡς ἐπὶ τῶν ποιητικῶν τεχνῶν οἷον τεκτονικῆς, χαλκευτικῆς καὶ τῶν τοιούτων, ἐφ' ὧν καὶ μετὰ τὸ παύσασθαι τὸν ποιοῦντα διαμένει τὸ ποίημα· τοῦ γὰρ οἰκοδόμου παυσαμένου τοῦ οἰκοδομεῖν διαμένει τὸ οἰκοδομηθέν· -τὸ δὲ λέγεται πράττειν, ἐφ' ὧν οὐ διαμένει τὸ πραττόμενον παυσαμένου τοῦ πράττοντος· παυσαμένου γὰρ τοῦ αὐλητοῦ οὐ διαμένει ἀλλ' ἀπόλλυται ἡ αὔλησις· -τὸ δὲ λέγεται θεωρεῖν ὡς τὸ ἀστρονομεῖν, γεωμετρεῖν, νοεῖν καὶ τὰ τοιαῦτα, ἔτι καὶ τὰ θεωρούμενα εἴδη ἐν τοῖς ἀψύχοις οἷον πυρί, λίθῳ, ξύλῳ καὶ τοῖς τοιούτοις. Τὰ μὲν οὖν πρῶτα ἐπὶ τῶν λογικῶν εἰσι, τὸ δὲ ἔσχατον ἐπὶ τῶν ἀψύχων καὶ ἀλόγων· οὐ καθὸ γὰρ ἔμψυχον ποιεῖ ἀλλὰ καθὸ σῶμα πλησιάζον σώματι. ∆ύο δὲ ἔχει ἴδια· πρῶτον τὸ ἐπιδέχεσθαι ἐναντιότητα, τὸ γὰρ θερμαίνειν ἐναντίον ἐστὶ τοῦ ψύχειν· δεύτερον τὸ μᾶλλον καὶ ἧττον· ἐνδέχεται γὰρ μᾶλλον θερμαίνειν καὶ ἧττον ψύχειν, ὁμοίως καὶ θερμαίνεσθαι καὶ ψύχεσθαι. Ἐν πάσαις οὖν ταῖς κατηγορίαις θεωρεῖται τὸ ποιεῖν καὶ πάσχειν· ἐν μὲν τῇ οὐσίᾳ τὸ γεννᾶν καὶ γεννᾶσθαι, ἐν δὲ τῷ ποσῷ ἀριθμεῖν καὶ ἀριθμεῖσθαι, ἐν δὲ τοῖς πρός τι διπλασιάζειν καὶ διπλασιάζεσθαι, ἐν τῇ ποιότητι λευκαίνειν καὶ λευκαίνεσθαι, ἐν τῷ κεῖσθαι καθίζειν καὶ καθέ ζεσθαι, ἐν τῷ ἔχειν φορεῖν καὶ φορεῖσθαι, ἐν τῇ ποῦ περιέχειν καὶ περιέχεσθαι, καὶ ἐν τῇ ποτὲ περιέχεσθαι καὶ περιέχειν ἐν τῷ ἐνεστῶτι καὶ παρεληλυθότι καὶ μέλλοντι χρόνῳ. 54 Περὶ τοῦ κεῖσθαι. Κεῖσθαί ἐστι τὸ ἔχον θέσιν πως πρὸς ἕτερον οἷον τὸ σῶμα τὸ κείμενόν πως πρὸς τὴν τοιαύτην θέσιν ἢ πρὸς ἀνάκλισιν ἢ καθέδραν ἢ στάσιν. Εἴδη δὲ τοῦ κεῖσθαι τρία· τὸ ἵστασθαι, τὸ καθῆσθαι, τὸ ἀνακλίνεσθαι· τὸ μὲν γὰρ ὀρθὸν εἶναι τὸ ἵστασθαι ποιεῖ, τὸ δὲ κατὰ μέρος μὲν κεῖσθαι, κατὰ μέρος δὲ ἵστασθαι ποιεῖ τὸ καθῆσθαι, τὸ δὲ παντελῶς κεῖσθαι ποιεῖ τὸ ἀνακλίνεσθαι. Οὐ δηλοῖ δὲ τὸ κεῖσθαι οὐδὲ τὸ κείμενον οὐδὲ τὸν τόπον ἀλλὰ αὐτὴν τὴν θέσιν τοῦ κειμένου πρὸς τὸν τόπον. Τῶν δὲ κειμένων τὰ μὲν κατὰ φύσιν κεῖνται ὡς τὰ στοιχεῖα ἐν τοῖς οἰκείοις τόποις οἷον γῆ, ὕδωρ, ἀήρ, πῦρ καὶ τὰ τοιαῦτα, τὰ δὲ κατὰ θέσιν καὶ τέχνην ὡς ἀνδριάς, κίων καὶ τὰ τοιαῦτα. Λοιπὸν ἐπιδιαίρεσις ἡ λέγουσα, ὅτι τῶν κειμένων τὰ μὲν στάσιμα ὡς γῆ, τὰ δὲ κινούμενα ὡς τὰ οὐράνια σώματα. Ἔτι τῶν κειμένων τὰ μὲν δυνάμει κεῖνται ἤγουν τὰ δυνάμενα μετέρχεσθαι, τὰ δὲ ἐνεργείᾳ, ὡς ὅπου κεῖνται. 55 Περὶ τῆς ποῦ. Τὸ ποῦ τόπον σημαίνει· ἐρωτώμενοι γὰρ «ποῦ ἐστιν ὁ δεῖνα» φαμὲν «ἐν τῷ οἴκῳ, ἐν τῇ πόλει»· ταῦτα δὲ τόπον σημαίνουσιν. Εἴδη δὲ τῆς ποῦ κατηγορίας κατὰ τὰς διαφορὰς τῶν τόπων ἄνω, κάτω, δεξιά, ἀριστερά, ἔμπροσθεν, ὄπισθεν. 56 Περὶ τῆς ποτέ. Τὸ ποτὲ χρόνον δηλοῖ· ἐρωτώμενοι γὰρ «πότε ἐγένετο τόδε;» λέγομεν «πέρυσι, προπέρυσι», ἅτινα χρόνον σημαίνουσιν. Εἴδη δὲ τῆς ποτὲ κατηγορίας εἰσὶ τοσαῦτα, ὅσαι αἱ τοῦ χρόνου διαφοραί. Τρεῖς δέ εἰσιν αὗται· ἐνεστώς, παρῳχημένος, μέλλων. 57 Περὶ τοῦ ἔχειν. Τὸ ἔχειν ἐστὶν οὐσία περὶ οὐσίαν. ∆ηλοῖ δὲ τὸ περιέχειν ἢ περιέχεσθαι καὶ μὴ εἶναί τι μέρος τοῦ πράγματος. Καὶ περιέχει μὲν χιτών, ὅπλα καὶ τὰ τοιαῦτα, περιέχεται δὲ δακτύλιος καὶ εἴ τι ἕτερον τοιοῦτον σμικρόν. ∆εῖ δὲ καὶ τὸ περιέχον καὶ τὸ περιεχόμενον οὐσίας εἶναι· εἰ γὰρ τὸ μὲν οὐσία εἴη, τὸ δὲ συμβεβηκός, ὡς