1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

28

σημαινόμενον τοῦ δυνάμει, δύναται γὰρ καίειν, ἐνεργείᾳ δὲ οὐ καίει, πρῶτον δὲ σημαινόμενον τοῦ ἐνεργείᾳ· -πέμπτον ὡς ἡ τελικὴ ἐνέργεια ὡς ἡ ὅρασις ἡ ἤδη ὁρῶσα καὶ ἡ θερμότης ἡ ἤδη θερμαίνουσα. Στέρησις δὲ τῆς ἕξεως ἀποβολή. Ἀντίκειται οὖν τῷ μὲν πρώτῳ σημαινομένῳ τῆς ἕξεως ἡ στέρησις τοῦ ὅπλου ἤγουν τοῦ ἐνδύματος, -τῷ δὲ δευτέρῳ ἡ ἀποβολὴ τῶν ἐπεισάκτων ἕξεων, ὅτε τὸ θερμανθὲν ψυχρανθῇ· - τῷ τρίτῳ, ὅπερ οὐδὲ ὅλως πέφυκεν ἔχειν τὸ γένος, ὡς λέγομεν ἔχειν ἐπιτηδειότητα τὸ βρέφος πρὸς μουσικήν, τὴν δὲ συκῆν οὐδαμῶς. Ἐστέρηται οὖν ἡ συκῆ, ἐπειδὴ τὸ γένος τῶν φυτῶν οὐκ ἔχει ἐπιτηδειότητα δέξασθαι μουσικήν. Καὶ ὅπερ τὸ μὲν γένος ἔχει ἐπιτηδειότητα, τὶ δὲ τῶν εἰδῶν οὐκ ἔχει· τὸ γὰρ ζῷον ἔχει ἐπιτηδειότητα ὁρᾶν, ὁ δὲ ἀσπάλαξ εἶδος ὢν τοῦ ζῴου οὐκ ἔχει ἐπιτηδειότητα τοῦ ὁρᾶν· -τῷ δὲ τετάρτῳ ἡ ἀποβολὴ τῆς δυνάμεως τῆς καθ' ἕξιν· -τῷ δὲ πέμπτῳ ἡ ἀποβολὴ τῆς τελικῆς ἐνεργείας, ὅπερ ἀνωτέρω εἴρηκε τὴν κατὰ στέρησιν καὶ ἕξιν τῶν ἀντικειμένων ἀντίθεσιν ἤγουν τῆς δυνάμεως εἴτε τῆς ποιητικῆς εἴτε τῆς παθητικῆς· αὕτη δὲ χαρακτηρίζεται τοῖς τρισὶ τούτοις, ὅπερ πέφυκεν ἔχειν οὐδὲ ὅλως δὲ ἔχει, ἀλλὰ τελείως ἐστέρηται, καὶ ὅτε πέφυκεν ἔχειν, καὶ ἔνθα πέφυκεν ἔχειν. Οἷον τὸν λίθον οὐ λέγομεν εἶναι τυφλόν, οὐ πέφυκε γὰρ ἔχειν ἕξιν ὁράσεως· οὐδὲ τὸν ἀρτιγέννητον κύνα λέγομεν εἶναι τυφλὸν οὐδὲ τὸ ἀρτιγέννητον βρέφος νωδόν, ἐπειδὴ οὐ πεφύκασι κατ' ἐκεῖνον τὸν καιρὸν ἔχειν· οὐδὲ τὸν πόδα λέγομεν τυφλόν, οὐ γὰρ πέφυκε τὸ ζῷον ἐν τῷ ποδὶ ἔχειν τὴν ἕξιν τῆς ὁράσεως. Ὅτε οὖν κατὰ τὰ τρία ταῦτα πέφυκεν ἔχειν καὶ μὴ ἔχει, λέγεται στέρησις. 60 Περὶ προτέρου καὶ ὑστέρου. Τὸ δὲ πρότερον διαιρεῖται εἰς τέσσαρα σημαινόμενα. Καὶ κυριώτατόν ἐστι τὸ τῷ χρόνῳ πρότερον. Λέγεται δὲ κυρίως ἐπὶ μὲν ἐμψύχων τὸ πρεσβύτερον, ἐπὶ δὲ τῶν ἀψύχων τὸ παλαιότερον· καταχρηστικῶς δὲ καὶ ἀντ' ἀλλήλων λαμβάνονται. -δεύτερον δὲ τὸ φύσει πρότερον, ὅπερ συνεισφέρεται μέν, οὐ συνεισφέρει δέ, καὶ συναναιρεῖ καὶ οὐ συναναιρεῖται ὡς τὸ ζῷον πρότερον τοῦ ἀνθρώπου· ζῴου γὰρ μὴ ὄντος οὐδὲ ἄνθρωπος ἔσται, ζῷον γὰρ ὁ ἄνθρωπος. Ἀνθρώπου δὲ μὴ ὄντος ἔσται ζῷον, καὶ ὁ ἵππος γὰρ καὶ ὁ κύων ζῷά εἰσι· καὶ ἀνθρώπου ὄντος πάντως ἔσται ζῷον, ζῷον γὰρ ὁ ἄνθρωπος. Ζῴου δὲ ὄντος οὐ πάντως ἄνθρωπος ἀλλ' ἴσως ἵππος, κύων· καὶ ταῦτα γὰρ ζῷά εἰσι. -τρίτον τὸ κατὰ τάξιν, ὥσπερ φαμὲν πρῶτον τὸ ˉα, δεύτερον τὸ ˉβ, εἶτα τὰ συλλάβια, εἶτα αἱ ψῆφοι. -τέταρτον τὸ κατ' ἀξίαν, ὥς φαμεν· πρῶτον ἐπίσκοπος, εἶτα πρεσβύτερος. Ἐκβάλλουσι δὲ τοῦτον τὸν τρόπον τινές· ἐνδέχεται γὰρ τὸν πρῶτον κατὰ τάξιν ὕστερον εἶναι κατ' ἀξίαν. - πέμπτον, ὥς φαμεν τὸ αἴτιον καὶ αἰτιατόν, ὡς ὁ Σωκράτης πρότερος τῆς ἰδίας εἰκόνος· αὐτὸς γάρ ἐστιν αἴτιος τῆς ἰδίας εἰκόνος. Καὶ ὁ πατὴρ πρότερος καὶ μείζων τοῦ υἱοῦ· ὁ γὰρ πατήρ ἐστιν αἴτιος τοῦ υἱοῦ, ἐκ γὰρ τοῦ πατρὸς ὁ υἱὸς γεννᾶται. ∆ιὸ καὶ ὁ μακάριος Γρηγόριος κατὰ τοῦτο τὸ σημαινόμενον ἔλαβε τὸ ὑπὸ τοῦ κυρίου ἡμῶν ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ῥηθέν· «Ὁ πατήρ μου μείζων μού ἐστιν.» Ἄλλοι δὲ προστιθέασι τὸ κατ' ἐπίνοιαν, ὡς πρότερον τῶν θεμελίων τὸν τοῖχον. Τοῦτο δὲ ἀνάγεται ὑπὸ τὸν τέταρτον τρόπον, τὸν κατ' ἀξίαν· τὸ γὰρ τῇ ἐπινοίᾳ πρότερον, τοῦτο τῷ πράγματι ὕστερον. Ὁσαχῶς δὲ τὸ πρότερον, τοσαυταχῶς καὶ τὸ ὕστερον. Τὸ δὲ πρότερον καὶ τὸ ὕστερον καὶ τὸ μᾶλλον καὶ ἧττον οὔκ εἰσι τῶν ὁμωνύμων ἀλλὰ τῶν ἀφ' ἑνός. 61 Περὶ τοῦ ἅμα. Ἅμα λέγεται κυρίως μέν, ὧν ἡ γένεσις ἐν τῷ αὐτῷ χρόνῳ, οἷον δύο τινὲς ἐγεννήθησαν ἐν τῇ αὐτῇ ῥοπῇ. Οὗτος ὁ τρόπος ἀντίκειται τῷ πρώτῳ τρόπῳ τῶν σημαινομένων τοῦ προτέρου. ∆εύτερον σημαινόμενον τῶν ἅμα τὰ ἀλλήλοις συνυπάρχοντα καὶ μὴ ὄντα ἕτερον ἑτέρου αἴτιον ἢ αἰτιατὸν ὡς τὸ διπλάσιον καὶ τὸ ἥμισυ· ἅμα γὰρ συνυπάρχουσι καὶ συναναιροῦσιν ἄλληλα καὶ συνεισφέρουσιν. Οὗτος δὲ ὁ τρόπος ἀντίκειται τῷ δευτέρῳ καὶ τῷ πέμπτῳ τρόπῳ τοῦ προτέρου· ἐν μὲν γὰρ τῷ δευτέρῳ οὐ συνεισάγουσιν οὐδὲ συναναιροῦσιν ἄλληλα, ἐν δὲ τῷ πέμπτῳ τὸ μὲν αἴτιον, τὸ δὲ αἰτιατόν. Τρίτον σημαινόμενον τῶν ἅμα τὰ ἀντιδιῃρημένα εἴδη· ἀντιδιῃρημένα δὲ