1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

15

σπέρματα. ἐκεῖνοι μὲν οὖν οὐκ ἄλλως τῆς κατὰ θεὸν στέρονται καρποφορίας ἢ καθ' ἕνα τῶν λελεγμένων τρόπων. οἱ δὲ ἐναντίως ἐκείνοις διακείμενοι καθαρᾷ ψυχῇ καὶ προαιρέσει γνησίᾳ τὸν σωτήριον ὑποδεξάμενοι σπόρον, πάλιν κατὰ δύναμιν τῆς αὐτῶν ψυχῆς πολυπλασιάζουσι τοὺς ἑαυτῶν καρπούς. 15 αὐτίκα γὰρ Σαμαρεῖται ∆οσίθεον μετὰ τοὺς χρόνους τοῦ σωτῆρος γενόμενον αὐτὸν εἶναι τὸν ὑπὸ Μωσέως προφητευόμενον προφήτην ἐπείσθησαν, ἀπατηθέντες ὑπ' αὐτοῦ ὡς τὸν Χριστὸν αὐτὸν εἶναι ἀποφήνασθαι. ἄλλοι δὲ πάλιν κατὰ τοὺς χρόνους τῶν ἀποστόλων Σίμωνα τὸν μάγον τὴν μεγάλην τοῦ θεοῦ δύναμιν ἐκάλουν, αὐτὸν εἶναι νομίσαντες τὸν Χριστόν. καὶ κατὰ τὴν Φρυγίαν δὲ Μοντανὸν ἕτεροι, ἀλλαχοῦ δὲ πάλιν ἑτέρους ἄλλοι νενομίκασιν, καὶ οὐ παύσονταί γε οἱ ἀπατεῶνες. προσδοκᾶν γὰρ χρὴ καὶ πλείους τοιούτους ἔσεσθαι, ἐξ ὧν δὴ καὶ αὐτῶν ἡ ἀλήθεια τῶν σωτηρίων προγνώσεων τὴν μαρτυρίαν εἴληφεν. 16 Ματθαῖος ἀπόστολος τὸν πρότερον βίον οὐκ ἀπὸ σεμνῆς διατριβῆς ὡρμᾶτο, ἐκ δὲ τῶν ἀμφὶ τὰς τελωνίας καὶ πλεονεξίας σχολαζόντων, καὶ τοῦτο τῶν λοιπῶν εὐαγγελιστῶν οὐδεὶς δῆλον ἡμῖν ἐποίησεν, οὐχ ὁ συναπόστολος αὐτοῦ Ἰωάννης οὐδέ γε Λουκᾶς οὐδὲ Μάρκος, οἱ τῶν λοιπῶν εὐαγγελίων συγγραφεῖς, αὐτὸς δὲ ὁ Ματθαῖος τὸν ἑαυτοῦ στηλιτεύων βίον καὶ κατήγορος αὐτὸς ἑαυτοῦ γινόμενος. ἐπάκουσον γοῦν ὅπως διαρρήδην ὀνομαστὶ αὐτὸς ἑαυτοῦ μεμνημένος ἐν τῷ οἰκείῳ συγγράμματι τόνδ' ἱστορεῖ τὸν τρόπον «καὶ παράγων ἐκεῖθεν ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Ματθαῖον ὀνόματι, καὶ εἶπεν αὐτῷ· ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. καὶ ἐγένετο ἀνακειμένου αὐτοῦ ἐν τῇ οἰκίᾳ καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ». καὶ πάλιν προϊὼν ἑξῆς τόν τε κατάλογον τῶν λοιπῶν μαθητῶν ἐξαριθμούμενος αὐτὸς ἑαυτῷ τὸ τοῦ τελώνου προστίθησιν ὄνομα. λέγει δ' οὖν· «τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστι ταῦτα. πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης». οὕτως μὲν ὁ Ματθαῖος δι' ὑπερβολὴν ἐπιεικείας τὸ φιλάληθες ὑποφαίνων τοῦ ἰδίου τρόπου καὶ τελώνην ἑαυτὸν ἀποκαλεῖ, μὴ ἐπι κρύπτων τὸν πρότερον ἑαυτοῦ βίον, καὶ ἁμαρτωλοῖς ἑαυτὸν συναριθμεῖ καὶ τοῦ συναποστόλου δεύτερον ἑαυτὸν καταλέγει. συνεζευγμένος γοῦν τῷ Θωμᾷ ὡς Πέτρος Ἀνδρέᾳ καὶ Ἰάκωβος Ἰωάννῃ Φίλιππός τε καὶ Βαρθολομαίῳ προτάττει ἑαυτοῦ τὸν Θωμᾶν, προτιμῶν ὡς κρείττονα τὸν συναπόστολον, τῶν λοιπῶν εὐαγγελιστῶν τοὐναντίον πεποιηκότων. 17 εἰ γὰρ δὴ πλάττεσθαι αὐτοῖς ὁ σκοπὸς ἦν καὶ λόγοις ψευδέσι τὸν διδάσκαλον ἐπαίρειν καὶ θαύμασι κοσμεῖν, οὐκ ἄν ποτε αὐτοὶ καθ' ἑαυτῶν τὰ προειρημένα κατέγραφον οὐδ' ἂν ἐδήλουν τοῖς μετὰ ταῦτα ἀνθρώποις, ὅτι δὴ ὁ πρὸς αὐτῶν πρεσβευόμενος ἐλυπεῖτο καὶ ἠδημόνει καὶ τετάρακτο τὴν ψυχήν, ἢ ὅτι αὐτοὶ αὐτὸν ἀπολιπόντες ᾤχοντο ἢ ὅτι ὁ πάντων αὐτῶν προκεκριμένος ἀπόστολός τε καὶ μαθητὴς αὐτὸς ἐκεῖνος ὁ βοώμενος Πέτρος βασάνων ἐκτὸς καὶ ἀρχοντικῆς ἀπειλῆς τρίτον αὐτὸν ἐξωμόσατο.