1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

12

οὐδὲ τοῦ θεοῦ οἶκον βούλεται χρηματίζειν, ἀλλ' αὐτῶν εἶναί φησιν. ἔρημον δὲ αὐτὸν ἔσεσθαι θεσπίζει οὐκ ἄλλως ἢ ὑπὸ τῆς πρότερον ἐπισκοπούσης αὐτὸν προνοίας καταλειφθησόμενον, δι' ὃ εἶπεν· «ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος». καὶ δὴ θαυμάσαι ἔστι τοῦ λόγου τὸ ἀποτέλεσμα, ὅτι δὴ μηδ' ἄλλοτε πώποτε τοσαύτην ὑπέμεινεν ἐρημίαν ὁ τόπος οὐδ' ὅτε διὰ τὰς ὑπερβαλλούσας αὐτῶν δυσσεβείας καὶ εἰδωλολατρείας τάς τε κατὰ τῶν προφητῶν μιαιφονίας ὑπὸ Βαβυλωνίων ἥλω· ἑβδομηκονταετὴς γὰρ ὁ πᾶς τῆς ἐρημώσεως τοῦ τόπου χρόνος κατ' ἐκείνους ἐγενήθη. διὸ οὐκ ἂν κυρίως ἐλέχθη αὐτοῖς τότε τὸ «ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος». οὐ γὰρ ἀφείθη, ἔτυχε δὲ ἐπισκοπῆς μετ' οὐ πολὺν χρόνον, καθ' ὃν ἀνανεώσεως μείζονος ἢ κατὰ τὴν προτέραν ἠξιώθη, ὡς προειπεῖν τινα τῶν προφητῶν ὅτι δὴ «ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν προτέραν». μετὰ δὲ τὴν τοῦ σωτῆρος ἡμῶν φωνήν, ὅπως ἀφείθησαν ὅ τε οἶκος αὐτῶν διὰ τῆς τοῦ θεοῦ ἀποφάσεως εἰς ἔσχατον ἐρημίας ἤλασεν, τοῖς εἰς τοὺς τόπους ἀφικνουμένοις ἡ ὄψις αὐτὴ τοῦ λόγου μᾶλλον δείκνυσι τὸ ἀποτέλεσμα. καὶ ὁ χρόνος δὲ πολυετὴς γεγονὼς καὶ μακρός, ὡς μὴ μόνον διπλασίονα εἶναι τῆς ἑβδομηκονταετοῦς ἐρημίας τῆς ἐπὶ Βαβυλῶνι γεγενημένης, ἀλλὰ καὶ τετραπλασίονα ὑπερβαίνειν τὴν τοῦ σωτῆρος ἡμῶν ἀπόφασιν πιστοῦται. ὅτε δὲ πάλιν καὶ κατ' ἄλλον τινὰ χρόνον ὁ μὲν σωτὴρ ἀμφὶ τὸ εἰρημένον ἱερὸν ἐβάδιζεν, οἱ δ' αὐτοῦ μαθηταὶ τοῦ περιβόλου τὰς οἰκοδομὰς αὐτοῦ τοῦ τε τοῦ ἱεροῦ τὸ μέγεθος καὶ τὸ κάλλος ὑπερθαυμάζοντες ἐδείκνυον αὐτῷ, «ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· οὐ βλέπετε ταῦτα πάντα; λέγω ὑμῖν οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ καταλυθήσεται». καὶ ὅτι μὴν ἀξιοθέατα ἦν πάντα τὰ τῆς οἰκοδομῆς τά τε τῆς ἄλλης κατασκευῆς τοῦ αὐτόθι νεώ, δηλοῦσιν αἱ ἱστορίαι. δείγματος δὲ χάριν εἰσέτι δεῦρο λείψανά τινα πεφύλακται, δι' ὧν τὰ ἴχνη καταλαμβάνεται τῶν πάλαι κατασκευασμάτων. πάντων δὲ θαυμασιωτέρα τυγχάνει ἡ θεϊκὴ φωνὴ τῆς τοῦ σωτῆρος ἡμῶν προγνώσεως, ἣ καταλλήλως τοῖς τὰς οἰκοδομὰς ἐκπεπληγμένοις ἀπεφήνατο, ἐν οἷς ἐθαυμάζοντο πῶς οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον ἀκαθαίρετος. δεῖν γὰρ διὰ τὰ τολμηθησόμενα τοῖς οἰκήτορσι παντελῆ φθορὰν καὶ ἐρημίαν τὸν τόπον ὑπομεῖναι, ἅτε δὴ ἀσεβῶν ἀνδρῶν γενόμενον οἰκητήριον. ὅπως δὲ τὰ τῆς προρρήσεως εἰς ἔργα προκεχώρηκεν ὅ τε πᾶς νεὼς καὶ ὁ περίβολος τά τε ἐν αὐτῷ σεμνὰ καὶ περικαλλῆ ἱδρύματα πάντα λόγον καλύπτοντα ἐρημίαν ἐξ ἐκείνου καὶ εἰς δεῦρο ὑπέμεινεν αὔξει τε κατὰ χρόνους καὶ ἐπινέμεται ἡ τοῦ λόγου δύναμις, ὡς μηδὲ ἴχνος θεμελίων ἔν τισι φαίνεσθαι τόποις. ἔξεστι τῷ βουλομένῳ παραλαμβάνειν ὀφθαλμοῖς. εἰ δὲ φαίη τις μέρη τινὰ ἔτι συνεστάναι, ἀλλὰ καὶ τούτων χρὴ προσδοκᾶν τὸν ἀφανισμὸν ὁσημέραι τῆς ἐρημίας αὐξούσης καὶ τῆς εἰρημένης προρρήσεως ἀπορρήτῳ δυνάμει εἰς ἀεὶ ἐνεργούσης. οἶδα δέ τινων ἀκούσας ἑρμηνευσάντων τὴν προκειμένην φωνὴν ἑτέρως. μὴ γὰρ περὶ πάντων τῶν οἰκοδομημάτων εἰρῆσθαι ἀλλὰ περί τινος μέρους, ὃ δὴ οἱ μαθηταὶ αὐτοῦ θαυμάζοντες ἐπεδείκνυον αὐτῷ· κατ' ἐκείνου γὰρ ἐξενηνοχέναι αὐτὸν τὴν πρόρρησιν. πάλιν δὲ ἡ τῶν μαθητῶν περὶ αὐτοῦ γραφὴ ταῦτα διδάσκει ὑπὲρ τῶν τοῦ τόπου πολιορκητῶν . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . τὰ μὲν πρόσθεν περὶ τοῦ νεώ, τὰ δὲ προκείμενα περὶ τῆς πόλεως αὐτῆς ἐθεσπίζετο, ἣν «θεοῦ πόλιν» ὠνόμαζον οἱ Ἰουδαῖοι διὰ τὸν ἐν αὐτῇ τοῦ θεοῦ ἱδρυμένον νεών. ἀποκλαίεται δῆτα τὴν σύμπασαν πόλιν ὁ φιλάνθρωπος, οὐχ οὕτω τὰ οἰκοδομήματα οὐδὲ τοὔδαφος αὐτὸ ὡς τὰς ψυχὰς τῶν πάλαι οἰκητόρων καὶ τὴν ἀπώλειαν αὐτῶν ἐλεῶν, ἀλλὰ καὶ τὰ τῆς ἐρημίας αὐτῶν αἴτια παρίστησι λέγων, «εἰ ἔγνως καί γε σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ τὰ πρὸς εἰρήνην σοι». σημαίνει δὲ τὴν αὐτοῦ παρουσίαν ἐπ' εἰρήνῃ τοῦ σύμπαντος κόσμου γεγενημένην. αὐτὸς γὰρ ἦν περὶ οὗ εἴρηται «ἀνατελεῖ ἐν ταῖς