1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

6

σύμπασαν οἰκουμένην τῇ τοῦ μαρτυρουμένου δυνάμει τῆς πρὸς αὐτῶν κατηγγελμένης θεοσεβείας καταπλήσαντες. οἵδε γοῦν ἐπόπται γενόμενοι τῶν τότε πεπραγμένων τὴν αὐτοῖς ὀφθαλμοῖς καταληφθεῖσαν παλιγγενεσίαν ταῖς ἑαυτῶν παρέδωκαν μαρτυρίαις. οὐκ ἦν γὰρ αὐτοῖς ἄχρι λόγου καὶ φωνῆς ἀκουόμενα τὰ πραττόμενα, ἀλλ' ἤδη καὶ ἔργοις ἐθεωρεῖτο καὶ ἐψηλαφᾶτό γε ἀκριβῶς πρὸς τῶν ταῦτα μεμαρτυρηκότων. διὸ δὴ καὶ αὐτοψίᾳ καὶ ἀληθείᾳ τὸ ἐναργὲς κατειληφότες καὶ τῆς κατὰ τοῦ θανάτου νίκης τὰ τρόπαια τεθεαμένοι, εἰκότως ἔμαθον καταφρονεῖν τοῦ θανάτου, ταὐτὸ δὲ καὶ τοὺς αὐτῶν φοιτητὰς ἐδίδασκον, τῆς ἀθανάτου ζωῆς παρὰ τοῦ σωτῆρος εἰληφότες τὰ ἐχέγγυα. 4 ἐπίδοξος ἦν τις ἀνὴρ τῶν ἐν στρατείαις, ἀξιώματος καὶ ἀρχῆς Ῥωμαϊκῆς ἐπειλημμένος. ἐπειδὴ δὲ ὁ δοῦλος αὐτοῦ γνήσιος πάρετος τὰ μέλη οἴκοι βέβλητο, συνιδὼν οἵας ὁ σωτὴρ εἰς ἑτέρους ἐπεδείκνυτο δυνάμεις, ἰώμενος τοὺς κάμνοντας, «πᾶσάν τε νόσον καὶ πᾶσαν μαλακίαν» ἀκούμενος, λογισμῷ κρίνας μὴ κατ' ἄνθρωπον εἶναι τὸ θαῦμα πρόσεισιν ὡς θεῷ, οὐκ εἰς τὸ φαινόμενον ἀπιδὼν τοῦ σώματος ὄργανον, δι' οὗ τὰς ὁμιλίας ἀνθρώποις ἐποιεῖτο, εἰς δὲ τὸν ἀφανῆ θεὸν τὸν διὰ τοῦ θνητοῦ τὰς οἰκείας ἀρετὰς ὑποφαίνοντα. διὸ προσέπεσε καὶ προσεκύνησε καὶ λιπαρῶν ἐδεῖτο καὶ αὐτὸς ἐπὶ τῷ παιδὶ τῆς θεϊκῆς εὐεργεσίας τυχεῖν. 5 μεθ' ὅσης μὲν οὖν ἐξουσίας ἡ τοῦ σωτῆρος προενήνεκται φωνὴ ὅσην τε ἀρετὴν παρέστησεν ὁπόσης τε πεπλήρωτο δυνάμεως ὅσον τε καὶ τὸ φιλάνθρωπον καὶ πρόχειρον εἰς εὐεργεσίαν, ὡς ἐξ ἑτοίμου ἐπαγγείλασθαι τὴν αὐτοῦ παρουσίαν, οἷον δὲ καὶ τὸ θαῦμα τῆς εὐερ γεσίας, οὐδ' ἔστιν ἐπαξίως νοῆσαι. τὸ γὰρ μὴ πλέον φθέγξασθαι τῷ χιλιάρχῳ ἢ «ὡς ἐπίστευσας γενηθήτω σοι» καὶ ἅμα λόγῳ καὶ τὴν ἴασιν τῷ αὐτοῦ παιδὶ παρασχεῖν καὶ ἀπαλλάξαι παραχρῆμα τοῦ νοσεῖν τὸν παρὰ βραχὺ τῷ θανάτῳ κατεσχημένον, πῶς οὐ θεὸν ἀληθῶς διὰ θνητῆς φωνῆς φθεγξάμενον παρίστη; ἀλλ' εἰ πρὸς τοῦτό τις δυσπίστως ἔχει διὰ τὴν τοῦ θαύματος ὑπερβολήν, ἀλλ' οὐκ ἐπὶ τῆς προρρήσεως σκήπτοιτο ἂν εὐλόγως, ἐφ' ᾗ μείζων ὁ τῆς πράξεως ἔλεγχος ἀποδειχθήσεται, εἴ τις ἐν νῷ λάβοι, ὡς τότε μὲν εἷς Ῥωμαῖος ἦν ὁ τῷ σωτῆρι προσεληλυθὼς χιλίαρχος ὁ δὴ μείζονα καὶ εὐγνωμονεστέραν τοῦ Ἰουδαίων ἔθνους ἐνδειξάμενος τὴν εἰς αὐτὸν ὁμολογίαν, ὁ δ' ἡμέτερος σωτὴρ πολλοὺς ἀνθ' ἑνὸς ἔσεσθαι τοὺς κατ' ἐκεῖνον μέλλοντας αὐτῷ προσιέναι ἐκ τῶν τε πρὸς ἕω καὶ ἀνατολὴν κλιμάτων τῶν τε κατὰ δυόμενον ἥλιον οἰκούντων θεσπίζει, τοὺς διὰ τῆς εἰς αὐτὸν ἐπιγνώσεώς τε καὶ ὁμολογίας τῆς ἴσης παρὰ θεῷ τιμῆς τοῖς Ἑβραίων προπάτορσι καταξιωθησομένους. ὅτι δὴ κἀκείνων ὁ προπάτωρ αὐτὸς δὴ ὁ βοώμενος Ἀβραὰμ ἐκ πατέρων ὁρμώμενος δεισιδαιμόνων μετεβάλετο τὸν βίον, τῆς μὲν πολυθέου πλάνης ἀναχωρήσας, ἕνα δὲ τὸν ἐπὶ πάντων θεὸν ἐπιγνοὺς, ὁδὶ αὐτῷ καὶ τοῖς αὐτοῦ παισὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ ὁμοίους ἔσεσθαι μυρίους καθ' ὅλης τῆς οἰκουμένης τῶν ἀνθρώπων καὶ τούτων μάλιστα τὰ πρὸς ἕω ἔθνη καὶ τοὺς κατὰ δυόμενον ἥλιον οἰκοῦντας προαγορεύει προστίθησί τε τούτοις καὶ τὸ μέγιστον τῆς προρρήσεως· αὐτοὶ Ἰουδαῖοι οἱ τῶν θεοφιλῶν ἐκείνων ἀπόγονοι, τὸν Ἀβραὰμ αὐχοῦντες καὶ τὸν Ἰσαὰκ καὶ τὸν Ἰακώβ, διὰ τὴν εἰς αὐτὸν ἀντιλογίαν τε καὶ ἀπιστίαν, ὡς ἂν τοῦ τῆς γνώσεως φωτὸς ἀπεστερημένοι, ἀπόβλητοι γενήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον, τὴν ἄγνοιαν αὐτῶν καὶ τὴν ἐσχάτην ἀμαθίαν τοῦ τε σωτηρίου φωτὸς τὴν στέρησιν ὧδέ πη προαναφωνήσας. ἔνθα δὴ ἐπιστῆσαι τοῖς ἀποτελέσμασι προσήκει τὸν νοῦν ὀφθαλμοῖς τε αὐτοῖς παραλαβεῖν, ὡς Ἰουδαῖοι μὲν οἱ τῶν εἰρημένων θεοφιλῶν ἀνδρῶν γένος εἶναι σεμνυνόμενοι ἔκβλητοι γεγόνασιν οὐ τῆς τοῦ θεοῦ βασιλείας μόνον, ἀλλὰ καὶ τῆς αὐτῶν ἱερᾶς καὶ βασιλικῆς μητροπόλεως. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . ἀντὶ δὲ ἑνὸς τοῦ πάλαι τῷ σωτῆρι προσεληλυθότος χιλιάρχου ἄφατος ἀνδρῶν ἀριθμὸς ἐξ