1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

9

ἠξίωσε κλήσεώς τε καὶ ἐπαγγελίας, καθ' ὅλης τῆς οἰκουμένης ἐκλάμπει τοὔνομα καὶ οἱ λόγοι τὰς τῶν ἀνθρώπων ψυχὰς καταυγάζουσι διὰ τῆς ὑπ' αὐτοῦ παραδοθείσης τοῦ εὐαγγελίου γραφῆς παντοίᾳ γλώττῃ Ἑλληνικῇ τε καὶ βαρβάρῳ μεταβληθείσης εἰς ἐξάκουστόν τε πᾶσι τοῖς ἔθνεσιν ἐφ' ἑκάστης ἡμέρας κηρυττομένης. 8 καὶ ἐπειδήπερ ἐν προφητείαις ἀναγράπτοις εἰς αὐτοῦ πρόσωπον εἴρηται προφητικῶς· «αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς», διὰ τοῦτο ὡς ἂν τῆς προφητικῆς μαρτυρίας ἔργῳ νῦν πληρωθείσης, φησὶ τοῖς αὐτοῦ μαθηταῖς· «ἐδόθη μοι πᾶσα ἐξουσία ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς» . τῶν μὲν γὰρ κατ' οὐρανὸν ἐξ αἰῶνος ἐπεῖχε τὴν βασιλείαν, τῶν δ' «ἐπὶ γῆς» νῦν αὐτῷ δεδόσθαι φησὶ τὴν ἀρχὴν «ὑπὸ τοῦ πατρὸς» ἀκολούθως τῷ «αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου». πάλαι μὲν γάρ, ὡς Μωσῆς μαρτυρεῖ, «ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων», ἄγγελοι θεοῦ ἦσαν πάντας τοὺς πρότερον ἐπὶ γῆς ἐγκεχειρισμένοι. διατραπείσης δὲ τῆς ἀνθρωπότητος ἐπὶ τὴν πολύθεον πλάνην καὶ τῶν ἐπιστατούντων ἀγγέλων μηδὲν πρὸς τοῦτο ἐπικουρεῖν δυναμένων, αὐτὸς δὴ λοιπὸν ὁ κοινὸς τῶν ὅλων σωτὴρ διὰ τῆς αὐτοῦ θεοφα νείας μετὰ τὴν κατὰ τοῦ θανάτου νίκην διδάσκει, ὅτι μηκέτ' ἀγγέλοις ἀλλ' αὐτῷ πρὸς τοῦ πατρὸς ἡ τῶν ἐπὶ γῆς ἐθνῶν ἐξουσία δέδοται. διὸ τοῖς αὐτοῦ μαθηταῖς οὐ πρότερον, ἀλλὰ νῦν παρεκελεύσατο περιελθεῖν καὶ μαθητεῦσαι πάντα τὰ ἔθνη. ἀναγκαίως δὲ προστίθησι καὶ τὸ μυστήριον τῆς ἀποκαθάρσεως. ἐχρῆν γὰρ τοὺς ἐξ ἐθνῶν ἐπιστραφέντας «παντὸς μολυσμοῦ» καὶ μιάσματος διὰ τῆς αὐτοῦ δυνάμεως ἀποκαθαίρεσθαι, ἐκ τῆς δαιμονικῆς καὶ εἰδωλολάτρου πλάνης ἐρρυπωμένους μιάσμασί τε παντοίοις ἐνεσχημένους ἄρτι τε πρῶτον ἐξ ἀκολάστου καὶ παρανόμου βίου μεταβεβλημένους. τούτους δὲ καὶ διδάσκειν παραινεῖ μετὰ τὴν ἀποκάθαρσιν τὴν διὰ τῆς αὐτοῦ μυστικῆς διδασκαλίας, οὐ τὰ Ἰουδαϊκὰ παραγγέλματα οὐδὲ τὰ παρὰ Μωσεῖ νόμιμα ἀλλ' ὅσα αὐτὸς αὐτοῖς ἐνετείλατο φυλάττειν. ταῦτα δ' ἦν, ἃ δὴ συμφώνως οἱ πάντες ἐκπεριελθόντες πάντα τὰ ἔθνη παραδεδώκασι πᾶσι τοῖς γνωρίμοις καὶ πάσαις ταῖς καθ' ὅλης τῆς οἰκουμένης ἐκκλησίαις. ἀναγκαίως δὲ αὐτοὺς προτρέπει καὶ προθυμοτέρους ἀπεργάζεται ἐπὶ τὸ θηρεῦσαι περιελθεῖν τε πάντα τὰ ἔθνη καὶ μαθητεῦσαι πᾶν γένος ἀνθρώπων, δι' ἧς πεποίηται πρὸς αὐτοὺς ὑποσχέσεως εἰπών· «καὶ ἰδοὺ ἐγώ εἰμι μεθ' ὑμῶν». τούτῳ δὲ τῷ τῆς ἐπαγγελίας λόγῳ ἔργον ἐπιθεὶς θεϊκῇ τε δυνάμει ἑκάστῳ συνὼν καὶ πᾶσιν ὁμοῦ παρὼν συμπνέων τε αὐτοῖς καὶ συνεργῶν ἐπιστώσατο τὸ κατόρθωμα, διδασκάλους τε αὐτοὺς τῶν ἐθνῶν ἁπάντων τῆς ὑπ' αὐτοῦ παραδοθείσης θεοσεβείας ἀποδεικνύμενος. ταύτῃ γοῦν ἐπιθαρσήσαντες τῇ ἐπαγγελίᾳ, ἔργῳ τοὺς αὐτοῦ λόγους ἐπλήρουν· αὐτίκα μηδὲν ὑπερθέμενοι σὺν πάσῃ προθυμίᾳ προῆλθον ἐπὶ τὴν τῶν ἐθνῶν διδασκαλίαν, ἔργῳ μὲν αὐτῷ παραλαβόντες καὶ ὀφθαλμοῖς ὁρῶντες ζῶντα τὸν πρὸ μικροῦ θανόντα, καὶ ὃν ἐξωμόσαντο ἀρνησάμενοι διὰ τὰ συμβεβηκότα, τοῦτον αὐτὸν ἐναργῶς καὶ αὐτοπροσώπως παρόντα καὶ συνήθως προσδιαλεγόμενον ἐπαγγελλόμενόν τε αὐτοῖς τὰ προλελεγμένα, οὐκ ἔχοντες δὲ ὅπως ἀπιστήσωσι ταῖς ἐπαγγελίαις διὰ τὴν θεωρουμένην ὄψιν. ἦ γὰρ ἂν καὶ ἀπώκνησαν πρὸς τὸ ἐπίταγμα ἀγροικίαν ἑαυτοῖς καὶ λόγων ἰδιωτείαν συγγινώσκοντες, δι' ἣν τάχα ἂν καὶ παρῃτήσαντο, εἰκότως λογισάμενοι, ὡς οὐχ οἷόν τε ἦν Σύρους τὴν γλῶτταν καὶ πλέον ἁλιείας μηδὲν ἐπισταμένους, διδασκάλους Ἑλλήνων ὁμοῦ καὶ Ῥωμαίων Αἰγυπτίων τε καὶ Περσῶν καὶ τῶν. λοιπῶν βαρβάρων ἐθνῶν καταστῆναι ἀντινομοθετῆσαί τε τοῖς ἁπανταχοῦ γῆς νομοθέταις τε καὶ βασιλεῦσι τἀναντία τοῖς περὶ τῶν πατρῴων θεῶν ἐκ τοῦ παντὸς αἰῶνος δεδομένοις. ἀλλ' οὐκ ἐξῆν αὐτοῖς ταῦτα διανοεῖσθαι, ἀκούσασι μὲν