1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

8

παρέστησέ τε τὸ μέλλον διὰ συμβόλου καὶ εἰκόνος καὶ δι' αὐτῆς ἐνεργείας ἀπεπλήρωσεν. τοῖς γὰρ πάλαι πρότερον ἐν σκοτίᾳ φωτὸς ἀληθείας καὶ θεοῦ γνώσεως ἐν νυκτὶ καταπονηθεῖσι καὶ μηδένα πρὸς σωτηρίαν θηρεῦσαι δεδυνημένοις ἐπιλάμψας τὸ ἑαυτοῦ φέγγος ἐν ἡμέρᾳ καὶ φωτὶ γενομένοις προστάττει, οὐ τῇ οἰκείᾳ ἐπιστήμῃ, τῷ δὲ αὐτοῦ ῥήματι θαρσοῦντας ἐπιβάλλειν τῷ βυθῷ τὰ δίκτυα. οἱ δὲ τοσαῦτα συνήγαγον ἰχθύων πλήθη, ὡς διαρρήγνυσθαι μὲν τὰ θηρευτικὰ ὄργανα, κινδυνεύειν δὲ εἰς βυθὸν χωρεῖν ἀπὸ τοῦ φόρτου τὰ πλοῖα. ἐπεὶ δὲ ταῦθ' οὕτως πραττόμενα τὸν Πέτρον εἰς ἔκπληξιν καὶ φόβον οὐ τὸν τυχόντα ἦγεν, ἀλλὰ ταῦτά σε, φησὶ πρὸς αὐτὸν ὁ σωτήρ, μήπω ἐκπληττέτω. παιδιαὶ γὰρ ἔτι ταῦτα καὶ μελλόντων εἰκόνες. οἵδε μὲν γὰρ ἰχθύες ἄναυδοι καὶ ἄλογοι καὶ ταῦτα σκάφη καὶ δίκτυα ἐξ ἀψύχου ὕλης κατεσκευασμένα, ἀλλ' οὐ τοιαῦτα τούτων τὰ παραδείγματα. μικρὸν γοῦν ὕστερον, μᾶλλον δὲ ἐντεῦθεν ἤδη καὶ «ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν», τῆς μὲν μοχθηρᾶς ταύτης καὶ ἀνωφελοῦς ἀπαλλαγεὶς ἁλιείας, λογικῶν δὲ ζώων ἀντὶ τῶν ἀλόγων θηρευτὴς γινόμενος, καὶ οὐκέτι ἐκ βυθῶν θαλάττης, ἐκ δὲ τῆς ἁλμυρᾶς τοῦ βίου πικρίας ἐκ σκοτίων τε μυχῶν ἀθεότητος καὶ κακίας εἰς φῶς νοερὸν καὶ καθαρὰν πνοὴν ἀνελκύσεις τοὺς ὑπὸ σοῦ θηρευθησομένους, μᾶλλον δὲ ζωγρήσεις αὐτοὺς διὰ τοῦ ζωὴν αὐτοῖς ἀλλ' οὐ θάνατον προξενεῖν. οἱ μὲν γὰρ ἐκ πελάγους ἰχθύες ἐν σκότῳ καὶ βυθῷ πρότερον ζῶντες αὐτίκα φωτὸς καὶ πνοῆς μετασχόντες ἀπόλλυνται, οἱ δὲ ἐξ ἀνθρώπων ὑπὸ σοῦ θηρευθησόμενοι ἐκ σκότους ἀγνοίας μεταβαλόντες ἐπὶ ζωὴν ἔνθεον ἀγρευθήσονται. διὸ καὶ «ζωγρῶν ἔσῃ ἀπὸ τοῦ νῦν ἀνθρώπους» φησίν. ταῦτα θεϊκῇ δυνάμει προηγόρευσεν ὁ σωτήρ, ταῦτα τοῖς ἔργοις πιστὰ καὶ ἀληθῆ ἐπέδειξεν ὁ αὐτός. ὁ γοῦν ἀμφιβολεὺς ἐκεῖνος, ὁ ἁλιεύς, ὁ Σύρος ἀντὶ τῆς τῶν ἰχθύων θήρας ὅσας ἀνθρώπων ἐσαγή νευσε μυριάδας λόγων ἀπορρήτων δικτύοις θεϊκῇ δυνάμει πλακεῖσιν, οὐκ ἔστιν ἀριθμῷ περιλαβεῖν δυνατόν. ὄψις δ' ἀδήλων τὰ φαινόμενα. ἃ γὰρ ὁ μακρὸς αἰὼν τοῦ βίου πρὸ τῆς τοῦ σωτῆρος θεοφανείας οὐκ ἤνεγκεν, ἃ μήτε Μωσῆς ὁ τῶν Ἑβραίων νομοθέτης μήτε οἱ μετὰ Μωσέα τοῦ θεοῦ προφῆται μήτε μυρίοι ἄλλοι πάλαι τὴν ἔνθεον διδασκαλίαν τοῖς ἀνθρώποις ἀναφωνήσαντες θηρευταὶ πολλὰ καμόντες διὰ πάσης νυκτὸς τῆς πρὸ τῆς ἐπιφανείας αὐτοῦ καταπράξασθαι μὴ δεδύνηνται, ταῦτα ὁ Γαλιλαῖος, ὁ πένης, ὁ βάρβαρος τὴν φωνήν, αὐτὸς ἐκεῖνος ὁ Πέτρος κατεπράξατο. δεῖγμα δὲ τῶν τότε ἐπιτελεσθέντων πρὸς Πέτρου αἱ εἰς δεῦρο διαλάμπουσαι ἐκκλησίαι, πολὺ μᾶλλον τῶν τότε σκαφῶν λογικῶν ἰχθύων πληθύουσαι, οἵα ἡ κατὰ Καισάρειαν τῆς Παλαιστίνης τυγχάνει, οἵα ἡ ἐπὶ Ἀντιοχείας τῆς κατὰ τὴν Συρίαν, οἵα ἡ ἐπ' αὐτῆς τῆς Ῥωμαίων πόλεως. τάσδε γὰρ αὐτὸς ὁ Πέτρος τὰς ἐκκλησίας καὶ τὰς ἀμφ' αὐτὰς ἁπάσας συστησάμενος μνημονεύεται, καὶ τὰς ἐπ' Αἰγύπτου κατ' αὐτὴν τὴν Ἀλεξάνδρειαν πάλιν αὐτός, οὐ μὴν δι' αὑτοῦ, διὰ δὲ Μάρκου τοῦ μαθητευθέντος αὑτῷ κατεστήσατο. αὐτὸς μὲν γὰρ ἀμφὶ τὴν Ἰταλίαν καὶ πάντα τὰ ἀμφὶ ταύτην ἔθνη ἐσχόλαζεν, τὸν δ' αὐτοῦ φοιτητὴν Μάρκον τῶν κατ' Αἴγυπτον διδάσκαλον καὶ σαγηνευτὴν ἀποδέδειχεν. τὸν δὲ νοῦν ἐπίστησον καὶ τοῖς λοιποῖς τοῦ σωτῆρος ἡμῶν μαθηταῖς, οὓς ἐπαγγειλάμενος ποιήσειν ἁλιεῖς ἀνθρώπων, ἔργῳ τὸν λόγον ἔδειξεν. εἰσέτι γοῦν καὶ νῦν ὁ αὐτὸς ἐνεργεῖ καὶ ποιεῖ, πανταχοῦ γῆς παρὼν καὶ πᾶσαν τὴν ἀνθρώπων οἰκουμένην τῶν αὐτοῦ λογικῶν δικτύων πληρῶν, ἐκ παντὸς γένους λογικῶν ἰχθύων βαρβάρων τε καὶ Ἑλλήνων, ἀνασπῶν ἐκ τοῦ τῆς κακίας βυθοῦ καὶ τοῦ τῆς ἀθεότητος σκότους τὰς τῶν ἀνθρώπων ψυχάς, ἀνέλκων τε αὐτὰς ἐφ' ἑκάστης ἡμέρας καὶ ἐφ' ἑκάστης ὥρας ἐπὶ τὸ φῶς τῆς ὑπ' αὐτοῦ παραδοθείσης ἐνθέου γνώσεως . . . . . . 7 οὕτω δὲ πάλιν καὶ Ἰωάννου τοῦ υἱοῦ Ζεβεδαίου, ὃν ἐπὶ τῆς ἁλιείας ἅμα τῷ πατρὶ καὶ τῷ ἀδελφῷ καταρτίζοντα τὰ δίκτυα θεασάμενος τῆς αὐτῆς