1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

13

ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης». ἐληλύθει δὲ εἰς αὐτὸ τοῦτο κηρύξαι «εἰρήνην τοῖς ἐγγὺς καὶ τοῖς μακράν», τοῖς τε παραδεχομένοις αὐτόν φησιν, «εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν», ἥντινα εἰρήνην τὰ καθ' ὅλης τῆς οἰκουμένης εἰς αὐτὸν πιστεύσαντα ἔθνη παρεδέξατο. ὁ δὲ ἐκ περιτομῆς λαὸς μὴ πιστεύσας εἰς αὐτὸν οὐκ ἔγνω τὰ πρὸς εἰρήνην ἑαυτοῦ. διὸ ἐπιλέγει, «νῦν δὲ ἐκρύβη ἀπὸ τῶν ὀφθαλμῶν σου, ὅτι ἥξουσιν ἡμέραι ἐπί σε καὶ περιβαλοῦσί σε οἱ ἐχθροί σου». τὰ γοῦν μέλλοντα αὐτοὺς καταλήψεσθαι μικρὸν ὕστερον ἐν τῇ κατ' αὐτῶν πολιορκίᾳ, διὰ τὸ μὴ προσδέξασθαι αὐτοὺς τὴν προκαταγγελθεῖσαν αὐτοῖς εἰρήνην, ἐκρύβη ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. ἐκεῖνοι μὲν οὖν τὰ μετὰ ταῦτα αὐτοῖς συμβησόμενα οὐ προεῖδον, αὐτὸς δὲ αὐτὰ διὰ τῆς προρρήσεως θεσπίζει σαφέστατα τὴν ὑπὸ Ῥωμαίων πολιορκίαν καταλαβοῦσαν αὐτοὺς προσημάνας· «ἥξουσι γὰρ ἡμέραι ἐπί σε», ὅτι οὐκ ἔγνως τὰ πρὸς εἰρήνην σοι. διὰ ταύτην γὰρ τὴν αἰτίαν «ἥξουσιν ἡμέραι ἐπί σε καὶ περιβαλοῦσιν οἱ ἐχθροί σου καὶ περικυκλώσουσί σε καὶ συνέξουσί σε παντόθεν καὶ ἐδαφιοῦσί σε καὶ τὰ τέκνα σου ἔν σοι,» ὑπογράψας δὲ διὰ τούτων τὸν τρόπον τοῦ κατ' αὐτῶν γενησομένου πολέμου. ὅπως δὲ ἐπὶ πέρας ἤχθη ταῦτα, πάρεστιν ἀπὸ τῆς Ἰωσήπου γραφῆς ἀναλέξασθαι, ὃς δὴ Ἰουδαῖος ὢν καὶ τῆς παρ' αὐτοῖς Ἰουδαϊκῆς φυλῆς γεγονὼς τῶν τε ἐπισήμων καὶ ἐπιφανῶν ἐν τῷ ἔθνει, κατὰ τοὺς χρόνους τῆς πολιορκίας ἕκαστα τῶν πεπραγμένων ἱστόρησε σύμφωνα ταῖς προκειμέναις προρρήσεσι τὰ ἀποτελέσματα παραστήσας. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . διὰ τῶν προκειμένων σημεῖα δίδωσι τοῦ καιροῦ τῆς παντελοῦς ἐρημίας τοῦ τόπου, ἃ δὴ παρίστησι λέγων, «ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων Ἱερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς». μηδεὶς γάρ, φησί, προσδοκάτω μετὰ τὴν ἐσομένην πολιορκίαν καὶ τὴν ἐπὶ ταύτῃ γενησομένην ἐρημίαν τοῦ τόπου ἑτέραν αὐτῆς ἔσεσθαι ἀνανέωσιν, ὡς ἐπὶ τῶν χρόνων Κύρου τοῦ Περσῶν βασιλέως γέγονε καὶ μετὰ ταῦτα ἐπ' Ἀντιόχου τοῦ Ἐπιφανοῦς καὶ πάλιν ἐπὶ Πομπηΐου. πολλάκις γὰρ ἤδη πολιορκίαν ὑπομείνας ὁ τόπος, μείζονος ἠξιώθη μετὰ ταῦτα τιμῆς. ἀλλὰ νῦν τὴν ἐσχάτην τῆς πόλεως ἐρημίαν καὶ τὸν παντελῆ ἀφανισμὸν ἐπελεύσεσθαι αὐτῇ γινώσκετε, ἐπειδὰν «ἴδητε αὐτὴν ὑπὸ στρατοπέδων πολιορκουμένην». ἐρήμωσιν δὲ τῆς Ἱερουσαλὴμ ὀνομάζει τοῦ ἱεροῦ τὸν ἀφανισμὸν καὶ τῶν ἐν αὐτῷ πάλαι πρότερον κατὰ τὸν Μωσέως νόμον ἐπιτελουμένων τὴν καθαίρεσιν. μὴ γὰρ δὴ τῆς πόλεως αὐτῆς ἐρημίαν νόμιζε δηλοῦσθαι διὰ τούτων ὡς μηδενὸς ἐν αὐτῇ μηκέτι κατοικήσοντος. ἐπιλέγει δ' οὖν ἑξῆς ὅτι κατοικηθήσεται ἡ πόλις, οὐ μὴν ὑπὸ Ἰουδαίων, ἀλλ' ὑπὸ ἐθνῶν ὧδέ πη λέγων, «καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν». τοιγαροῦν οἶδεν ὅτι κατοικηθήσεται ὑπὸ ἐθνῶν. ἐρήμωσιν δὲ αὐτῆς ἀποκαλεῖ τὸ μηκέτι ὑπὸ τῶν οἰκείων μηδὲ κατὰ τὴν νόμιμον λατρείαν συστήσεσθαι αὐτήν. ὅπως δὲ καὶ ταῦτα ἐπληροῦτο, οὐδὲν δεῖ πολλῶν λόγων. πάρεστι γὰρ ὑπ' ὄψεσιν ὁρᾶν Ἰουδαίους μὲν εἰς πάντα τὰ ἔθνη διεσκεδασμένους, ἀλλοφύλους δὲ καὶ ἀλλογενεῖς οἰκήτορας τῆς πάλαι μὲν Ἱερουσαλήμ, νῦν δ' ἀπὸ τοῦ πολιορκητοῦ Αἰλίου Ἀδριανοῦ Αἰλίας μετωνομασμένης. τὸ γοῦν παράδοξον τοῦ θεσπίσματος τοῦτ' ἂν εἴη, ὅτι περὶ Ἰουδαίων μέν φησιν, «αἰχμαλωτισθήσονται εἰς πάντα τὰ ἔθνη», περὶ δὲ τῶν ἐθνῶν «καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν». ἐκπληκτικὸν δὲ τὸ ἀποτέλεσμα, εἴγε Ἰουδαῖοι πληροῦντες τὴν σύμπασαν ἀνθρώπων οἰκουμένην, ὥς τε καὶ μέχρις Αἰθιόπων χωρῆσαι καὶ Σκυθῶν καὶ αὐτῶν τῶν περάτων τῆς γῆς, ἐν μόνῃ τῇ αὐτῶν πόλει καὶ τῷ πάλαι θρησκευομένῳ παρ' αὐτοῖς τόπῳ οὐχ οἷοί τέ εἰσιν ἐπιβαίνειν. καὶ εἰ μὲν ἦν παντελῶς ἔρημος ἡ πόλις καὶ ἀοίκητος, κἂν ὑπενόησέ τις τοῦτο εἶναι τὸ αἴτιον. νῦν δὲ ὑπὸ ἀλλογενῶν καὶ ἀλλοφύλων ἐθνῶν τοῦ τόπου κατοικουμένου μόνοις αὐτοῖς ἄβατος τυγχάνει, ὡς