1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

11

παραίτιοι γεγόνασι τῆς τῶν πονηρῶν καρπῶν ἐκφυῆς, δι' οὓς καὶ ὁ ἀμπελὼν καταλέλειπται ἔρημος, τουτέστι τὸ πᾶν αὐτῶν ἔθνος, καὶ ὁ τούτου καθῃρέθη φραγμός, οἱ πάλαι δηλαδὴ τοῦ ἔθνους προμαχοῦντες καὶ τὸν λαὸν φυλάττοντες σὺν αὐτῷ τῷ τόπῳ, ὅ τε ἐν αὐτῷ πύργος αὐτὸς ὁ νεώς, καὶ ἡ ληνὸς καὶ τὸ θυσιαστήριον. ταῦτα γοῦν πάντα ἄρδην ἐκ βάθρων ἤρθη διὰ τὴν τῶν γεωργῶν μιαιφονίαν, οἳ δὴ πρώτους δούλους καὶ δευτέρους ἀποσταλέντας πρὸς αὐτούς, δηλαδὴ τοὺς κατὰ χρόνους προφήτας, ἀνεῖλον. μαρτυρεῖ τῷ λόγῳ καὶ ἡ παλαιὰ γραφὴ καὶ προφητῶν δὲ Ἠλίας ἐν εὐχῇ πρὸς τὸν θεὸν λέγων· «κύριε τοὺς προφήτας σου ἀπέκτειναν καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν κἀγὼ ὑπελείφθην μόνος καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν». ταῦτα γοῦν ὁ προφήτης τῶν ἀρχόντων τοῦ Ἰουδαίων ἔθνους διὰ τῆς εὐχῆς κατηγορεῖ, οἱ δὲ μὴ ἀρκεσθέντες τῇ κατὰ τῶν προφητῶν μιαιφονίᾳ ὕστερον καὶ αὐ τὸν τὸν υἱόν, τουτέστι τὸν τοῦ θεοῦ υἱόν, οὐκ ἀγνοοῦντες ἀλλ' εὖ μάλα καὶ ἀκριβῶς εἰδότες αὐτὸν εἶναι τὸν κληρονόμον ἀνεῖλον. ταῦτα δὲ ὁ σωτὴρ πρὸ τοῦ πάθους περὶ ἑαυτοῦ ᾐνίττετο, προλαμβάνων τὸ μέλλον κατὰ τὴν πρόγνωσιν. καὶ λέγει ταῦτα ἐν αὐτῷ διατρίβων τῷ ἱερῷ τοῖς κατ' αὐτὸν γεωργοῖς τοῦ ἀμπελῶνος τοῖς ἀρχιερεῦσι καὶ τοῖς διδασκάλοις καὶ τοῖς λοιποῖς τοῖς τοῦ λαοῦ προεστῶσιν, σφόδρα σαφῶς διὰ τῆς παραβολῆς αὐτοὺς καθ' ἑαυτῶν τὴν ἀπόφασιν ἐξενέγκασθαι παρασκευάζων. ἐρωτᾷ μὲν δὴ αὐτοὺς ἐν τῷ τῆς παραβολῆς τέλει λέγων· «ὅταν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις»; οἱ δὲ οὔπω συνέντες ὅτι περὶ αὐτῶν εἴρητο, καθ' ἑαυτῶν τὴν ψῆφον ἐξήνεγκον ... . . . . . . . . . . . 12 . . . . . ἐπεὶ δὲ καὶ περὶ τοῦ τόπου ἔχρησεν ὁ τοῦ θεοῦ λόγος, φέρε ἴδωμεν τὰς αὐτοῦ περὶ τούτου φωνάς. οὐ φέροντες αὐτοῦ τὴν σεμνὴν διδασκαλίαν οὐδὲ τὴν παρρησίαν καὶ τοὺς ἐλέγχους οἱ τῶν Ἰουδαίων ἄρχοντες τῆς πόλεως ἀπαλλαγῆναι ἐποίουν. ὁ δὲ ἀναχωρῶν τῶν Ἱεροσολύμων τοιάσδε προήκατο κατὰ τῆς πόλεως φωνάς· «Ἱερουσαλὴμ Ἱερουσαλὴμ ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νόσσια αὐτῆς ὑπὸ τὰς πτέρυγας καὶ οὐκ ἠθελήσατε. ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. λέγω γὰρ ὑμῖν, οὐ μὴ ἴδητε ἀπ' ἄρτι ἕως ἂν εἴπητε· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.» μιάσματος γὰρ ἐναγοῦς ἐν τῷ μετὰ ταῦτα χρόνῳ δρασθέντος ὑπ' αὐτῶν, -τοῦτο δ' ἦν τὸ τολμηθὲν αὐτοῖς ἄγος κατὰ τοῦ σωτῆρος-, ἐχρῆν δήπου μὴ μόνον τοὺς τῆς πόλεως οἰκήτορας, ἀλλὰ καὶ αὐτὸ τὸ ἔδαφος, ἐφ' ᾧ μέγα ἐφρόνουν, τἀπίχειρα ὧν ἔδρασαν οἱ οἰκήτορες παθεῖν, ἃ δὴ καὶ πεπόνθασιν οὐκ εἰς μακράν, Ῥωμαίων ἐπελθόντων τῇ πόλει καὶ τῶν οἰκητόρων τοὺς μὲν πολέμου νόμῳ κατασφαξάντων, τοὺς δ' αἰχμαλώτους ἀπαγαγόντων, τοὺς δὲ λιμῷ διαφθειράντων, τοὺς δ' ἀπελασάντων καὶ εἰς πάντα τόπον διασκεδασάντων, τὸν δ' οἶκον αὐτῶν καὶ τὸν νεὼν ἐμπρησάντων εἰς ἔσχατά τε ἐρημίας περιβαλόντων. ἀλλὰ γὰρ τούτων ἐν τοῖς μετὰ ταῦτα χρόνοις γενομένων προλαβὼν ὁ σωτὴρ τὸ μέλλον τῇ προγνώσει οἷα θεὸς λόγος τὰ συμβησόμενα προαγορεύει διὰ τῶν προκειμένων. τέκνα δὲ τῆς πόλεως ὀνομάζει τὸ Ἰουδαίων πᾶν ἔθνος, οἶκον δὲ αὐτῶν ἀποκαλεῖ τὸν νεών. εἶτα μαρτύρεται ὅτι παρὰ τὴν αὐτῶν αἰτίαν τὰ σκυθρωπὰ αὐτοὺς μετελεύσεται, ἐπειδήπερ αὐτὸς μὲν πολλάκις ἐπισυναγαγεῖν αὐτῶν τὰ τέκνα ὑπὸ τὸν τῆς θεοσεβείας ζυγὸν βεβούληται, οἷα τοῦ παντὸς προὼν καὶ ἐξ αἰῶνος πρόνοιαν αὐτῶν πεποιημένος δι' ἑκάστου τε προφήτου καὶ καθ' ἑκάστην γενεὰν ἐπιστρέφων αὐτοὺς καὶ ἀνακαλούμενος, οἱ δὲ οὐκ ἤθελον ὑπακοῦσαι τῇ κλήσει, οὗ δὴ χάριν τὴν κατ' αὐτῶν ἀπόφασιν προενήνεκται εἰπών· «ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος». σφόδρα δὲ ἀκριβῶς οὐ τὴν πόλιν ἔρημον ἔσεσθαί φησιν, ἀλλὰ τὸν ἐν αὐτῇ οἶκον, δηλαδὴ τὸν νεών, ὃν οὐκέτι ἑαυτοῦ ἀλλ'