1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

5

ἡδονή, θεὸς ἡ τροφή, θεὸς τὸ εἰς γῆν σπέρμα, θεὸς ἡ τούτου βλάστη, θεὸς ἡ τῶν ἀκροδρύων φυή, θεὸς ἡ διὰ μέθης τρυφή, θεὸς ὁ τῶν σωμάτων πόθος, θεὸς ἡ τούτων ἡδονή. ἔνθεν τὰ ∆ήμητρος καὶ Φερεφάττης μυστήρια καὶ Κόρης ἁρπαγὴ ὑπὸ Ἀϊδωνέως καὶ πάλιν ἡ ταύτης ἀνάδοσις. ἔνθεν ∆ιονύσου τελεταὶ καὶ νικώμενος Ἡρακλῆς ὡς ὑπὸ κρείττονος θεοῦ τῆς μέθης, ἔνθεν Ἔρωτος καὶ Ἀφροδίτης ὄργια μοιχικά. ἔνθεν Ζεὺς αὐτὸς γυναικομανῶν καὶ Γανυμήδους ἐρῶν, φιληδόνων τε θεῶν καὶ φιλοπαθῶν ἀσελγῆ μύθων ἀναπλάσματα. τούτων δ' ἦν ἁπάντων θάνατος αἴτιος. τέλος γὰρ καὶ συντέλειαν τοῦ παντὸς λύσιν τε καὶ διαφθορὰν τῶν ψυχῶν ὁμοῦ καὶ τῶν σωμάτων θάνατον καὶ μὴ ἑτέραν ἢ τὴν τοῦ σώματος καὶ τῆς σαρκὸς ζωὴν εἶναι νομίσαντες, βίον πάσης τῶν ἀλόγων ζώων φύσεως χείρονα διῆγον. οὓς δὴ κατελεήσας ὁ παμβασιλεὺς τοῦ θεοῦ λόγος, τῷ τοῦ φιλανθρώπου πατρὸς νεύματι ἐπὶ τὴν ἄμυναν ἔσπευσεν, εἶθ' οἷα βασιλεὺς φιλανθρωπότατος τὸν κατὰ τοῦ θανάτου ἔλεγχον δι' ἀνθρώπου φύσεως ἐμηχανᾶτο, ζωὴ μὲν αὐτὸς τυγχάνων καὶ θεοῦ λόγος καὶ θεοῦ δύναμις, ἀλλ' οὐ δίχα τοῦ βοηθουμένου τὸ τῶν ἀνθρώπων φόβητρον διελέγξαι κρίνας. διὸ δὴ ὅπλῳ χρησάμενος ἀνθρωπείῳ καὶ θνητῷ σώματι ὁ ἀσώματος, τὸν θάνατον διὰ τοῦ θνητοῦ κατηγωνίσατο. ἔνθεν αὐτὸ τὸ πρῶτον τοῦ σώματος μυστήριον κατεσκευάζετο, ἔνθεν τὸ τοῦ σταυροῦ τρόπαιον, ἔνθεν ἡ τῆς ἀθανάτου καὶ αἰωνίου ζωῆς μνήμη «ἀνάμνησις αὐτοῦ» ἐχρημάτιζεν. θνητῷ γὰρ ὅπλῳ κεχρημένος καὶ μέγα θαῦμα τοῖς πᾶσιν ἀποδείξας, τρόπαιον ἀθανασίας κατὰ τοῦ θανάτου διὰ τοῦ θνητοῦ ὅπλου ἔστησεν. ἠφίει μὲν γὰρ τὸ θνητὸν εἰς βορὰν τῷ θηρίῳ, τὸ δ' αὐτίκα τῷ ἰκρίῳ προσηλοῦτο ἀνασταυρούμενον, ὡς ἂν τοῖς πᾶσιν ἡ τοῦ θνητοῦ γνωρισθείη φύσις μηδέ τινα λάθοι τὸ πραττόμενον μὴ ἀνθρώπων μὴ δαιμόνων μὴ δυνάμεων κρειττόνων. ἐχρῆν γὰρ πάντας ἀκριβῶς τὸ θνητὸν ἰδεῖν ὡς ἐν μεγίστῳ θεάτρῳ τὴν οἰκείαν ὁμολογοῦν φύσιν, ἵν' ἑξῆς ἐπελθὼν ὁ θάνατος οἷα θὴρ δεινός, οἷός τις ποτ' ἦν, ἑαυτὸν ἐλέγξῃ κἄπειτα τῆς ζωῆς ἡ δύναμις μετὰ θάνατον ἐπελθοῦσα τοῖς πᾶσιν αὖθις τὴν κατὰ τοῦ θανάτου παραστήσηται νίκην, τὸ θνητὸν ἀθάνατον ἀποδείξασα. ἠφίει τοίνυν πρὸς βραχὺ τὸ σῶμα ἡ τοῦτο διακρατοῦσα τοῦ θεοῦ λόγου δύναμις, τὸ δ' ἀνηρτημένον ἐπὶ τοῦ ξύλου παραχρῆμα νεκρὸν ἦν, ἀλλ' οὐχ ὁ λόγος ὁ τῶν ἁπάντων ζωοποιὸς τὸ νεκρούμενον ἦν, τὸ δὲ θνητὸν τὴν οἰκείαν ὡμολόγει φύσιν. κἄπειτα τὸ νεκρὸν τὸ νῦν δὴ τῷ θανάτω κρατούμενον ὑπὸ τῶν ἀνθρώπων καθαιρεθὲν τῆς συνήθους ἠξιοῦτο φροντίδος. μνήματι δὲ κατὰ νόμους ἀνθρώπων παρεδίδοτο. τὸ δὲ μνῆμα σπήλαιον ἦν νεοπαγές, σπήλαιον ἄρτι κατὰ πέτρας λελαξευμένον, οὔπω σώματος ἑτέρου πεπειραμένον· ἔδει γὰρ αὐτῷ μόνῳ σχολάζειν τῷ μόνῳ παραδόξῳ νεκρῷ. θαυμαστὴ δὲ ἰδεῖν καὶ ἡ πέτρα ἐν ἡπλωμένῳ χώρῳ μόνη ὄρθιος ἀνεσταμένη καὶ μόνον ἓν ἄντρον εἴσω ἐν αὑτῇ περιέχουσα, ὡς ἂν μὴ πολλῶν γενομένη τοῦ τὸν θάνατον καταγωνισαμένου ἐπισκιάσῃ τὸ θαῦμα. ἔκειτο μὲν δὴ νεκρὸς αὐτόθι, τὸ τοῦ ζῶντος λόγου ὄργανον, λίθος δ' ἀπέκλειε παμμεγέθης τὸ σπήλαιον, καὶ πολὺς ἦν ἐν τούτῳ γαυριῶν ὁ θάνατος, ὡς ἂν καὶ τοῦτον μετὰ τῶν ἐξ αἰῶνος ἑλὼν ὑποχείριον, ἀλλ' οὔπω τριήμερος παρῄει χρόνος καὶ ἡ ζωὴ πάλιν ἑαυτὴν ἔφαινε μετὰ τὸν αὐτάρκη τοῦ θανάτου ἔλεγχον. εἰ γὰρ δὴ θᾶττον ἀνέστη φθάσας, οὐκ ἂν οὐδὲ τεθνεὼς ἐνομίσθη, ἀλλ' ὅτε γε ἀληθῶς ὕψωτο καὶ ἀληθῶς ἐτεθνήκει, ἐν χρόνῳ δὲ τὸν θάνατον ἀληθῶς ὑποδέδεκτο. τότε δὴ τότε ὁ τῶν ἁπάντων ζωοποιὸς τοῦ θεοῦ λόγος τὴν πᾶσιν ἀνθρώποις ἀποκειμένην ἐλπίδα διὰ τῆς τοῦ τότε θνητοῦ παλιγγενεσίας ἐπεδείκνυτο. τί οὖν ἐπὶ τούτοις γίνεται; οὐκέτι ἐγώ σοι γενοίμην ἂν τῶν πεπραγμένων διδάσκαλος. οἱ δὲ τούτων αὐτόπται εἶεν ἂν πάντων ἀξιόχρεοι μάρτυρες οἱ δι' αἵματος καὶ ψυχῆς τῇ θέᾳ, τῶν πεπραγμένων τὴν ἀλήθειαν πιστωσάμενοι καὶ τὴν