1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

3

δὲ δεύτερος ἐπὶ λύσει τῆς τοῦ θανάτου καταδυναστείας ἐγίνετο. ἔδει γὰρ τὸ τῆς ἀθέου καὶ δαιμονικῆς πλάνης κρεῖττον καὶ τῷ θεῷ λόγῳ ἀκόλουθον καὶ τοῦ ἑαυτοῦ ἔργου ἀξίαν τιμὴν τὴν δὴ κατὰ τοῦ θανάτου νίκην ἀπολαβεῖν. οἱ μὲν γὰρ κατ' αὐτοῦ συνηγμένοι δαίμονες ὅ τε τούτων ἐξάρχων ὁμοῦ τοῖς ἀμφ' ἀέρα ὑπὲρ γῆς συμπεριπολοῦσι πνεύμασι τοῖς ὄψεσι θνητῶν ἀοράτοις τὰ νῶτα κατὰ τὴν πρώτην αὐτῷ συμβολὴν παραχωρήσαντες, τὸν δεύτερον ἆθλον ἐσκόπουν, τοῦ βίου λοιπὸν τὴν ὑστάτην καταστροφὴν ἐκδεχόμενοι καὶ τὴν τοῦ θνητοῦ τελευτὴν ὁμοίαν ἔσεσθαι πᾶσιν ἀνθρώποις καραδοκοῦντες. οὐ γὰρ ἂν πώποτε θνητῶν φύσιν θανάτου κρείττονα γενέσθαι προσεδόκησαν, τὸν δὲ θάνατον εἶναι κοινὸν βασιλέα ἁπάντων τῶν ἅπαξ θνητῆς γενέσεως πεπειραμένων. ἀλλ' οἱ μὲν ἐνόμιζον πάντων αὐτὸν εἶναι δεινότατον, ὃν φύγοι καὶ ἀναχωρήσειεν ἂν οὐδείς, ὁ δὲ μετὰ τὰ πρῶτα κατὰ δαιμόνων τρόπαια ἤδη καὶ κατὰ τοῦ θανάτου παρετάττετο. ὥσπερ δὲ εἴ τις ἄκαυστον ἡμῖν καὶ πυρὸς τῇ φύσει κρεῖττον δεῖξαί τι σκεῦος ἤθελεν, οὐκ ἄλλως ἂν τὸ θαῦμα παρεστήσατο ἢ πυρὶ παραδοὺς τὸ μετὰ χεῖρας κἄπειτα σῶον αὐτὸ καὶ ἀδιάφθορον τοῦ πυρὸς ἐξελών, κατὰ ταὐτὰ δὴ καὶ ὁ τῶν ὅλων ζωοποιὸς τοῦ θεοῦ λόγος τὸ θνητὸν ὄργανον, ᾧ πρὸς ἀνθρώπων ἐκέχρητο σωτηρίαν, κρεῖττον θανάτου φῆναι βουληθεὶς κοινωνόν τε ἀποφῆναι τῆς οἰκείας ζωῆς τε καὶ ἀθανασίας, εὖ μάλα χρησίμην ὑπῄει τὴν οἰκονομίαν, τὸ σῶμα πρὸς βραχὺ καταλιπὼν καὶ τὸ θνητὸν τῷ θανάτῳ παραδοὺς εἰς ἔλεγχον τῆς οἰκείας φύσεως, εἶτ' οὐκ εἰς μακρὰν αὐτὸ τοῦ θανάτου πάλιν ὑφαιρούμενος, εἰς παράστασιν τῆς ἐνθέου δυνάμεως, δι' ἧς παντὸς θανάτου κρείττονα τὴν πρὸς αὐτοῦ καταγγελθεῖσαν ζωὴν ἀΐδιον ἔφαινεν. ἡ μὲν οὖν πρώτη αἰτία ἦν αὕτη, δευτέρα δὲ ἡ τῆς ἐν τῷ σώματι κατοικησάσης ἐνθέου δυνάμεως ἔνδειξις. ἐπειδὴ γὰρ τὸ πρότερον τοὺς ὑπὸ τοῦ θανάτου νενικημένους ἄνδρας θνητοὺς ἀληθῶς καὶ κοινὸν τέλος ὑποδεδεγμένους ἐθείαζον ἄνθρωποι, ἥρωάς τε καὶ θεοὺς ὠνόμαζον τοὺς ὑπὸ τοῦ θανάτου κεκρατημένους, κἀκεῖ εἰκότως ἑαυτὸν ταύτης ἕνεκα τῆς αἰτίας ἔφηνεν ὁ φιλάνθρωπος τοῦ θεοῦ λόγος, κρείττονα θανάτου φύσιν ἀνθρώποις δεικνύς, καὶ τὸ μὲν θνητὸν μετὰ τὴν λύσιν ἐπὶ τὴν δευτέραν ζωὴν ἄγων, τρόπαιον δὲ ἀθανασίας κατὰ τοῦ θανάτου τοῖς πᾶσι παρέχων ὁρᾶν, καὶ διδάσκων μόνον τοῦτον ἐν θανάτῳ θεὸν ἀληθῆ εἶναι ὁμολογεῖν τὸν τὰ βραβεῖα τῆς κατὰ τοῦ θανάτου νίκης ἀναδησάμενον. τρίτη δ' ἂν εἴη αἰτία τοῦ σωτηρίου θανάτου ἣν ἀπόρρητοι λόγοι περιέχουσιν. τίνες οὗτοι; ἱερεῖον ἦν ἀντίψυχον τοῦ κοινοῦ γένους παραδιδόμενον τῷ θανάτῳ, ἱερεῖον ὑπὲρ τῆς κοινῆς τῶν ἀνθρώπων ἀγέλης σφαγιαζόμενον, ἱερεῖον δαιμονικῆς πλάνης ἀποτρόπαιον. ἱερείου δῆτα ἑνὸς καὶ μεγάλου θύματος, τοῦ πανιέρου σώματος τοῦ σωτῆρος ἡμῶν, ὁμοίως προβάτῳ ὑπὲρ τοῦ τῶν ἀνθρώπων γένους σφαγιασθέντος καὶ πάντων ἐθνῶν τῶν πρὶν ἀσεβείᾳ δαιμονικῆς πλάνης ἐνεσχημένων ἀντίψυχον ἀνενεχθέντος, πᾶσα λοιπὸν ἡ τῶν ἀνάγνων καὶ ἀνιέρων δαιμόνων δύναμις καθῄρητο, ἐλέλυτό τε καὶ παρεῖτο αὐτίκα δυνάμει κρείττονι πᾶσα γεώδης καὶ ἀπατηλὸς πλάνη. τὸ μὲν οὖν σωτήριον ἐξ ἀνθρώπων θῦμα, αὐτὸ δὴ τὸ τοῦ θείου λόγου σωματικὸν ὄργανον ὑπὲρ τῆς κοινῆς ἀνθρώπων ἀγέλης καθιεροῦτο καὶ τοῦτο δ' ἦν τὸ δι' ἀνθρώπων διαβολῆς τῷ θανάτῳ παραβεβλημένον σφάγιον, οὗ πέρι λόγων ἱερῶν βοῶσι φωναί, τοτὲ μὲν ὧδέ πη λέγουσαι· «ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου,» τοτὲ δὲ ὧδε προαναφωνοῦσαι· «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος», καὶ τό γε αἴτιον διδάσκουσιν ἐπιλέγουσαι· «οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει, αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτόν. τῷ