1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

4

μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. πάντες ὡς πρόβατα ἐπλανήθημεν, ἕκαστος τὴν ὁδὸν αὐτοῦ ἐπλανήθη. καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν.» τὸ μὲν οὖν σωματικὸν τοῦ θείου λόγου ὄργανον διὰ ταύτας καθιεροῦτο τὰς αἰτίας, ὁ δὲ μέγας ἀρχιερεὺς ὁ τῷ πανηγεμόνι καὶ παμβασιλεῖ θεῷ ἱερώμενος, ἕτερος ὢν παρὰ τὸ ἱερεῖον, θεοῦ λόγος καὶ «θεοῦ δύναμις καὶ θεοῦ σοφία», οὐκ εἰς μακρὰν τὸ θνητὸν ἀνεκαλεῖτο τοῦ θανάτου καὶ τοῦτο τῆς κοινῆς ἡμῶν σωτηρίας τὴν ἀπαρχὴν ζωῆς ἐνθέου καὶ ἀθα νασίας μέτοχον παρίστη, τρόπαιον ἐπινίκιον κατὰ τοῦ θανάτου καὶ κατὰ τῆς δαιμονικῆς παρατάξεως τῶν τε πάλαι συντελουμένων ἀνθρωποθυσιῶν ἀποτρόπαιον τοῦτο ὑπὲρ ἁπάντων ἀνθρώπων ἀνεγείρας, ὅθεν ἐπετέθη αὐτῷ καὶ ἡ τῷ παρὰ τοῖς Ἑβραίοις ἀρχιερεῖ συσχηματιζομένη τοῦ Χριστοῦ προσηγορία. δύο γοῦν ἔλαβεν ὀνόματα, ὧν τὸ μὲν τοῦ σωτηρίου θύματος σημαίνει τὸ τοῦ Ἰησοῦ ὄνομα, τὸ δὲ τοῦ ἀρχιερέως τοῦ ὑπὲρ πάντων ἡμῶν ἱερωμένου θεοῦ λόγου κατὰ τὸ τῶν Ἑβραίων ἔθος δηλοῖ τὸ τοῦ Χριστοῦ. πρὸς τοῖς εἰρημένοις καὶ ἄλλη τις γένοιτ' ἂν τοῦ σωτηρίου θανάτου μεγίστη αἰτία ἡ λεχθησομένη. ἐπειδὴ γὰρ τοῖς αὐτοῦ φοιτηταῖς ὀφθαλμοῖς ἰδεῖν ἀναγκαῖον ἦν ζωῆς τῆς μετὰ θάνατον ἐναργῶς παλιγγενεσίαν, ἐφ' ἣν τὰς αὐτῶν ἐλπίδας ἀναρτᾶν αὐτοὺς ἐδίδασκεν, δι' ἣν καὶ προὔτρεπεν αὐτοὺς ἔχεσθαι τοῦ τῆς θεοσεβείας ζυγοῦ, εἰκότως τοῦτο ὁρᾶν αὐτοῖς ὀφθαλμοῖς ἀκριβῶς παρεῖχεν· ἐχρῆν γὰρ τοὺς μέλλοντας εὐσεβῆ μετιέναι βίον τοῦτο πρῶτον πάντων ἀναγκαιότατον μάθημα δι' ἐναργοῦς ὄψεως παραλαβεῖν καὶ πολὺ μᾶλλον ἐκείνους τοὺς εἰς ἅπασαν τὴν οἰκουμένην μέλλοντας αὐτὸν ὅσον οὔπω κηρύττειν καὶ τὴν ὑπ' αὐτοῦ πᾶσι τοῖς ἔθνεσι προβληθεῖσαν διδασκαλίαν τε καὶ θεογνωσίαν εἰς πάντας καταγγέλλειν ἀνθρώπους. οὓς δὴ πεῖσμα μέγιστον λαβεῖν ἐχρῆν τῆς μετὰ τὸν θάνατον ζωῆς, ὡς ἂν ἀδεεῖς καὶ ἄφοβοι θανάτου τὸν κατὰ τῆς πολυθέου πλάνης ἀγῶνα προθύμως ἀναδέξοιντο· μὴ γὰρ θανάτου καταφρονεῖν μελετήσαντες, οὐκ ἂν πώποτε πρὸς τὰ δεινὰ παρεσκευάζοντο. διὸ δὴ ἀναγκαίως ὁπλίζων αὐτοὺς κατὰ τῆς τοῦ θανάτου δυναστείας, οὐ ῥηματίοις καὶ φωναῖς παρεδίδου τὸ μάθημα οὐδὲ λόγοις ὁμοίως ἀνθρώποις τὸν περὶ ψυχῆς ἀθανασίας πιθανῶς καὶ ἐξ εἰκότων συντάττων, αὐτῷ δὲ ἔργῳ τὰ κατὰ τοῦ θανάτου ἐπεδείκνυ αὐτοῖς τρόπαια. ἦν μὲν γὰρ πάλαι πρότερον φοβερὸς τοῖς πᾶσιν ὁ τοῦ θνητοῦ γένους ὀλετὴρ θάνατος; καὶ λύσις ἐνομίζετο τῆς ὅλης ἀνθρώπου φύσεως ψυχῆς ὁμοῦ καὶ σώματος ἡ τούτου δυναστεία, οὐδέ τις ἦν τῶν ἐξ αἰῶνος οἷός τε τουτὶ τὸ φόβητρον ἐξ ἀνθρώπων ἀνελεῖν, πάντες δ' ἐπτήχεσαν φόβῳ μικροὶ καὶ μεγάλοι ἄρχοντές τε καὶ δοῦλοι βασιλεῖς ὁμοῦ καὶ δῆμοι πλήθη τε πάντων ἐθνῶν καὶ φῦλα τὸν θάνατον, οὐκ ἦν τε τοῦ κακοῦ παραμύθιον ἀνθρώποις οὐ λόγος οὐ τρόπος οὐ βίος οὐ σοφῶν λογισμὸς οὐ παλαιῶν συγγράμματα οὐ προφητῶν θεσπίσματα οὐκ ἀγγέλων ἐπιφάνειαι· πάντων δὲ κρείττων ὢν καὶ ἀνώτερος τὴν κατὰ πάντων νίκην ἐπεῖχεν ὁ θάνατος ὑψηλός, μεγάλαυχος, ὑπερήφανος, ᾧ δὴ καταδεδουλωμένον τὸ θνητὸν γένος παντοίαις ἐκαλινδεῖτο παρανομίαις, μιαιφονίαις, ἀθεμιτουργίαις, δυσσεβείαις, πολυπλόκῳ πλάνῃ· τούτων γὰρ ἦν ἁπάντων θάνατος αἴτιος. ὡς γὰρ μηκέτι ὄντες μετὰ θάνατον, τὰ μυρίων θανάτων ἄξια δρῶντες διῆγον καὶ ὡς εὐθύναις οὐδαμῶς ὑποκείμενοι διὰ τὴν ἐκ τοῦ θανάτου λύσιν βίον ἔζων ἀβίωτον, οὐ θεὸν ἐν νῷ λαμβάνοντες, οὐ θείας κρίσεως δικαιωτήρια προσδοκῶντες, οὐ τῆς σφῶν κατὰ ψυχὴν νοερᾶς οὐσίας τὴν μνήμην ἀναζωπυροῦντες, ἑνὶ δὲ δεινῷ προστάτῃ τῷ Θανάτῳ χρώμενοι, καὶ τὴν ἐκ τούτου τῶν σωμάτων φθορὰν λύσιν τοῦ παντὸς ἑαυτοὺς εἶναι πείσαντες, θεὸν πλούσιον, παρὸ καὶ Πλούτωνα, τὸν Θάνατον ἀνηγόρευον. καὶ Θάνατος ἦν αὐτοῖς θεὸς οὐ μόνος, ἀλλὰ καὶ τὰ πρὸ τούτου τίμια, τὰ δὴ πρὸς ἡδυπαθῆ ζωὴν αὐτοῖς συμβαλλόμενα. θεὸς γοῦν αὐτοῖς ἦν ἡ τῶν σαρκῶν