1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

14

μηδ' ἐξ ἀπόπτου δύνασθαι τὸ πατρῷον αὐτῶν ἔδαφος θεωρεῖν· ἃ δὴ τοῦτον ἀποτετέλεσται τὸν τρόπον ἀκολούθως τῷ φήσαντι χρησμῷ, «ὅτι αἰχμαλωτισθήσονται εἰς πάντα τὰ ἔθνη καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν». σημαίνει δὲ καὶ τὸν πρὸ τῆς αἰχμαλωσίας πόλεμον εἰπών, «ἔσται γὰρ ἀνάγκη ἐπὶ τῆς γῆς καὶ ὀργὴ μεγάλη ἐν τῷ λαῷ τούτῳ, καὶ πεσοῦνται ἐν στόματι μαχαίρας». ταῦτα δὲ ὅπως κατὰ μέρος ἐπράχθη καὶ ὡς τὰ προηγορευμένα ὑπὸ τοῦ σωτῆρος ἡμῶν τέλους ἔτυχεν ἔργῳ, ἔξεστιν ἀπὸ τῆς ἱστορίας Φλαυίου Ἰωσήπου μαθεῖν, ὃς καὶ τῆς φησάσης τοῦ σωτῆρος ἡμῶν προρρήσεως, «οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις», τὸ ἀποτέλεσμα σαφῶς παρίστησι μνημονεύσας, ὡς γυναῖκες τὰ ἑαυτῶν βρέφη ὀπτήσασαι πυρὶ διὰ τὴν ὑπερβολὴν τοῦ κατασχόντος λιμοῦ τὴν πόλιν ἔφαγον. τοῦτον γὰρ αὐτὸν τὸν γενησόμενον ἐν τῇ πόλει λιμὸν προθεωρήσας ὁ σωτήρ, παρῄνει τοῖς αὐτοῦ μαθηταῖς ἐν τῇ μελλούσῃ κατὰ Ἰουδαίων γενήσεσθαι πολιορκίᾳ μὴ ὡς ἐπ' ἀσφαλῆ τόπον καὶ φυλαττό μενον ὑπὸ τοῦ θεοῦ καταφεύγειν ἐπὶ τὴν πόλιν, ὅπερ πεπόνθασιν οἱ πολλοί, ἀλλ' ἐκεῖθεν μὲν ἀναχωρεῖν, φεύγειν δὲ εἰς τὰ ὄρη καὶ τοὺς ἐν μέσῳ τῆς Ἰουδαίας ἐκχωρεῖν εἰς τὰ ἔθνη καὶ τοὺς ἐν τῇ χώρᾳ μὴ καταφεύγειν ἐπ' αὐτὴν ὡς ἐπὶ ὀχυρὸν τόπον. διό φησιν· «καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσελθέτωσαν εἰς αὐτήν, ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσι τοῦ πληρωθῆναι πάντα τὰ γεγραμμένα» ...... 13 ταύτας τὰς συμφορὰσ ἀπὸ μυρίων τέθεικα διὰ τὴν θείαν τοῦ σωτῆρος ἡμῶν πρόρρησιν τὴν φήσασαν, «οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις». ἐπεὶ δὲ καὶ τοῦτο ταῖς προρρήσεσι τοῦ σωτῆρος πρόσκειται, τὸ «ἔσται ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ὀργὴ μεγάλη τῷ λαῷ τούτῳ» ἢ κατὰ τὸν Ματθαῖον «ἔσται γὰρ τότε θλῖψις μεγάλη, οἵα οὐδέποτε γέγονεν ἀπ' ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδ' οὐ μὴ γένηται», ἐπακοῦσαι καλὸν τοῦ ἱστορικοῦ τούτων αὐτῶν τὰ ἀποτελέσματα ὧδέ πη ἱστοροῦντος· «καθ' ἕκαστον μὲν οὖν ἐπεξιέναι τὴν παρανομίαν αὐτῶν ἀδύνατον. συνελόντι δ' εἰπεῖν μήτε πόλιν ἄλλην τοιαῦτα πεπονθέναι μήτε γενεὰν ἐξ αἰῶνος γεγονέναι κακίας γονιμωτέραν. τὴν μὲν πόλιν ἀνέτρεψαν αὐτοί, Ῥωμαίους δὲ ἄκοντας ἠνάγκασαν ἐπιγραφῆναι σκυθρωπῷ κατορθώματι καὶ μόνον οὐχ εἵλκυσαν βραδῦνον ἐπὶ τὸν ναὸν τὸ πῦρ. ἀμέλει καιόμενον ἐκ τῆς ἄνω πόλεως ἀφορῶντες οὔτε ἤλγησαν οὔτε ἐδάκρυσαν». ταῦτα διὰ τὸ «ἔσται γὰρ τότε θλῖψις μεγάλη, οἵα οὐδέποτε γέγονεν ἀπ' ἀρχῆς κόσμου», ὃ δὴ καὶ προρρηθὲν ὑπὸ τοῦ σωτῆρος μεμαρτύρηται ὑπὸ τοῦ συγγραφέως μεθ' ὅλα ἔτη τεσσαράκοντα κατὰ τὴν Οὐεσπασιανοῦ Ῥωμαίων αὐτοκρατορίαν πληρωθέν. προστίθησι δὲ ταῖς αὐτοῦ προρρήσεσι ὁ σωτὴρ χρόνον ὁρίζων, μέχρι τίνος ἔσται Ἱερουσαλὴμ πατουμένη ὑπὸ ἐθνῶν. λέγει δ' οὖν, «ἄχρι οὗ πληρωθῶσι καιροὶ ἐθνῶν», οὕτω σημάνας τὴν τοῦ βίου συντέλειαν. 14 διὸ δὴ τὰς ἐν ψυχαῖς διαφορὰς τῶν τὴν διδασκαλίαν αὐτοῦ μελλόντων ὑποδέχεσθαι ἐν τοῖς μετὰ ταῦτα χρόνοις εὖ μάλα ἐκγυμνοῖ ὁ κύριος. καὶ τρία μὲν τάγματα τῶν οὐ γνησίως τὸν σπόρον τῆς αὐτοῦ διδασκαλίας παραδεχομένων ἔσεσθαι προαγορεύει, τρεῖς δὲ ὡσαύτως ἀγαθῶν χοροὺς τῶν δίκην εὐγείου χώρας πολυφορούντων καὶ πολυπλασιαζόντων τὸν λόγον. τῶν μὲν οὖν ἀπολλύντων τὰ καταβαλλόμενα τῇ αὐτῶν ψυχῇ σπέρματα αἰτίας εἶναί φησι τρεῖς. ἢ γὰρ ὑπὸ φροντίδων τοῦ βίου καὶ τῆς περὶ τὰ μὴ ἀναγκαῖα σπουδῆς ὑπό τε πλούτου καὶ τρυφῆς καταχωννύντες τὸν ἐν αὐτοῖς σπόρον ἐοίκασι τοῖς ὑπὸ ἀκανθῶν ἀποπνίγουσι, ἢ οὐκ ἀπὸ βάθους διανοίας αὐτὸν παραδεξάμενοι θᾶττον ἀποσβέννυνται περιστάσεως καταλαβούσης, ἢ κατὰ τρίτην αἰτίαν αἴτιοι ἀπωλείας καθίστανται τοῦ ἐν αὐτοῖς σπόρου, τὰς αὐτῶν ἀκοὰς ἐκδιδόντες ἀνέτως τοῖς ἐξαπατᾶν ἐθέλουσι καὶ ὑφαρπάζειν τὰ ἐν τῇ αὐτῶν ψυχῇ καταβληθέντα