1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

10

θεοῦ φωνῆς λεγούσης αὐτοῖς «ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας», ὁρῶσι δὲ ἐναργῶς τὴν τοῦ λαλοῦντος θεότητα κρείττονα θανάτου φανεῖσαν. διὸ καὶ δέος αὐτοῖς τῆς παρακοῆς εἰσῄει, ἔνθεν ὁμόσε τοῖς κινδύνοις ἐχώρουν, τῆς μετὰ θάνατον ζωῆς παρὰ τοῦ διδασκάλου λαβόντες τὰ ἐχέγγυα, προῆλθόν τε εὐθαρσῶς ἐπὶ τὴν τῶν ἁπάντων ἐθνῶν περίοδον, τοῦ σφῶν διδασκάλου τὰς ὑποσχέσεις ἔργοις πιστούμενοι . . . . . . . 9 ἅπαξ οὖν ἀποφηναμένου δεῖν κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν ἐπὶ πάντα τὰ ἔθνη, εἰ μὴ τοὖργον ἐπηκολούθηκε τῷ λόγῳ, μηδὲ τὰ τῆς ἐκ νεκρῶν ἀναβιώσεως αὐτοῦ πιστευέσθω, εἰ δὲ εἰσέτι καὶ νῦν τὰ τῆς προρρήσεως εἰς ἔργον χωρεῖ ὅ τε λόγος αὐτοῦ ζῶν καὶ ἐνεργῶν καθ' ὅλης τῆς οἰκουμένης ὀφθαλμοῖς ὁρᾶται, ὥρα μηδὲ τῷ τὸν λόγον προεμένῳ ἀπιστεῖν. οὗ γὰρ ἡ δύναμις ζῶσα καὶ ἐνεργὴς ὁρᾶται, τοῦτον ἀνάγκη πᾶσα πολὺ πρότερον ὁμολογεῖν ζῆν καὶ θεοῦ ζωὴν τοῦτον ἐκτελεῖν, οὗ ζῶντα τὰ ἔργα σύμφωνα ταῖς φωναῖς ἀποδείκνυται. πᾶσαν γοῦν ἀκοὴν παντοίων ἐθνῶν οἱ αὐτοῦ λόγοι διῆλθον, μεταβαλλόμενοι καὶ μεθερμηνευόμενοι εἰς παντοίαν γλώτταν Ἑλληνικήν τε καὶ βάρβαρον, ὡς ἐξάκουστον αὐτοῦ τὴν διδασκαλίαν πᾶσι τοῖς ἔθνεσι γενομένην εἰς ἐπιστροφὴν καὶ μετάνοιαν ἀγαγεῖν μυρία πλήθη τῶν πρότερον ἐν πολυθέῳ πλάνῃ καὶ εἰδωλολατρείᾳ πλημμελῶς καὶ ἀσέμνως βιούντων. οὐ πρότερον δὲ ἄφεσιν εἶτα μετάνοιαν, ἀλλὰ μετάνοιαν πρῶτον εἶτα τὴν ἄφεσιν κηρύττειν παρακελεύεται. τοῖς γὰρ γνησίαν πρότερον κακῶν μετάνοιαν ἐνδειξαμένοις ἡ σωτήριος χάρις τὴν συγχώρησιν τῶν πεπραγμένων ἐδωρήσατο, δι' οὓς καὶ τὸν θάνατον ἀνεδέξατο, λύτρον ἑαυτὸν ἐπιδοὺς καὶ ἀντίψυχον τῶν μελλόντων δι' αὐτοῦ σωθήσεσθαι. οὕτω δῆτα οἱ αὐτοῦ μαθηταί, ἄνδρες ἄπειροι λόγων ὄντες καὶ πάμπαν ἰδιῶται πένητές τε καὶ εὐτελεῖς τὸ σχῆμα, τῇ δυνάμει τοῦ μετὰ θάνατον θεωρουμένου καὶ ἐμφανῶς αὐτοῖς συναυλιζομένου ἐπιθαρσήσαντες ἀπὸ τῆς Ἱερουσαλὴμ πόλεως ἀρξάμενοι κατὰ τὰς αὐτοῦ παρακελεύσεις ἵνα ἀναπολόγητα εἴη τοῖς Ἰουδαίοις ἀπιστήσασιν ἐπὶ πάντα προῆλθον τὰ ἔθνη καὶ τὰ προστεταγμένα ἐποίουν, κηρύττοντες μετάνοιαν τοῖς πᾶσι καὶ λύσιν τῶν πρότερον τῆς ψυχῆς ἀμπλακημάτων . . . . . 10 . . . . . τὴν πρὸς θεὸν γνῶσίν τε καὶ φιλίαν, ἣν τοῖς αὐτοῦ προὐξένει μαθηταῖς, τήν τε τῆς ψυχῆς ἀταραξίαν καὶ λογισμοῦ τὸ γαληνὸν καὶ εὐσταθὲς τοῦτον ἀποκαλῶν τὸν τρόπον. 11 συνηγμένων μὲν οὖν ἐπὶ τὸ αὐτὸ ἐν τοῖς Ἱεροσολύμοις τῶν ἀρχόντων τοῦ Ἰουδαίων ἔθνους ἀρχιερέων τε καὶ νομοδιδασκάλων, αὐτὸς δὲ ἐν αὐτῷ τῷ ἱερῷ ποιούμενος τὰς διατριβὰς τὰ μέλλοντα αὐτοῖς κατ' αὐτοῦ τολμᾶσθαι καὶ τὸν ἐπὶ τῇ τόλμῃ καταληψόμενον αὐτοὺς ὄλεθρον ἐπεσκιασμένως τοῦτον τὸν τρόπον διὰ τῆς παραβολῆς προηγόρευσεν . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . ἔστι δὲ ἡ παραβολὴ συγγενὴς τῇ παρὰ τῷ προφήτῃ Ἡσαΐᾳ, παρ' ᾧ τοῦτον ἔχει τὸν τρόπον· «ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι καὶ φραγμὸν περιέθηκα καὶ ἐχαράκωσα καὶ ἐφύτευσα καὶ πύργον ἐν μέσῳ αὐτοῦ ᾠκοδόμησα καὶ προλήνιον ὤρυξα καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλήν, ἐποίησε δὲ ἀκάνθας». ἀλλ' ἡ μὲν παρὰ τῷ προφήτῃ τὸν ἀμπελῶνα διαβέβληκεν, ὃν καὶ ἡρμήνευσε τίς ποτε ἦν, εἰπών· «ὁ γὰρ ἀμπελὼν κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραὴλ καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον· ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησεν δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν». ἡ δὲ τοῦ σωτῆρος παραβολὴ εἴρηται μὲν ὁμοίως ἐκείνῃ τῇ τοῦ προφήτου, ὡς ἂν γνωρισθείη καὶ θεωρηθείη τοῖς παροῦσι καὶ ἀκροωμένοις· οὐ μὴν περὶ τοῦ ἀμπελῶνος λέλεκται, ἐπειδὴ ὁ προφήτης τὴν περὶ τούτου πρόρρησιν προλαβὼν εἰρήκει. ἅπερ δὲ τῷ προφήτῃ σεσιώπητο, ταῦτα αὐτὸς ἐν τῇ παραβολῇ τίθησιν, λέγω δὲ τὰ περὶ τῶν γεωργῶν τοῦ ἀμπελῶνος. οὗτοι δὲ ἦσαν οἱ πρεσβύτεροι τοῦ λαοῦ καὶ οἱ ἀρχιερεῖς ἄρχοντές τε καὶ διδάσκαλοι. οἳ δὴ καὶ τῷ ὅλῳ πλήθει