1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

7

ἁπάντων τῶν ἐθνῶν οὐ χιλίαρχοι μόνον ἀλλὰ καὶ τὸ τοῦ Ῥωμαϊκοῦ στρατοπέδου πλῆθος ὡς καὶ μυρίοι ἄρχοντές τε καὶ ἡγεμόνες οἱ τῶν ἐθνῶν καὶ τῶν χωρῶν κρατοῦντες καὶ ἄλλοι τινὲς τιμῇ καὶ ἀξιώματι τούτων ὑπέρτεροι οἱ ἐν τοῖς βασιλείοις σεμνυνόμενοι ὁμοίως ἐκείνῳ τῷ χιλιάρχῳ τῷ θεοῦ Χριστῷ προσιόντες καὶ διὰ τῆς αὐτοῦ διδασκαλίας τὸν τῶν παρ' Ἑβραίοις λαμψάντων θεοφιλῶν ἀνδρῶν ἐπιγνόντες θεόν, τῆς ἴσης αὐτοῖς ἐκείνοις ἠξίωνται παρὰ τῷ παμβασιλεῖ θεῷ ἀμοιβῆς. 6 πολλοῦ γὰρ ὄχλου ἐπικειμένου τῷ Ἰησοῦ ἐνέβη, φησίν, εἰς ἓν τῶν πλοίων, ὃ ἦν Σίμωνος. καθίσας δὲ ἐν αὐτῷ, ἡρμήνευσε τοῖς ὄχλοις. μετὰ δὲ αὐτάρκη διδασκαλίαν ἐπειδὴ ἔδει καὶ θεϊκὸν ἔργον προστιθέναι τοῖς λόγοις ὠφέλιμον τοῖς ὁρῶσι, παρακελεύεται μὲν τῷ Πέτρῳ ὁ κύριος χαλάσαι εἰς ἄγραν τὰ δίκτυα, ὁ δὲ εἶπεν αὐτῷ· «δι' ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν εὕρομεν. ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὰ δίκτυα», καὶ τὰ προστεταγμένα ἐποίει. ὡς δὲ «συνέκλεισαν πλῆθος ἰχθύων πολὺ» καὶ διερρήγνυτο τὰ δίκτυα τῷ πλήθει βαρούμενα, προσκαλοῦνται μὲν εἰς βοήθειαν τοὺς ἐν τῷ γειτνιῶντι πλοίῳ, εἶτ' ἀνελκύσαντες τοὺς ἰχθύας πληροῦσιν ἄμφω τὰ σκάφη, ὡς κινδυνεύειν αὐτὰ βυθισθῆναι, ἐφ' οἷς ὁ Πέτρος ἀποθαυμάσας ἐξεπλάγη ἀνάξιόν τε ἑαυτὸν τῆς σωτηρίου ἐπιβάσεως ὡμολόγει. ὁ δ' ὥσπερ ἐπιδείξας αὐτῷ τὴν τοῦ μέλλοντος εἰκόνα διασαφεῖ καὶ τὴν ἑρμηνείαν, καί φησι πρὸς αὐτὸν ὁ Ἰησοῦς· «μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν»· πρὸς δὲ πάντας· δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. Γαλιλαίους ἄνδρας εὐτελεῖς, ἀγροίκους οὐδὲν πλέον τῆς Σύρων φωνῆς ἐπισταμένους, ἀλλὰ καὶ τὸ ἐπιτήδευμα ταπεινὸν καὶ εὐτελὲς τῆς ἁλιείας μετερχομένους εἰκότως ὁ σωτὴρ ἡμῶν θηρευτὰς ἀνθρώπων καὶ κήρυκας τῆς αὐτοῦ διδασκαλίας ποιήσειν ἐπηγγέλλετο καὶ πεποίηκεν οὐ ψευσάμενος τὴν ὑπόσχεσιν, παριστὰς θεοῦ δύναμιν ἐνεργητικὴν πράγματος πᾶσαν ἀνθρώπων ἀρετὴν καλύπτοντος. εἰ μὲν γὰρ λογίους τινὰς καὶ σοφοὺς ἢ καὶ τῶν παρὰ Ἰουδαίοις ἀνθρώπων ἐνδόξων καὶ πλουσίων προσαγόμενος τούτοις ἐκέχρητο διδασκάλοις τῶν αὐτοῦ λόγων, κἂν εἰκὸς ἦν ἀνθρωπινώτερον ἐπινενοῆσθαι τὸ πρᾶγμα. οὕτω γοῦν οἱ πλείους τῶν ἀνθρώπων εἰώθασιν ὑποτάττεσθαι ἢ χρήμασιν ὑπὸ πλουσίων δελεαζόμενοι ἢ λόγων περιβολῇ καὶ φαντασίᾳ σοφίας ἀπατώμενοι ἢ ὑπεροχὰς ἐνδόξων προσώπων καταπληττόμενοι. ὁ δὲ μὴ τοιούτοις χρησάμενος μαθηταῖς, τοὐναντίον δὲ πένησι καὶ ἀδόξοις καὶ τὸν λόγον ἰδιώταις Σύροις τε τὴν φωνὴν καὶ τὸ σχῆμα ταπεινοῖς καὶ εὐτελέσιν, ἔργῳ δῆλος ἦν μόνῃ τῇ θεϊκῇ δυνάμει χρώμενος, ἣν ἐνεδείξατο πρῶτα μὲν φωνῇ μιᾷ προσκαλεσάμενος αὐτοὺς καὶ ἀκολούθους αὐτοῦ καταστήσας κἄπειτα ἐπαγγειλάμενος σαγηνευτὰς καὶ κήρυκας ἀνθρώπων ποιήσειν αὐτούς, ἵν' ἀνθ' ὧν εἶχον δικτύων λαβόντες παρ' αὐτοῦ τὴν ἀπὸ παντοίων λόγων νομικῶν τε καὶ προφητικῶν τῶν τε τῆς ἐνθέου διδασκαλίας αὐτοῦ πλακεῖσαν σαγήνην ἐμβάλωσιν εἰς τὴν τοῦ ἀνθρωπείου βίου θάλατταν καὶ περιβάλωσιν ὅσους ἂν εὕρωσιν, πληροῦντες τὰ ἑαυτῶν λογικὰ δίκτυα παντὸς γένους λογικῶν ἰχθύων. ἀλλὰ ταῦτα μέν, διὰ φωνῆς τότε ἀκουόμενα, ῥήματα καὶ ψόφοι καὶ πλέον ὑπῆρχεν οὐδέν. τῆς δ' ἐνθέου δυνάμεως τὸ ἔργον οὐκ εἰς μακρὰν παρεστήσατο, αὐτὰ δὴ ταῦτα τὰ διὰ τῶν λόγων προηγορευμένα τοῖς ἔργοις ἐπιτελέσας, ὡς ἐν βραχεῖ χρόνῳ τὴν σύμπασαν ὁμοῦ ἀνθρώπων οἰκουμένην μυρία πλήθη τῶν σαγηνευθέντων ὑπὸ τῶν πενήτων καὶ ἰδιωτῶν τούτων ἀνδρῶν κτήσασθαι πληρωθῆναί τε ἐκκλησιῶν πάντα τόπον Ἑλλήνων τε καὶ βαρβάρων διὰ μίαν ἐκείνην ἐπαγγελίαν τῆς θεϊκῆς φωνῆς, δι' ἧς οὐ διδάξειν τοὺς ἑαυτοῦ μαθητάς, ἀλλ' αὐτὸς ποιήσειν αὐτοὺς ἁλιέας ἀνθρώπων ἐπηγγείλατο, ὥστ' οὐ προέγνω μόνον οὐδὲ προέφησε τὸ μέλλον, ἀλλὰ καὶ ποιητὴς τῆς τηλικαύτης γνώσεως ἀποπέφανται, εἶπέ τε τῷ λόγῳ καὶ πεποίηκε τῷ ἔργῳ,