1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

25

Πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον 24.73 δησῇ τὸν ἰσχυρὸν, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει; Εὐχαὶ τοίνυν ἀποστολικαὶ καὶ λόγοι τε αὐτῶν καὶ διδασκαλίαι καὶ βίος ὁ τούτοις κατάλληλος, αἵ τε κατὰ δαιμόνων ἐνεργοῦσαι πράξεις, δεσμοὺς ἐνεποίουν ταῖς ἀντικειμέναις δυνάμεσιν· καὶ τούτων μάλιστα ταῖς μείζοσι καὶ ἀρχοντικαῖς· ὧν τὰς κατὰ τῶν ἐθνῶν ἐνεργείας τοῖς ἑαυτῶν λόγοις, καὶ ταῖς ἑαυτῶν εὐχαῖς καταδήσαντες οἱ τοῦ Σωτῆρος ἀπόστολοι, ὑπὲρ πάσας τὰς ἐκ σιδήρου πεποιημένας χειροπέδας τὴν δύναμιν αὐτῶν, δι' ἧς περιέτρεχον ὧδε κἀκεῖσε, τὰ ἔθνη πάντα χειρούμενοι, τῷ ἑαυτῶν ἐπηγάγοντο βασιλεῖ. Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον. Παραλαβόντες δὲ τὰ ἔθνη εἰς μαθητείαν, τὸν περὶ τῆς κρίσεως αὐτοῖς παρεδίδοσαν λόγον, ἔγγραφον καταλιπόντες τὸ δόγμα, ὥστε ἔχειν διὰ παντὸς εἰς ἀνάγνωσιν, τὴν μνήμην τῶν ἐγγεγραμμένων ποιεῖσθαι. Μετὰ ταῦτα σφόδρα ἀκολούθως ἐπήγαγεν· ∆όξα αὕτη ἐστὶν πᾶσι τοῖς ὁσίοις αὐτοῦ· ἑκάστῳ γὰρ τῶν ὁσίων τῶν ἀποδεδομένων ἡμῖν δι' ... αὐτῶν κατορθοῦται ἡ δόξα, οἷον ὡς ἐπὶ παραδείγματος Παύλου δρ ... λέγειν· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τοὺς ἄρχοντας ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου· δόξα δὲ η ... ου καὶ λαοὶ, οὓς ἐλευθερώσας ἀπὸ τῆς δαιμονικῆς πλάνης, τῷ Χριστοῦ λόγῳ προσηγάγετο, ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ Ἐκκλησίαν συστησάμενος. ∆όξα δὲ αὐτοῦ ἦν καὶ τὰ εἰσέτι καὶ νῦν παραδεδομένα ἐν ταῖς Ἐκκλησίαις ἔγγραφα αὐτοῦ ἀναγνώσματα· ἐν οἷς τὸ κρῖμα τοῦ Θεοῦ τὸ περὶ τῆς δαιμονικῆς καθαιρέσεως περί τε τῆς ἐλευθερίας τῶν ἀνθρωπίνων ψυχῶν ἐγγράφως καταβέβληται· οὕτω δὲ καὶ Πέτρου καὶ Ἰωάννου καὶ τῶν λοιπῶν ἀποστόλων.

ΨΑΛΜΟΣ ΡΝʹ.

Πρόσαπτε δὲ τὸν νοῦν ἐπιστῆσαι, ὡς ὁ μὲν πρῶτος τῆς ὅλης βίβλου ψαλμὸς

ὄλεθρον ἀσεβῶν ἐθέσπιζεν, ἐμακάριζέν τε ἕνα τινὰ καὶ ὡς ἂν σπάνιον τὸν δυνάμενον τῶν ἀσεβῶν βίον διαφυγεῖν. Ὁ δέ γε πάντων τελευταῖος πᾶσαν πνοὴν προσάγει τῇ ὑμνολογίᾳ τοῦ Θεοῦ. Πλὴν εἰ καὶ πᾶσαν πνοὴν ὁ παρὼν λόγος 24.76 ἐπὶ τὴν ὑμνολογίαν ἀνακαλεῖ, ἀλλ' ἐπεὶ μὴ τρόπος εἷς τῶν πάντων, μηδὲ μία διάθεσις, κατ' ἀναλογίαν ἑκάστῳ ὄργανόν τι πρὸς τὸν ὕμνον ἐπιτήδειον ἀφορίζει· ὁ μὲν γάρ τις ἐπαναβεβηκὼς τῇ ἀρετῇ κρειττόνως ὑπὲρ πάντας, τὸν αἶνον ἀποδίδωσιν ἐν ἤχῳ σάλπιγγος, ἐπειδὴ πάντων ὀργάνων μεγαλοφωνοτέρα ἡ σάλπιγξ, καὶ μείζονος καὶ κραταιοτέρας δυνάμεως δεῖ τοῖς αὐτῇ χρωμένοις· τοιοῦτοι ἦσαν οἱ ἱεροὶ τοῦ Σωτῆρος ἀπόστολοι, ὧν δὴ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν, τῷ μεγαλοφώνῳ τοῦ εὐαγγελικοῦ κηρύγματος χρησαμένων ... ἀνθρώπων πληρωθῆναι τῆς φωνῆς αὐτῶν. Ἐπειδὴ μὴ πάντες οἷοί τέ εἰσι κατὰ τοὺς ἀποστόλους ἐν φωνῇ σάλπιγγος ὑμνεῖν τὸν Θεὸν, συγκαταβαίνει ὁ λόγος καὶ παρακελεύεται ἑτέροις μὲν ψαλτηρίῳ, ἑτέροις δὲ κιθάρᾳ, καὶ ... ἄλλοις ἐν τυμπάνοις ... τοῖς μὲν δι' ἔργων, καὶ διὰ τῶν τοῦ σώματος πράξεων, τοῖς δὲ δι' αὐτῆς ψυχῆς ... κινήσεως εὐρύθμως καὶ ἐναρμονίως ... τοῦ Πνεύματος τοῦ κατοικοῦντος ... ἐπ' ἂν λέγῃ· Προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· τριῶν δὲ ὄντων τῶν ἐν ἡμῖν ... η ὁ λόγος. Αἰνεῖτε Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ. Ὁ μέν τοι Ἀκύλας ἐν ἡγιασμένῳ αὐτοῦ φησι· ὁ δὲ Σύμμαχος, ἐν τῷ ἁγίῳ αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ. Καὶ μή ποτε τῶν οὐρανῶν καὶ τῶν ὑπὲρ τούτους ὑψίστων· ἕτερός ἐστιν ἅγιος τοῦ Θεοῦ, ὃν