1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

23

ἐνεργουμένης ψάλλειν αὐτῷ· συνήθως δὲ τὸ σῶμα ψαλτήριον καὶ κιθάραν ὠνόμασεν, ἅτε εὐρύθμως καὶ μεθ' ἁρμονίας σοφῆς συγκείμενον· ἐν τούτῳ γὰρ ὁ νοῦς ἀνακρουόμενος διὰ τῶν κατ' ἀρετὴν πράξεων τὴν ἔνθεον καὶ πνευματικὴν μελῳδίαν ἀναπέμπει τῷ Θεῷ. ∆ιδόντι τροφὴν καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν. Ἦλθε δέ τις εἰς ἡμᾶς φυσικὸς λόγος, ὡς μὴ τρεφομένων νεοττῶν τῶν κοράκων ὑπὸ τῶν γεννησάντων, ὁμοίως τοῖς τῶν ἄλλων ὀρνέων νεοττοῖς· καταλείπεσθαι μὲν γὰρ τῶν κοράκων φασὶ τοὺς νεοττοὺς ὑπὸ τῶν γεγεννηκότων, τρέφεσθαι δὲ ἄλλῳ παραδόξῳ τοῦ Θεοῦ δυνάμει· μηκέτι γὰρ αὐτοῖς πλησιαζόντων γεγεννηκότων, κεχηνέναι τὸ στόμα τροφῆς ἐνδείᾳ, καὶ ἐοικέναι ἐπικαλουμένοις τὸν Θεὸν, φυσικῇ τινι ἐνεργείᾳ τὴν τροφὴν αἰτοῦντας παρὰ τοῦ τὸ εἶναι αὐτοῖς δεδωρημένου· οὕτω δὲ φέρεσθαι αὐτοῖς τινα ἐξ ἀέρος τροφὴν κατὰ τοῦ στόματος ὑπό τινος αὔρας συνωθουμένην.

ΨΑΛΜΟΣ ΡΜΖʹ.

Ὁ ἀπαγγέλλων τὸν λόγον αὑτοῦ τῷ Ἰακώβ. Φησὶ δὲ καὶ ὁ Εὐσέβιος. Σφόδρα

δὲ ἀπηκριβωμένως μοι δοκεῖ ἡ παροῦσα λέξις διδάσκειν, Ὁ ἀπαγγέλλων τὸν λόγον αὑτοῦ τῷ Ἰακώβ· οὐ γὰρ εἴρηκεν, ὁ ἀποστέλλων, ἢ ὁ ἀποστείλας. Ἄλλο δήπου ἐστὶν ἀπαγγεῖλαι, καὶ ἄλλο τὸ ἀποστεῖλαι ἢ ἀποστέλλεσθαι· τὸ μὲν γὰρ προμηνύει τὸ μέλλον καὶ προλέγει· τὸ δὲ παρουσίαν σημαίνει, καὶ τὸν ἀποσταλέντα δι' ἑαυτοῦ κηρύττειν· ὥστε τὴν μὲν ἀπαγγελίαν καὶ τὴν πρόῤῥησιν τοῦ μέλλοντος, γεγενῆσθαι παρὰ μόνῳ τῷ Ἰσραὴλ, τὴν δὲ ἀποστολὴν οὐκ ἂν ἐκείνῳ μόνῳ, ἀλλὰ καὶ πᾶσι τοῖς λοιποῖς ἔθνεσιν. Ἀλλ' ἴσως εἴποι τις ἄν· Καὶ μὴ δηλώσας τοῖς λοιποῖς ἀνθρώποις, πῶς αὐτοὺς κολάζει, καὶ τοὺς πρὸ τοῦ νόμου καὶ τοὺς ἁπανταχοῦ τῆς οἰκουμένης ἁμαρτάνοντας; Καὶ φαμέν· Τούτους μὲν κρίνει ἀπὸ τοῦ φυσικοῦ νόμου καὶ τοῦ ἐν ἡμῖν, τοὺς δὲ Ἰσραηλίτας 24.69 καὶ ἀπὸ τούτου καὶ ἀπὸ τοῦ γραπτοῦ, ὥστε ἡ πολλὴ εὐεργεσία πλείονος αὐτοῖς κατακρίσεως ὑπόθεσις γίνεται ῥερᾳθυμηκόσι· διὰ τοῦτο καὶ αὐτὸς οὐκ εἶπεν, ὅτι οὐκ ἐποίησε παντὶ ἔθνει, ἀλλ' οὕτως οὐκ ἐποίησε· τουτέστιν οὐ πλάκας ἔπεμψεν, οὐ γράμματα τὰ ἐπὶ τοῦ Σινέου ὄρους, ἀλλὰ τοῖς Ἰουδαίοις ἐκ περιουσίας.

ΨΑΛΜΟΣ ΡΜΗʹ.

Ἐν μὲν τῷ ρμεʹ ψαλμῷ μία καθ' ἑαυτὴν ἡ ψυχὴ τὸν Κύριον αἰνεῖν ἐκελεύετο,

φάσκοντος τοῦ λόγου, Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον. Ἐν δὲ τῷ μετ' αὐτὸν πλῆθος ἐπὶ τὸν αἶνον ἐκάλει διὰ τοῦ, Αἰτεῖτε Κύριον, ὅτι ἀγαθὸν ψαλμός· ἐπὶ δὲ τοῦ ἑξῆς αὐτὴ Ἱερουσαλὴμ τοῦτο πράττειν προσετάττετο ἐν τῷ, Ἐπαίνει, Ἱερουσαλὴμ, τὸν Κύριον. Ἀκολούθωςοὖν ἐκείνοις ὁ προκείμενος αἶνος ἐπιτείνει τὸ παράγγελμα, μετὰ τὴν μερικὴν παρακέλευσιν αὖξον τὸ πρόσταγμα· ἀθρόως τε ὁμοῦ τὴν γενητὴν ἅπασαν κτίσιν τήν τε ὁρωμένην καὶ τὴν ἀόρατον ἐπὶ τὸν αἶνον τοῦ Θεοῦ παρορμᾷ· κατὰ μὲν τὴν ἀρχὴν τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐν τοῖς ὑψίστοις ἀνακαλούμενος· προϊὼν δὲ τὰ ἐπὶ τῆς γῆς καὶ τὰ ἐν ταῖς ἀβύσσοις, οὐχ ὡς πάντων ψυχῆς καὶ λόγου μετεχόντων, ἀλλ' εἰς ταῦτα τοὺς λόγου μετειληχότας ἀποβλέπειν κελεύει, καὶ τὴν τούτοις γενομένην σοφίαν καταμανθάνοντας, τὸν Ποιητὴν ἀνυμνεῖν. Καὶ πᾶσαι ἄβυσσοι. Ἕτερος ἀβύσσους τὴν τῶν καταχθονίων ἔφησε χώραν, κατὰ Παῦλον εἰπόντα· Μὴ εἴπῃς, Τίς καταβήσεται εἰς τὴν ἄβυσσον, τουτέστι Χριστὸν ἐκ νεκρῶν